Humanitext Reader

パウサニアス · ギリシア案内記 §8.35.1-8.35.10

メガロポリスからカルナシオンと各地への道

342 / 465 箇所 · ギリシア語

要旨

メガロポリスからカルナシオン、ラケダイモン、およびアルカディア内部の各地域へ至る道について、道中の河川や境界標、遺跡、神殿、リュカオンの子らの伝承が紹介される。

§8.35.1αὕτη μὲν ἐπὶ Μεσσήνην, ἑτέρα δὲ ὁδὸς ἐκ Μεγάλης πόλεως ἐπὶ Καρνάσιον ἄγει τὸ Μεσσηνίων· καὶ ταύτῃ πρῶτα μέν σε ὁ Ἀλφειὸς ἐκδέξεται, καθότι καὶ Μαλοῦς καὶ ὁ Σκῦρος ἐς αὐτὸν κατέρχονται προανακοινωσάμενοι τὸ ῥεῦμα. αὐτόθεν δὲ ἔχων τὸν Μαλοῦντα ἐν δεξιᾷ μετὰ σταδίους ὡς τριάκοντα διαβήσῃ τε αὐτὸν καὶ ἀναβήσῃ διʼ ὁδοῦ προσαντεστέρας ἐς χωρίον καλούμενον Φαιδρίαν. §8.35.2Φαιδρίου δὲ ὡς πέντε ἀπέχει καὶ δέκα σταδίους τὸ κατὰ Δέσποιναν ὀνομαζόμενον Ἑρμαῖον· ὅροι Μεσσηνίων πρὸς Μεγαλοπολίτας καὶ οὗτοι, καὶ ἀγάλματα οὐ μεγάλα Δεσποίνης τε καὶ Δήμητρος, ἔτι δὲ καὶ Ἑρμοῦ πεποίηται καὶ Ἡρακλέους· δοκεῖν δέ μοι καὶ τὸ ὑπὸ Δαιδάλου ποιηθὲν τῷ Ἡρακλεῖ ξόανον ἐν μεθορίῳ τῆς Μεσσηνίας καὶ Ἀρκάδων ἐνταῦθα εἱστήκει. §8.35.3ἡ δὲ ἐς Λακεδαίμονα ἐκ Μεγάλης πόλεως ὁδὸς ἐπὶ μὲν τὸν Ἀλφειὸν στάδιοι τριάκοντά εἰσιν, ἀπὸ δὲ τοῦδε παρὰ ποταμὸν ὁδεύσας Θειοῦντα—κάτεισι δὲ καὶ ὁ Θειοῦς οὗτος ἐς τὸν Ἀλφειόν—, ἀπολιπὼν οὖν τὸν Θειοῦντα ἐν ἀριστερᾷ σταδίοις ἀπὸ τοῦ Ἀλφειοῦ τεσσαράκοντα ἥξεις μάλιστα ἐς Φαλαισίας· ἀπέχουσι δὲ αἱ Φαλαισίαι σταδίους εἴκοσι τοῦ Ἑρμαίου τοῦ κατὰ Βελεμίναν. §8.35.4λέγουσι μὲν δὴ οἱ Ἀρκάδες τὴν Βελεμίναν τῆς σφετέρας οὖσαν τὸ ἀρχαῖον ἀποτεμέσθαι Λακεδαιμονίους· λέγειν δὲ οὐκ εἰκότα ἐφαίνοντό μοι καὶ ἄλλων ἕνεκα καὶ μάλιστα ὅτι μοι δοκοῦσι Θηβαῖοι μηδʼ ἂν τοῦτο ἐλασσουμένους περιιδεῖν τοὺς Ἀρκάδας, εἴ σφισιν ἔσεσθαι σὺν τῷ δικαίῳ τὸ ἐπανόρθωμα ἔμελλεν. §8.35.5εἰσὶ δὲ ἐκ Μεγάλης πόλεως καὶ ἐς τὰ χωρία ὁδοὶ τὰ ἐντὸς Ἀρκαδίας, ἐς μὲν Μεθύδριον ἑβδομήκοντα στάδιοι καὶ ἑκατόν, τρισὶ δὲ ἀπὸ Μεγάλης πόλεως ἀπωτέρω σταδίοις καὶ δέκα Σκιάς τε καλούμενον χωρίον καὶ Ἀρτέμιδος Σκιάτιδος ἐρείπιά ἐστιν ἱεροῦ· ποιῆσαι δὲ αὐτὸ ἐλέγετο Ἀριστόδημος ὁ τυραννήσας. ἐντεῦθεν μετὰ σταδίους ὡς δέκα πόλεως Χαρισιῶν ὑπομνήματά ἐστιν οὐ πολλά, σταδίων δὲ ἄλλων δέκα ἐστὶν ἀπὸ Χαρισιῶν ἐς Τρικολώνους