§8.34.1ἐκ δὲ Μεγάλης πόλεως ἰόντι ἐς Μεσσήνην καὶ σταδίους μάλιστα προελθόντι ἑπτά, ἔστιν ἐν ἀριστερᾷ τῆς λεωφόρου θεῶν ἱερόν.
メガロポリスからメッセネへと向かい、およそ7スタディオン進むと、街道の左側に女神たちの神殿がある。
καλοῦσι δὲ καὶ αὐτὰς τὰς θεὰς καὶ τὴν χώραν τὴν περὶ τὸ ἱερὸν Μανίας·
人々は、その女神たち自身をも、また聖所の周辺の土地をもマニアスと呼んでいる。
δοκεῖν δέ μοι θεῶν τῶν Εὐμενίδων ἐστὶν ἐπίκλησις, καὶ Ὀρέστην ἐπὶ τῷ φόνῳ τῆς μητρός φασιν αὐτόθι μανῆναι.
しかし、私の考えでは、これはエウメニデスという神々の別名であり、オレステスが母親殺しの罪によって、この場所で狂気に陥ったと言われている。
§8.34.2οὐ πόρρω δὲ τοῦ ἱεροῦ γῆς χῶμά ἐστιν οὐ μέγα, ἐπίθημα ἔχον λίθου πεποιημένον δάκτυλον, καὶ δὴ καὶ ὄνομα τῷ χώματί ἐστι Δακτύλου μνῆμα·
その聖所からそう遠くないところに、それほど大きくない土の盛り土があり、石で造られた指の形をした蓋が載っている。 そして、その盛り土の名前は「指の記念碑」という。
ἐνταῦθα ἔκφρονα Ὀρέστην γενόμενον λέγουσιν ἕνα τῆς ἑτέρας τῶν χειρῶν ἀποφαγεῖν δάκτυλον.
ここで、オレステスが我を失った際に、両手のうちの一方の指を一本噛み切ったと言われている。
τούτῳ δέ ἐστιν ἕτερον συνεχὲς χωρίον Ἄκη καλούμενον, ὅτι ἐγένετο ἐν αὐτῷ τῆς νόσου τῷ Ὀρέστῃ τὰ ἰάματα·
これに隣接して、アケと呼ばれる別の場所がある。 なぜなら、そこにおいてオレステスの病の治療が行われたからである。
πεποίηται δὲ Εὐμενίσι καὶ αὐτόθι ἱερὸν.
そこにもまた、エウメニデスのために神殿が建てられている。
§8.34.3ταύτας τὰς θεάς, ἡνίκα τὸν Ὀρέστην ἔκφρονα ἔμελλον ποιήσειν, φασὶν αὐτῷ φανῆναι μελαίνας·
これらの女神たちは、オレステスを狂気に陥れようとしていたとき、彼の前に黒い姿で現れたと言われている。
ὡς δὲ ἀπέφαγε τὸν δάκτυλον, τὰς δὲ αὖθις δοκεῖν οἱ λευκὰς εἶναι, καὶ αὐτὸν σωφρονῆσαί τε ἐπὶ τῇ θέᾳ καὶ οὕτω ταῖς μὲν ἐνήγισεν ἀποτρέπων τὸ μήνιμα αὐτῶν, ταῖς δὲ ἔθυσε ταῖς λευκαῖς.
しかし、彼が自分の指を噛み切ると、今度は彼女たちが白い姿であるように彼に思われ、その光景を見て彼自身も正気に戻り、それゆえ一方には彼女たちの怒りをなだめるために犠牲を捧げ、他方の白い女神たちには犠牲を捧げた。
ὁμοῦ δὲ αὐταῖς καὶ Χάρισι θύειν νομίζουσι.
