§8.34.1ἐκ δὲ Μεγάλης πόλεως ἰόντι ἐς Μεσσήνην καὶ σταδίους μάλιστα προελθόντι ἑπτά, ἔστιν ἐν ἀριστερᾷ τῆς λεωφόρου θεῶν ἱερόν.
从麦加洛波利斯前往美塞尼亚,前行大约七个斯塔德,在公路的左侧有一座女神们的圣所。
καλοῦσι δὲ καὶ αὐτὰς τὰς θεὰς καὶ τὴν χώραν τὴν περὶ τὸ ἱερὸν Μανίας·
人们将这些女神本身以及圣所周围的地区都称为玛尼亚。
δοκεῖν δέ μοι θεῶν τῶν Εὐμενίδων ἐστὶν ἐπίκλησις, καὶ Ὀρέστην ἐπὶ τῷ φόνῳ τῆς μητρός φασιν αὐτόθι μανῆναι.
在我看来,这是对复仇女神的一种称号。 据说奥雷斯特斯因杀害母亲而在此处发狂。
§8.34.2οὐ πόρρω δὲ τοῦ ἱεροῦ γῆς χῶμά ἐστιν οὐ μέγα, ἐπίθημα ἔχον λίθου πεποιημένον δάκτυλον, καὶ δὴ καὶ ὄνομα τῷ χώματί ἐστι Δακτύλου μνῆμα·
离圣所不远处有一个不大的土冢,上面放着一个用石头制成的指头作为盖石。 事实上,这个土冢的名字就叫“指头冢”。
ἐνταῦθα ἔκφρονα Ὀρέστην γενόμενον λέγουσιν ἕνα τῆς ἑτέρας τῶν χειρῶν ἀποφαγεῖν δάκτυλον.
据说在这里,奥雷斯特斯在发狂时咬掉了自己一只手的一根手指。
τούτῳ δέ ἐστιν ἕτερον συνεχὲς χωρίον Ἄκη καλούμενον, ὅτι ἐγένετο ἐν αὐτῷ τῆς νόσου τῷ Ὀρέστῃ τὰ ἰάματα·
与此相邻的是另一个被称为阿克的地方,因为奥雷斯特斯在此处得到了疾病的治疗。
πεποίηται δὲ Εὐμενίσι καὶ αὐτόθι ἱερὸν.
在此处也为复仇女神建立了一座圣所。
§8.34.3ταύτας τὰς θεάς, ἡνίκα τὸν Ὀρέστην ἔκφρονα ἔμελλον ποιήσειν, φασὶν αὐτῷ φανῆναι μελαίνας· ὡς δὲ ἀπέφαγε τὸν δάκτυλον, τὰς δὲ αὖθις δοκεῖν οἱ λευκὰς εἶναι, καὶ αὐτὸν σωφρονῆσαί τε ἐπὶ τῇ θέᾳ καὶ οὕτω ταῖς μὲν ἐνήγισεν ἀποτρέπων τὸ μήνιμα αὐτῶν, ταῖς δὲ ἔθυσε ταῖς λευκαῖς.
据说,这些女神在企图使奥雷斯特斯发狂时,在他面前呈现为黑色;但当他咬掉手指后,她们在他眼里又显得变白了,而他自己一见到这幅景象便恢复了理智,于是他向黑色的女神献祭以平息她们的愤怒,又向白色的女神献祭。
ὁμοῦ δὲ αὐταῖς καὶ Χάρισι θύειν νομίζουσι.
