Humanitext Reader

パウサニアス · ギリシア案内記 §8.37.1-8.37.5

デスポイナの聖所とダモポン作の神像群

344 / 465 箇所 · ギリシア語

要旨

アカケシオン近郊にあるデスポイナの聖所と、柱廊のレリーフやポリュビオスの碑文、およびダモポン作の巨大な一塊の石からなる女神像群とティタンのアニュトスについて説明する。

§8.37.1ἀπὸ δὲ Ἀκακησίου τέσσαρας σταδίους ἀπέχει τὸ ἱερὸν τῆς Δεσποίνης.
アカケシオンから四スタディオン離れたところにデスポイナの聖所がある。
πρῶτα μὲν δὴ αὐτόθι Ἡγεμόνης ναός ἐστιν Ἀρτέμιδος καὶ χαλκοῦν ἄγαλμα ἔχον δᾷδας —ποδῶν ἓξ εἶναι μάλιστα αὐτὸ εἰκάζομεν—, ἐντεῦθεν δὲ ἐς τὸν ἱερὸν περίβολον τῆς Δεσποίνης ἐστὶν ἔσοδος.
まず、そこにはアルテミス・ヘゲモネの神殿と、松明を持つブロンズの神像がある。 ――私たちは、この神像がおよそ六フィートの高さであると推測している――そして、そこからデスポイナの聖なる囲い地への入り口がある。
ἰόντων δὲ ἐπὶ τὸν ναὸν στοά τέ ἐστιν ἐν δεξιᾷ καὶ ἐν τῷ τοίχῳ λίθου λευκοῦ τύποι πεποιημένοι, καὶ τῷ μέν εἰσιν ἐπειργασμέναι Μοῖραι καὶ Ζεὺς ἐπίκλησιν Μοιραγέτης, δευτέρῳ δὲ Ἡρακλῆς τρίποδα Ἀπόλλωνα ἀφαιρούμενος·
神殿へと進んでいくと、右手に柱廊があり、その壁には白大理石のレリーフが施されている。 第一のものには運命の女神たちと「運命の導き手」という別名を持つゼウスが彫り込まれており、第二のものにはアポロンから三脚釜を奪おうとしているヘラクレスが彫り込まれている。
ὁποῖα δὲ ἐς αὐτοὺς ἐπυνθανόμην γενέσθαι, δηλώσω καὶ τοῦτο, ἢν ἐς τοῦ Φωκικοῦ λόγου τὰ ἔχοντα ἐς Δελφοὺς ἀφικώμεθα.
彼らについて私がどのようなことが起きたと聞き及んでいるかについては、フォキスに関する記述の中でデルポイに関わるところに至ったときに、これも明らかにしよう。
§8.37.2ἐν δὲ τῇ στοᾷ τῇ παρὰ τῇ Δεσποίνῃ μεταξὺ τῶν τύπων τῶν κατειλεγμένων πινάκιόν ἐστι γεγραμμένον, ἔχον τὰ ἐς τὴν τελετήν·
デスポイナの聖所のそばにあるその柱廊において、挙げられたレリーフたちの間には、秘儀に関することを描いた絵馬がある。
Νύμφαι δέ εἰσι καὶ Πᾶνες ἐπὶ τῷ τρίτῳ, ἐπὶ δὲ τῷ τετάρτῳ Πολύβιος ὁ Λυκόρτα·
第三のものにはニンフたちとパンたちがおり、第四のものにはリュコルタスの子ポリュビオスがいる。
καί οἱ ἐπίγραμμά ἐστιν ἐξ ἀρχῆς τε μὴ ἂν σφαλῆναι τὴν Ἑλλάδα, εἰ Πολυβίῳ τὰ πάντα ἐπείθετο, καὶ ἁμαρτούσῃ διʼ ἐκείνου βοήθειαν αὐτῇ γενέσθαι μόνου.
そして彼には、「最初から、ギリシアはもしポリュビオスにすべて従っていたなら、破滅することはなかったであろうし、誤りを犯したギリシアに対して、彼一人のみによって救済がもたらされた」という碑文がある。
πρὸ δὲ τοῦ ναοῦ Δήμητρί τέ ἐστι βωμὸς καὶ ἕτερος Δεσποίνῃ, μετʼ αὐτὸν δὲ μεγάλης Μητρός.
神殿の前にはデメテルの祭壇ともう一つのデスポイナの祭壇があり、それらの後には大母神の祭壇がある。
§8.37.3θεῶν δὲ αὐτὰ τὰ ἀγάλματα, Δέσποινα καὶ ἡ Δημήτηρ τε καὶ ὁ θρόνος ἐν ᾧ καθέζονται, καὶ τὸ ὑπόθημα τὸ ὑπὸ τοῖς ποσίν ἐστιν ἑνὸς ὁμοίως λίθου·
女神たち自身の神像、すなわちデスポイナとデメテル、そして彼女たちが座っている玉座、さらにその足の下にある足台は、同様に一つの石からできている。
καὶ οὔτε τῶν ἐπὶ τῇ ἐσθῆτι οὔτε ὁπόσα εἴργασται περὶ τὸν θρόνον οὐδέν ἐστιν ἑτέρου λίθου προσεχὲς σιδήρῳ καὶ κόλλῃ, ἀλλὰ τὰ πάντα ἐστὶν εἷς λίθος.
そして、衣服の上の装飾についても、玉座の周囲に施されているいかなる細工についても、鉄や膠によって接合された他の石の部分は全くなく、すべては一つの石である。