ὁδός. §8.35.6πόλις δὲ ἦσαν καὶ οἱ Τρικόλωνοί ποτε· μένει δὲ αὐτόθι καὶ ἐς ἡμᾶς ἔτι ἐπὶ λόφου Ποσειδῶνος ἱερὸν καὶ ἄγαλμα τετράγωνον, καὶ δένδρων περὶ τὸ ἱερόν ἐστιν ἄλσος. ταύταις μὲν δὴ οἱ Λυκάονος παῖδες ἐγένοντο οἰκισταί, Ζοιτίαν δὲ ἀπωτέρω μὲν Τρικολώνων πέντε που καὶ δέκα σταδίοις, κειμένην δὲ οὐ κατʼ εὐθὺ ἀλλʼ ἐκ Τρικολώνων ἐν ἀριστερᾷ, Ζοιτέα οἰκίσαι τὸν Τρικολώνου λέγουσι· Παρωρεὺς δὲ ὁ νεώτερος Τρικολώνου τῶν παίδων Παρωρίαν καὶ οὗτος ἔκτισεν, ἀπέχουσαν Ζοιτίας σταδίους δέκα. §8.35.7ἔρημοι δὲ ἐς ἐμὲ ἦσαν ἀμφότεραι· μένει δὲ ἐν Ζοιτίᾳ Δήμητρος ναὸς καὶ Ἀρτέμιδος. ἐρείπια δὲ πόλεων καὶ ἄλλα, Θυραίου μὲν σταδίοις πέντε ἀπωτέρω Παρωρίας καὶ δέκα, τὰ δὲ Ὑψοῦντός ἐστιν ἐν ὄρει κειμένῳ μὲν ὑπὲρ τοῦ πεδίου, καλουμένῳ δὲ Ὑψοῦντι. ἡ δὲ Θυραίου τε καὶ Ὑψοῦντος μεταξὺ ὀρεινὴ πᾶσά ἐστι καὶ θηριώδης· Λυκάονος δὲ εἶναι Θυραῖόν τε καὶ Ὑψοῦντα προεδήλωσεν ἡμῖν ὁ λόγος. §8.35.8Τρικολώνων δέ ἐστιν ἐν δεξιᾷ πρῶτα μὲν ἀνάντης ὁδὸς ἐπὶ πηγὴν καλουμένους Κρουνούς· σταδίους δὲ ὡς τριάκοντα καταβάντι ἐκ Κρουνῶν τάφος ἐστὶ Καλλιστοῦς, χῶμα γῆς ὑψηλόν, δένδρα ἔχον πολλὰ μὲν τῶν ἀκάρπων, πολλὰ δὲ καὶ ἥμερα. ἐπὶ δὲ ἄκρῳ τῷ χώματι ἱερόν ἐστιν Ἀρτέμιδος ἐπίκλησιν Καλλίστης· δοκεῖν δέ μοι καὶ Πάμφως μαθών τι παρὰ Ἀρκάδων πρῶτος Ἄρτεμιν ἐν τοῖς ἔπεσιν ὠνόμασε Καλλίστην. §8.35.9σταδίους δὲ αὐτόθεν μὲν πέντε καὶ εἴκοσι, Τρικολώνων δὲ ἑκατὸν τοὺς σύμπαντας ἀπέχουσα ἐπί γε τοῦ Ἑλισσόντος, κατὰ δὲ τὴν εὐθεῖαν Μεθυδρίου—αὕτη γὰρ δὴ ἐκ Τρικολώνων ἔτι λείπεται—Ἀνεμῶσά τέ ἐστι χωρίον καὶ ὄρος Φάλανθον, ἐν αὐτῷ δὲ ἐρείπιά ἐστι Φαλάνθου πόλεως· Ἀγελάου δὲ τοῦ Στυμφήλου παῖδα εἶναι τὸν Φάλανθον λέγουσιν. §8.35.10ὑπὲρ τούτου δὲ πεδίον τέ ἐστι Πώλου καλούμενον καὶ μετʼ αὐτὸ Σχοινοῦς, ἀπὸ ἀνδρὸς Βοιωτοῦ Σχοινέως ἔχων τὴν κλῆσιν. εἰ δὲ ὁ Σχοινεὺς ἀπεδήμησεν οὗτος παρὰ τοὺς Ἀρκάδας, εἶεν ἂν καὶ οἱ τῆς Ἀταλάντης δρόμοι σύνεγγυς τῷ Σχοινοῦντι ὄντες ἀπὸ τῆς τούτου θυγατρὸς τὸ ὄνομα εἰληφότες. ἑξῆς δέ ἐστιν ἐμοὶ δοκεῖν καλούμενον, καὶ τοῖς πᾶσιν Ἀρκαδίαν εἶναι τὴν χώραν φασὶν ἐνταῦθα.
