Humanitext Reader

保萨尼亚斯 · 希腊志 §8.37.6-8.37.12

得斯波伊娜神殿的镜子与梅加隆祭仪

第 345 段,共 465 段 · 希腊语

内容简介

在讲述了阿尼托斯及其他神明的谱系后,保萨尼阿斯描述了得斯波伊娜圣所中的神秘镜子、梅加隆里独特的祭祀仪式、圣林景象,以及潘神等其他神明的祭坛。

§8.37.6τὰ μὲν δὴ ἐς τὸν Ἄνυτον ὑπὸ Ἀρκάδων λέγεται· Δήμητρος δὲ Ἄρτεμιν θυγατέρα εἶναι καὶ οὐ Λητοῦς, ὄντα Αἰγυπτίων τὸν λόγον Αἰσχύλος ἐδίδαξεν Εὐφορίωνος τοὺς Ἕλληνας.
关于阿尼托斯的事,是由阿卡迪亚人讲述的;而关于阿耳忒弥斯是德墨忒尔的女儿而非勒托的女儿,这本是埃及人的说法,埃斯库罗斯(优福里翁之子)将其传授给了希腊人。
τὰ δὲ ἐς Κούρητας—οὗτοι γὰρ ὑπὸ τῶν ἀγαλμάτων πεποίηνται—καὶ τὰ ἐς Κορύβαντας ἐπειργασμένους ἐπὶ τοῦ βάθρου—γένος δὲ οἵδε ἀλλοῖον καὶ οὐ Κούρητες—, τὰ ἐς τούτους παρίημι ἐπιστάμενος.
至于库雷忒斯的事——因为他们被雕刻在神像下方——以及底座上雕刻的考律班忒斯的事——他们是不同的一族,而非库雷忒斯——这些事尽管我知晓,但还是予以略过。
§8.37.7τῶν δὲ ἡμέρων οἱ Ἀρκάδες δένδρων ἁπάντων πλὴν ῥοιᾶς ἐσκομίζουσιν ἐς τὸ ἱερόν.
在人工栽培的树木中,除了石榴以外,阿卡迪亚人将所有种类的树木都带入圣所。
ἐν δεξιᾷ δὲ ἐξιόντι ἐκ τοῦ ναοῦ κάτοπτρον ἡρμοσμένον ἐστὶν ἐν τῷ τοίχῳ· τοῦτο ἤν τις προσβλέπῃ τὸ κάτοπτρον, ἑαυτὸν μὲν ἤτοι παντάπασιν ἀμυδρῶς ἢ οὐδὲ ὄψεται ἀρχήν, τὰ δὲ ἀγάλματα τῶν θεῶν καὶ αὐτὰ καὶ τὸν θρόνον ἔστιν ἐναργῶς θεάσασθαι.
在走出神庙的右侧,墙上镶嵌着一面镜子;如果有人看这面镜子,他要么只能极其模糊地看到自己,要么根本就看不见,但是神明们的画像以及玉座本身却能够被清晰地看见。
§8.37.8παρὰ δὲ τὸν ναὸν τῆς Δεσποίνης ὀλίγον ἐπαναβάντι ἐν δεξιᾷ Μέγαρόν ἐστι καλούμενον, καὶ τελετήν τε δρῶσιν ἐνταῦθα καὶ τῇ Δεσποίνῃ θύουσιν ἱερεῖα οἱ Ἀρκάδες πολλά τε καὶ ἄφθονα.
在得斯波伊娜神庙旁稍稍往上走的右侧,有被称为梅加隆的地方,他们在此举行秘仪,阿卡迪亚人向得斯波伊娜献祭许多丰盛的祭品。
θύει μὲν δὴ αὐτῶν ἕκαστος ὅ τι κέκτηται· τῶν ἱερείων δὲ οὐ τὰς φάρυγγας ἀποτέμνει ὥσπερ ἐπὶ ταῖς ἄλλαις θυσίαις, κῶλον δὲ ὅ τι ἂν τύχῃ, τοῦτο ἕκαστος ἀπέκοψε τοῦ θύματος.
他们中的每个人都献祭自己所拥有的东西;在献祭时,他们并不像在其他祭祀中那样割断祭品的喉咙,而是每个人砍下碰巧遇到的祭品的肢体。
§8.37.9ταύτην μάλιστα θεῶν σέβουσιν οἱ Ἀρκάδες τὴν Δέσποιναν, θυγατέρα δὲ αὐτὴν Ποσειδῶνός φασιν εἶναι καὶ Δήμητρος.
阿卡迪亚人最崇拜这位得斯波伊娜女神,并说她是波塞冬和德墨忒尔的女儿。
ἐπίκλησις ἐς τοὺς πολλούς ἐστιν αὐτῇ Δέσποινα, καθάπερ καὶ τὴν ἐκ Διὸς Κόρην ἐπονομάζουσιν, ἰδίᾳ δέ ἐστιν ὄνομα Περσεφόνη, καθὰ Ὅμηρος καὶ ἔτι πρότερον Πάμφως ἐποίησαν· τῆς δὲ Δεσποίνης τὸ ὄνομα ἔδεισα ἐς τοὺς ἀτελέστους γράφειν.
在民众中,她的通称是得斯波伊娜(女主人),正如他们将泽乌斯的女儿称为科勒(少女)一样,而她的本名是珀耳塞福涅,正如荷马以及更早的潘波斯在诗中所作的那样;但我害怕为未入秘仪者写下得斯波伊娜的名字。
§8.37.10ὑπὲρ δὲ τὸ καλούμενον Μέγαρόν ἐστιν ἄλσος τῆς Δεσποίνης ἱερὸν θριγκῷ λίθων περιεχόμενον, ἐντὸς δὲ αὐτοῦ δένδρα καὶ ἄλλα καὶ ἐλαία καὶ πρῖνος ἐκ ῥίζης μιᾶς πεφύκασι· τοῦτο οὐ γεωργοῦ σοφίας ἐστὶν ἔργον.
在被称为梅加隆的地方上方,是得斯波伊娜的圣林,由石墙围合,在林中生长着其他树木,还有一棵橄榄树和一棵冬青栎共同生于同一根部;这并非农夫的技术所能致。
ὑπὲρ δὲ τὸ ἄλσος καὶ Ἱππίου Ποσειδῶνος, ἅτε πατρὸς τῆς Δεσποίνης, καὶ θεῶν ἄλλων εἰσὶ βωμοί· τῷ τελευταίῳ δὲ ἐπίγραμμά ἐστι θεοῖς αὐτὸν τοῖς πᾶσιν εἶναι κοινόν.
在圣林上方有波塞冬·伊庇俄斯(作为得斯波伊娜的父亲)以及其他神明的祭坛;在最后一个祭坛上有一段铭文,写着它是所有神明共有的。
§8.37.11ἐντεῦθεν δὲ ἀναβήσῃ διὰ κλίμακος ἐς ἱερὸν Πανός·
从这里,你将通过台阶向上走到潘神的圣所;那里还建造了通往圣所的柱廊,以及一座不大的神像。
πεποίηται δὲ καὶ στοὰ ἐς τὸ ἱερὸν καὶ ἄγαλμα οὐ μέγα, θεῶν δὲ ὁμοίως τοῖς δυνατωτάτοις καὶ τούτῳ μέτεστι τῷ Πανὶ ἀνθρώπων τε εὐχὰς ἄγειν ἐς τέλος καὶ ὁποῖα ἔοικεν ἀποδοῦναι πονηροῖς.
与最强大的神明一样,这位潘神也同样有能力将人类的祈愿导向达成,并给恶人以应得的报应。
παρὰ τούτῳ τῷ Πανὶ πῦρ οὔ ποτε ἀποσβεννύμενον καίεται.
在这位潘神身旁,燃烧着永不熄灭的火。
λέγεται δὲ ὡς τὰ ἔτι παλαιότερα καὶ μαντεύοιτο οὗτος ὁ θεός, προφῆτιν δὲ Ἐρατὼ Νύμφην αὐτῷ γενέσθαι ταύτην ἣ Ἀρκάδι τῷ Καλλιστοῦς συνῴκησε·
据说在更古老的时代,这位神明也曾降下神谕,而宁芙埃拉托曾是他的女祭司,她就是与卡利斯托之子阿卡斯结合的那位。
§8.37.12μνημονεύουσι δὲ καὶ ἔπη τῆς Ἐρατοῦς, ἃ δὴ καὶ αὐτὸς ἐπελεξάμην.
他们还记得埃拉托的诗句,这些诗句我本人也曾读过。
ἐνταῦθα ἔστι μὲν βωμὸς Ἄρεως, ἔστι δὲ ἀγάλματα Ἀφροδίτης ἐν ναῷ, λίθου τὸ ἕτερον λευκοῦ, τὸ δὲ ἀρχαιότερον αὐτῶν ξύλου.
这里有阿瑞斯的祭坛,神庙里有两尊阿佛洛狄忒的雕像,一尊由白石雕成,其中较古老的一尊由木头制成。
ὡσαύτως δὲ καὶ Ἀπόλλωνός τε καὶ Ἀθηνᾶς ξόανά ἐστι· τῇ δὲ Ἀθηνᾷ καὶ ἱερὸν πεποίηται.
同样地,也有阿波罗和雅典娜的木雕像;并且为雅典娜建造了一座神庙。