οὗτος οὐκ ἐσεκομίσθη σφίσιν ὁ λίθος, ἀλλὰ κατὰ ὄψιν ὀνείρατος λέγουσιν αὐτὸν ἐξευρεῖν ἐντὸς τοῦ περιβόλου τὴν γῆν ὀρύξαντες.
この石は彼らのもとに外部から運び込まれたのではなく、夢の告げに従って、囲い地の内部で地面を掘り起こして見つけ出したのだと彼らは言っている。
τῶν δὲ ἀγαλμάτων ἐστὶν ἑκατέρου μέγεθος κατὰ τὸ Ἀθήνῃσιν ἄγαλμα μάλιστα τῆς Μητρός·
神像のそれぞれの大きさは、アテナイにある母神の神像とほぼ同じである。
§8.37.4Δαμοφῶντος δὲ καὶ ταῦτα ἔργα.
これらもまたダモポンの作品である。
ἡ μὲν οὖν Δημήτηρ δᾷδα ἐν δεξιᾷ φέρει, τὴν δὲ ἑτέραν χεῖρα ἐπιβέβληκεν ἐπὶ τὴν Δέσποιναν·
さて、デメテルは右手に松明を持ち、もう一方の手をデスポイナの上に置いている。
ἡ δὲ Δέσποινα σκῆπτρόν τε καὶ τὴν καλουμένην κίστην ἐπὶ τοῖς γόνασιν ἔχει, τῆς δὲ ἔχεται τῇ δεξιᾷ τῆς κίστης.
一方、デスポイナは笏と、いわゆる籠を膝の上に載せており、右手でその籠を掴んでいる。
τοῦ θρόνου δὲ ἑκατέρωθεν Ἄρτεμις μὲν παρὰ τὴν Δήμητρα ἕστηκεν ἀμπεχομένη δέρμα ἐλάφου καὶ ἐπὶ τῶν ὤμων φαρέτραν ἔχουσα, ἐν δὲ ταῖς χερσὶ τῇ μὲν λαμπάδα ἔχει, τῇ δὲ δράκοντας δύο.
玉座の両側には、デメテルの側にはアルテミスが立っており、彼女は鹿の皮を身にまとい、肩には矢筒を背負い、両手には一方に松明を、他方には二匹の蛇を持っている。
παρὰ δὲ τὴν Ἄρτεμιν κατάκειται κύων, οἷαι θηρεύειν εἰσὶν ἐπιτήδειοι.
アルテミスのそばには、狩猟に適した種類の犬が横たわっている。
§8.37.5πρὸς δὲ τῆς Δεσποίνης τῷ ἀγάλματι ἕστηκεν Ἄνυτος σχῆμα ὡπλισμένου παρεχόμενος·
デスポイナの神像の近くには、武装した姿をしたアニュトスが立っている。
φασὶ δὲ οἱ περὶ τὸ ἱερὸν τραφῆναι τὴν Δέσποιναν ὑπὸ τοῦ Ἀνύτου, καὶ εἶναι τῶν Τιτάνων καλουμένων καὶ τὸν Ἄνυτον.
聖所の周りの人々は、デスポイナがアニュトスによって育てられ、アニュトスもいわゆるティタン神族の一人であると言っている。
Τιτᾶνας δὲ πρῶτος ἐς ποίησιν ἐσήγαγεν Ὅμηρος, θεοὺς εἶναι σφᾶς ὑπὸ τῷ καλουμένῳ Ταρτάρῳ, καὶ ἔστιν ἐν Ἥρας ὅρκῳ τὰ ἔπη·
ティタンたちを詩の中に最初に導入したのはホメロスであり、彼らがいわゆるタルタロスの下にいる神々であるとした。 その詩句はヘラへの誓いのうちにある。
παρὰ δὲ Ὁμήρου Ὀνομάκριτος παραλαβὼν τῶν Τιτάνων τὸ ὄνομα Διονύσῳ τε συνέθηκεν ὄργια καὶ εἶναι τοὺς Τιτᾶνας τῷ Διονύσῳ τῶν παθημάτων ἐποίησεν αὐτουργούς.
ホメロスからティタンたちの名を受け継いだオノマクリトスは、ディオニュソスのための秘儀を組織し、ティタンたちをディオニュソスの受難の直接の実行者とした。

語釈・文法注

  1. 8.37.1ἰόντων δὲ — 主語(「人々が」など)が省略された現在分詞複数属格による独立分詞属格構造。文脈上、「神殿へ進んでいくと」という意味を表す。
  2. 8.37.2μὴ ἂν σφαλῆναι ... εἰ ... ἐπείθετο — 碑文の内容を示す対格不定詞句。条件節が εἰ + 直説法未完了過去(ἐπείθετο)、帰結節が ἂν + 不定詞(σφαλῆναι)で構成される、過去の事実に反する反実仮想の条件文の間接話法形式である。
  3. 8.37.4τῆς δὲ ἔχεται τῇ δεξιᾷ τῆς κίστης — 動詞 ἔχομαι(ἔχω の中動態)は「〜を掴む、握る」という意味で属格を支配する。ここでは τῆς κίστης(籠)がその目的語であり、前方の τῆς δὲ は指示代名詞としてそれを受け、あるいは先取りしている。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §8.37.1-8.37.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:8.37.1-8.37.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。