これはメッセネへ至る道であるが、メガロポリスからのもう一つの道はメッセネ人のカルナシオンへと通じている。そしてこの道では、まずアルフェイオス川があなたを迎えるだろう。そこではマロウス川とスキュロス川が、あらかじめその流れを合流させた上で、アルフェイオス川へと流れ込んでいる。そこからマロウス川を右手に見て、約三十スタディオン進んだ後にその川を渡り、より険しい上り坂を通ってファイドリアと呼ばれる場所へと登ることになる。ファイドリアから約十五スタディオン離れたところに、デスポイナにちなんで名付けられたヘルマイオンがある。これらもまたメッセネ人とメガロポリス人との境界であり、そこにはデスポイナとデメテル、さらにはヘルメスとヘラクレスの大きくない神像が造られている。また、私の考えでは、ダイダロスがヘラクレスのために制作した木彫神像も、メッセニアとアルカディアの境界地帯であるこの場所に立っていたと思われる。メガロポリスからラケダイモンへ至る道は、アルフェイオス川までは三十スタディオンである。そしてここからテイオス川(このテイオス川もまたアルフェイオス川へと流れ込んでいる)に沿って進み、テイオス川を左手に残して、アルフェイオス川から約四十スタディオン行くと、ファライシアイに到着する。ファライシアイは、ベレミナの近くにあるヘルマイオンから二十スタディオン離れている。アルカディア人たちは、もともと自分たちの領土であったベレミナをラケダイモン人たちが切り取って奪ったと言っている。しかし、彼らの言うことは他の理由からも私にはありそうにないことに思われた。何よりも、もし正義にかなった是正がなされるはずであったなら、テーバイ人たちがアルカディア人たちのこのような不利益を黙って見過ごしたはずがないと私は思うからである。メガロポリスからはアルカディア内部の各地へ至る道もあり、メテュドリオンまでは百七十スタディオンである。吸引メガロポリスから十三スタディオン進んだところにはスキアと呼ばれる場所があり、スキアティス・アルテミスの聖所の廃墟がある。それは、僭主であったアリストデモスが建てたと言われている。そこから約十スタディオン進むと、ハリシアイの町のわずかな遺跡があり、ハリシアイからトリコロノイまではさらに十スタディオンの道である。トリコロノイもかつては町であった。そこには今日でもなお、丘の上にポセイドンの聖所と四角い神像が残っており、聖所の周囲には樹木の茂る神林がある。これらの町は実にリュカオンの息子たちが創建者となったが、トリコロノイから約十五スタディオン離れ、直線ではなくトリコロノイから左手に位置するゾイティアは、トリコロノスの息子ゾイテウスが創建したと言われている。トリコロノスの息子たちのうち、より若いパロレウスもまたパロリアを創建したが、ここはゾイティアから十スタディオン離れている。私の時代には両方とも荒廃していた。しかしゾイティアにはデメテルとアルテミスの神殿が残っている。また、他の町の廃墟もあり、ティライオンのものはパロリアから十五スタディオン離れたところにあり、ヒュプソウスのものは平原の上方にそびえるヒュプソウスと呼ばれる山の上にある。ティライオンとヒュプソウスの間の地域は、すべて山地であり野獣が横行している。ティライオスとヒュプソウスがリュカオンの息子たちであったことは、先ほどの記述がすでに私達に示している。トリコロノイの右側には、まずクルノイと呼ばれる泉へと登る道がある。クルノイから約三十スタディオン下るとカリストの墓があり、これは高い土塚で、実を結ばない多くの木々や、また多くの栽培された木々が植えられている。土塚の頂上には、カリステという異名を持つアルテミスの聖所がある。私の考えでは、パンポスもアルカディア人から何かを学び、その詩の中でアルテミスを最初に「カリステ」と呼んだのだと思われる。そこから二十五スタディオン、トリコロノイからは合計で百スタディオン離れたヘリッソン川のほとりに、そしてメテュドリオンへの直線道路(この道はトリコロノイから今なお残っているからである)の上に、アネモサと呼ばれる場所とファラントス山があり、その山上にはファラントス市の廃墟がある。ファラントスは、スティンファロスの息子アゲラオスの子供であると言われている。この上方にはポロスと呼ばれる平原があり、その次にはボイオティア人スコイネウスからその名を取ったスコイノウスがある。もしこのスコイネウスがアルカディア人のもとへ移住したのであるなら、スコイノウスの近くにあるアタランテの競技場も、彼の娘からその名を得たのであろう。その次には、私の考えでは[欠文]と呼ばれる場所があり、人々はここにおいて全土がアルカディアであると言っている。