词汇与语法注释

  1. 8.37.6Δήμητρος δὲ Ἄρτεμιν θυγατέρα εἶναι καὶ οὐ Λητοῦς — 表示埃斯库罗斯所教导(ἐδίδαξεν)内容的带对格不定式句。同位语分词短语`ὄντα Αἰγυπτίων τὸν λόγον`(“这本是埃及人的说法”)被插入其中,表明埃斯库罗斯将这一源自埃及的神话引入了希腊。
  2. 8.37.7ἐξιόντι — 现在分词单数与格,用作表示视角或判断者的与格。意为“对于从神庙走出来的人来说”,实际上带有“当人们走出神庙时”这一时间或条件状语的色彩。
  3. 8.37.8ἀπέκοψε — 直陈式不定过去时主动语态第三人称单数。此处用作表示普遍习惯的“箴言不定过去时”(无时态不定过去时),与前后的现在时(ἀποτέμνει 和 θύουσιν)一致,表达经常性的行为“通常会砍下”。
  4. 8.37.9ἔδεισα — 不定过去时直陈式,意为“害怕”。它不仅指过去的某个事件,还表达了作者在写作时对宗教禁忌的敬畏,以及由此做出的“不予写下”的决定。
  5. 8.37.11ἀνθρώπων τε εὐχὰς ἄγειν ἐς τέλος — 不定式短语,作为非人称表达 `μέτεστι` 的主语(或其分担的作用)的一部分。`ἄγειν ἐς τέλος` 是一句惯用表达,意为“导向达成/实现”。

引用这一段

保萨尼亚斯, 希腊志 §8.37.6-8.37.12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:8.37.6-8.37.12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。