人们习惯将她们与美惠三女神一同祭祀。
πρὸς δὲ τῷ χωρίῳ τοῖς Ἄκεσιν ἕτερόν ἐστιν Κουρεῖον ὀνομαζόμενον ἱερόν, ὅτι Ὀρέστης ἐνταῦθα ἐκείρατο τὴν κόμην, ἐπειδὴ ἐντὸς ἐγένετο αὑτοῦ·
在名为阿克斯的地方附近,有另一座被称为库雷翁的圣所,因为奥雷斯特斯在恢复理智后在此处剪去了头发。
§8.34.4Πελοποννησίων δὲ οἱ τὰ ἀρχαῖα μνημονεύοντες πρότερα τῷ Ὀρέστῃ τὰ ἐν Ἀρκαδίᾳ γενέσθαι φασὶν ὑπὸ Ἐρινύων τῶν Κλυταιμνήστρας ἢ ἐν Ἀρείῳ πάγῳ τὴν κρίσιν, καὶ αὐτῷ κατήγορον οὐ τὸν Τυνδάρεων—περιεῖναι γὰρ οὐκέτι ἐκεῖνον—, Περίλαον δὲ ἐπιστῆναι δίκην ἐπὶ τῷ αἵματι τῆς μητρὸς αἰτοῦντα ἅτε ἀνεψιὸν τῆς Κλυταιμνήστρας·
而在伯罗奔尼撒人中,那些铭记古老历史的人说,克吕泰涅斯特拉的复仇女神在阿卡迪亚给奥雷斯特斯带来的灾祸,要早于阿雷奥帕古斯山上的审判;且控告他的并不是廷达瑞奥斯——因为他们说他当时已不在人世——而是克吕泰涅斯特拉的表弟培里劳斯,他作为克吕泰涅斯特拉的亲属要求为他母亲的血债讨回公道。
Ἰκαρίου γὰρ παῖδα εἶναι Περίλαον, γενέσθαι δὲ ὕστερον καὶ θυγατέρας τῷ Ἰκαρίῳ.
因为他们说培里劳斯是伊卡里奥斯的儿子,而伊卡里奥斯后来也生了女儿。
§8.34.5ἐκ Μανιῶν δὲ ὁδὸς ἐπὶ τὸν Ἀλφειόν ἐστιν ὅσον πέντε σταδίων καὶ δέκα· κατὰ τοῦτο Γαθεάτας ποταμὸς ἐκδίδωσιν ἐς τὸν Ἀλφειόν, ἐς δὲ τὸν Γαθεάταν πρότερον ἔτι κάτεισιν ὁ Καρνίων.
从玛尼亚到阿尔菲奥斯河的道路大约有十五个斯塔德;在此处,加忒阿塔斯河汇入阿尔菲奥斯河,而在流入加忒阿塔斯河之前,卡尔尼翁河就已注入其中。
τούτῳ μὲν δὴ αἱ πηγαὶ γῆς εἰσι τῆς Αἰγύτιδος ὑπὸ τοῦ Ἀπόλλωνος τοῦ Κερεάτα τὸ ἱερόν, τῷ Γαθεάτᾳ δὲ τῆς Κρωμίτιδος χώρας ἐν Γαθέαις.
卡尔尼翁河的源头在埃吉提斯地区,位于克雷亚塔斯阿波罗神庙下方;而加忒阿塔斯河的源头在克罗米蒂斯地区的加忒阿埃。
§8.34.6ἡ δὲ Κρωμῖτις ἀνωτέρω τοῦ Ἀλφειοῦ σταδίους ὡς τεσσαράκοντά ἐστι, καὶ ἐν αὐτῇ πόλεως Κρώμων οὐ παντάπασι τὰ ἐρείπια ἦν ἐξίτηλα.
克罗米蒂斯地区在阿尔菲奥斯河上方大约四十个斯塔德,在其中,克罗米城的废墟尚未完全消失。
ἐκ δὲ Κρώμων ὡς εἴκοσι στάδιά ἐστιν ἐπὶ Νυμφάδα· καταρρεῖται δὲ ὕδατι καὶ δένδρων ἀνάπλεώς ἐστιν ἡ Νυμφάς.
从克罗米到尼姆法斯大约有二十个斯塔德;尼姆法斯水源充沛,树木茂密。
καὶ ἀπʼ αὐτῆς στάδια εἴκοσί ἐστιν ἐπὶ τὸ Ἑρμαῖον, ἐς ὃ Μεσσηνίοις καὶ Μεγαλοπολίταις εἰσὶν ὅροι· πεποίηνται δὲ αὐτόθι καὶ Ἑρμῆν ἐπὶ στήλῃ.
从那里到赫尔迈翁大约有二十个斯塔德,这是美塞尼亚人与麦加洛波利斯人之间的边界;他们还在那里立起了一个柱雕赫尔墨斯像。