語釈・文法注

  1. §8.35.1προανακοινωσάμενοι — 分詞 προανακοινωσάμενοι は主格複数で、主語である二つの川(Malous と Scyrus)を指す。「互いに流れ(τὸ ῥεῦμα)をあらかじめ交わらせて」という意味。
  2. §8.35.2δοκεῖν δέ μοι — 独立不定詞(絶対不定詞)の用法で、「私の考えでは」「私に思われることには」という挿入句として機能している。
  3. §8.35.4λέγειν δὲ οὐκ εἰκότα ἐφαίνοντό μοι — 動詞 ἐφαίνοντο は三人称複数であり、主語は前文の「アルカディア人たち(οἱ Ἀρκάδες)」である。直訳すると「彼らはもっともらしくないことを言っているように私に思われた」となる。
  4. §8.35.4μηδʼ ἂν τοῦτο ἐλασσουμένους περιιδεῖν τοὺς Ἀρκάδας — 助辞 ἄν と不定詞 περιιδεῖν (περιοράω 「見過ごす」の非現在時制)の結合。全体として、条件文の帰結節が不定詞句になったもので、反実仮想「〜を見過ごすことはなかっただろう」を表す。περιιδεῖν の意味上の主語は「テーバイ人(Θηβαῖοι)」、分詞 ἐλασσουμένους の意味上の主語は「アルカディア人(τοὺς Ἀρκάδας)」である。
  5. §8.35.10εἶεν ἂν ... εἰληφότες — 完了分詞 εἰληφότες と助辞 ἄν を伴う希求法 εἶεν による迂言的完了希求法。過去の事実に対する潜在的な推量(「〜したであろう」「〜であったかもしれない」)を表す。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §8.35.1-8.35.10. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:8.35.1-8.35.10

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。