また、彼らは彼女たちと同時にカリスたちにも犠牲を捧げる習慣がある。
πρὸς δὲ τῷ χωρίῳ τοῖς Ἄκεσιν ἕτερόν ἐστιν Κουρεῖον ὀνομαζόμενον ἱερόν, ὅτι Ὀρέστης ἐνταῦθα ἐκείρατο τὴν κόμην, ἐπειδὴ ἐντὸς ἐγένετο αὑτοῦ·
アケスの場所の近くには、コウレイオンと呼ばれる別の神殿がある。 なぜなら、オレステスは正気に戻ったとき、ここで髪を切ったからである。
§8.34.4Πελοποννησίων δὲ οἱ τὰ ἀρχαῖα μνημονεύοντες πρότερα τῷ Ὀρέστῃ τὰ ἐν Ἀρκαδίᾳ γενέσθαι φασὶν ὑπὸ Ἐρινύων τῶν Κλυταιμνήστρας ἢ ἐν Ἀρείῳ πάγῳ τὴν κρίσιν, καὶ αὐτῷ κατήγορον οὐ τὸν Τυνδάρεων—περιεῖναι γὰρ οὐκέτι ἐκεῖνον—, Περίλαον δὲ ἐπιστῆναι δίκην ἐπὶ τῷ αἵματι τῆς μητρὸς αἰτοῦντα ἅτε ἀνεψιὸν τῆς Κλυταιμνήστρας·
ペロポネソス人のうち古い歴史を記憶している人々は、オレステスがクリュタイムネストラの復讐の女神たちによってアルカディアで被った出来事は、アレイオス・パゴスにおける裁判よりも前に起こったと言っており、また、彼の告発者はテュンダレオスではなく(なぜなら、彼はその時にはもう生存していなかったからである)、クリュタイムネストラの従兄弟であるペリラオスが、母親の血の代償を求めて裁判を執り行ったのだと言う。
Ἰκαρίου γὰρ παῖδα εἶναι Περίλαον, γενέσθαι δὲ ὕστερον καὶ θυγατέρας τῷ Ἰκαρίῳ.
なぜなら、ペリラオスはイカリオスの息子であり、イカリオスには後に娘たちも生まれたからである。
§8.34.5ἐκ Μανιῶν δὲ ὁδὸς ἐπὶ τὸν Ἀλφειόν ἐστιν ὅσον πέντε σταδίων καὶ δέκα·
マニアスからアルフェイオス川への道は、およそ15スタディオンである。
κατὰ τοῦτο Γαθεάτας ποταμὸς ἐκδίδωσιν ἐς τὸν Ἀλφειόν, ἐς δὲ τὸν Γαθεάταν πρότερον ἔτι κάτεισιν ὁ Καρνίων.
この地点で、ガテアタス川がアルフェイオス川へと流れ込んでいる。 そしてガテアタス川には、それよりさらに上流でカルニオン川が流れ下って合流する。
τούτῳ μὲν δὴ αἱ πηγαὶ γῆς εἰσι τῆς Αἰγύτιδος ὑπὸ τοῦ Ἀπόλλωνος τοῦ Κερεάτα τὸ ἱερόν, τῷ Γαθεάτᾳ δὲ τῆς Κρωμίτιδος χώρας ἐν Γαθέαις.
このカルニオン川の源流は、アイギュティス地方の、アポロン・ケレアタスの神殿の下にあり、ガテアタス川の源流はクロミティス地方のガテアイにある。
§8.34.6ἡ δὲ Κρωμῖτις ἀνωτέρω τοῦ Ἀλφειοῦ σταδίους ὡς τεσσαράκοντά ἐστι, καὶ ἐν αὐτῇ πόλεως Κρώμων οὐ παντάπασι τὰ ἐρείπια ἦν ἐξίτηλα.
クロミティス地方は、アルフェイオス川から上方に約40スタディオンのところにあり、その地には、クローモイという都市の廃墟が完全に消え去ってしまわずに残っていた。
ἐκ δὲ Κρώμων ὡς εἴκοσι στάδιά ἐστιν ἐπὶ Νυμφάδα·
クローモイからニムファスまでは約20スタディオンである。
καταρρεῖται δὲ ὕδατι καὶ δένδρων ἀνάπλεώς ἐστιν ἡ Νυμφάς.
このニムファスは、水が豊かに流れ、樹木が生い茂っている。
καὶ ἀπʼ αὐτῆς στάδια εἴκοσί ἐστιν ἐπὶ τὸ Ἑρμαῖον, ἐς ὃ Μεσσηνίοις καὶ Μεγαλοπολίταις εἰσὶν ὅροι·
そしてそこからヘルマイオンまでは20スタディオンであり、そこはメッセネ人とメガロポリス人との境界になっている。
πεποίηνται δὲ αὐτόθι καὶ Ἑρμῆν ἐπὶ στήλῃ.
そこには石柱の上のヘルメス像も建てられている。