§8.33.1εἰ δὲ ἡ Μεγάλη πόλις προθυμίᾳ τε τῇ πάσῃ συνοικισθεῖσα ὑπὸ Ἀρκάδων καὶ ἐπὶ μεγίσταις τῶν Ἑλλήνων ἐλπίσιν ἐς αὐτὴν κόσμον τὸν ἅπαντα καὶ εὐδαιμονίαν τὴν ἀρχαίαν ἀφῄρηται καὶ τὰ πολλά ἐστιν αὐτῆς ἐρείπια ἐφʼ ἡμῶν, θαῦμα οὐδὲν ἐποιησάμην, εἰδὼς τὸ δαιμόνιον νεώτερα ἀεί τινα ἐθέλον ἐργάζεσθαι, καὶ ὁμοίως τὰ πάντα τά τε ἐχυρὰ καὶ τὰ ἀσθενῆ καὶ τὰ γινόμενά τε καὶ ὁπόσα ἀπόλλυνται μεταβάλλουσαν τὴν τύχην, καὶ ὅπως ἂν αὐτῇ παριστῆται μετὰ ἰσχυρᾶς ἀνάγκης ἄγουσαν.
しかし、もしメガロポリスが、アルカディア人たちによってあらゆる熱意を傾けて集住され、ギリシア人たちの間で最大の期待を背負って建設されたにもかかわらず、その装飾のすべてと昔の繁栄を奪われ、私たちの時代にはその大部分が廃墟となっているとしても、私は何ら驚きはしなかった。 それは、神霊が常に何か新しいものを生み出すことを望んでいることを私が知っており、同様に、強固なものも弱いものも、生じつつあるものも滅びつつあるものも、すべてのものを運命が変化させ、また強い必然性をもって自らに都合の良いように導いていることを知っているからである。
§8.33.2Μυκῆναι μέν γε, τοῦ πρὸς Ἰλίῳ πολέμου τοῖς Ἕλλησιν ἡγησαμένη, καὶ Νῖνος, ἔνθα ἦν Ἀσσυρίοις βασίλεια, καὶ Βοιώτιαι Θῆβαι προστῆναι τοῦ Ἑλληνικοῦ ποτε ἀξιωθεῖσαι, αἱ μὲν ἠρήμωνται πανώλεθροι, τὸ δὲ ὄνομα τῶν Θηβῶν ἐς ἀκρόπολιν μόνην καὶ οἰκήτορας καταβέβηκεν οὐ πολλούς.
すなわち、トロイア戦争においてギリシア人を率いたマイケナイ、アッシリア人の王宮があったニノス、そしてかつてギリシア全体の指導者となるにふさわしいとされたボイオティアのテーベは、あるものは完全に滅びて荒廃し、テーベの名は今やアクロポリスのみ、そして少数の住民へと零落してしまっている。
τὰ δὲ ὑπερηρκότα πλούτῳ τὸ ἀρχαῖον, Θῆβαί τε αἱ Αἰγύπτιοι καὶ ὁ Μινύης Ὀρχομενὸς καὶ ἡ Δῆλος τὸ κοινὸν Ἑλλήνων ἐμπόριον, αἱ μὲν ἀνδρὸς ἰδιώτου μέσου δυνάμει χρημάτων καταδέουσιν ἐς εὐδαιμονίαν, ἡ Δῆλος δέ, ἀφελόντι τοὺς ἀφικνουμένους παρʼ Ἀθηναίων ἐς τοῦ ἱεροῦ τὴν φρουράν, Δηλίων γε ἕνεκα ἔρημός ἐστιν ἀνθρώπων.
また、かつて富においてずば抜けていたものたち、すなわちエジプトのテーベや、ミニュアスのオルコメノス、そしてギリシア人共通の交易地であったデロス島は、あるものは中等度の資力を持つ一私人の富にすら繁栄の点では及ばず、デロス島にいたっては、アテナイから神殿の警備のためにやってくる人々を除けば、デロス人自身に関する限り、人影のない荒地となっている。
§8.33.3Βαβυλῶνος δὲ τοῦ μὲν Βήλου τὸ ἱερὸν λείπεται, Βαβυλῶνος δὲ ταύτης, ἥντινα εἶδε πόλεων τῶν τότε μεγίστην ἥλιος, οὐδὲν ἔτι ἦν εἰ μὴ τεῖχος, καθὰ καὶ Τίρυνθος τῆς ἐν τῇ Ἀργολίδι.
バビロンについては、ベロスの神殿は残されているが、かつて太陽が見た当時の最大の都市であったこのバビロンには、アルゴリス地方のティリュンスと同様、壁のほかにはもはや何も残っていない。
ταῦτα μὲν δὴ ἐποίησεν ὁ δαίμων εἶναι τὸ μηδέν·
これらを神霊は無へと帰せしめたのである。
ἡ δὲ Ἀλεξάνδρου πόλις ἐν Αἰγύπτῳ καὶ ἡ Σελεύκου παρὰ τῷ Ὀρόντῃ χθές τε ᾠκισμέναι καὶ πρῴην ἐς τοσοῦτο ἐπιδεδώκασι μεγέθους καὶ εὐδαιμονίας, ὅτι σφᾶς ἡ τύχη δεξιοῦται.
一方で、エジプトのアレクサンドリアや、オロンテス川沿いのセレウコスの街は、昨日今日建設されたばかりであるにもかかわらず、運命が彼女たちを好意的に迎えているがゆえに、これほどまでの規模と繁栄へと成長を遂げた。
§8.33.4ἐπιδείκνυται δὲ καὶ ἐν τῷδε ἔτι τὴν ἰσχὺν μείζονα καὶ θαύματος πλείονος ἢ κατὰ συμφορὰς καὶ εὐπραγίας πόλεων·
また、運命は、都市の災厄や繁栄におけるよりも、さらに大きな、そしてより驚くべき力をここにおいて示している。
Λήμνου γὰρ πλοῦν ἀπεῖχεν οὐ πολὺν Χρύση νῆσος, ἐν ᾗ καὶ τῷ Φιλοκτήτῃ γενέσθαι συμφορὰν ἐκ τοῦ ὕδρου φασί· ταύτην κατέλαβεν ὁ κλύδων πᾶσαν, καὶ κατέδυ τε ἡ Χρύση καὶ ἠφάνισται κατὰ τοῦ βυθοῦ.
すなわち、レムノス島からそう遠くない航路の距離にクリュセという島があり、そこではフィロクテテスが水蛇によって災難に遭ったと言われているが、この島全体を波涛が襲い、クリュセは沈没して深海へと消え去ってしまった。
νῆσον δὲ ἄλλην καλουμένην Ἱερὰν τόνδε οὐκ ἦν χρόνον.
また、イエラと呼ばれる別の島は、当時は存在していなかった。
οὕτω μὲν τὰ ἀνθρώπινα πρόσκαιρά τε καὶ οὐδαμῶς ἐστιν ἐχυρά·
このように、人間の事象は一時的なものであり、決して確固たるものではないのである。