Humanitext Reader

保萨尼亚斯 · 希腊志 §8.33.1-8.33.4

麦加洛波利斯的衰败与古代城市的兴亡

第 340 段,共 465 段 · 希腊语

内容简介

以麦加洛波利斯的衰落为契机,保萨尼亚斯列举了历史上大城市的兴衰及地理变迁,阐述了人类事物的无常与命运的强大力量。

§8.33.1εἰ δὲ ἡ Μεγάλη πόλις προθυμίᾳ τε τῇ πάσῃ συνοικισθεῖσα ὑπὸ Ἀρκάδων καὶ ἐπὶ μεγίσταις τῶν Ἑλλήνων ἐλπίσιν ἐς αὐτὴν κόσμον τὸν ἅπαντα καὶ εὐδαιμονίαν τὴν ἀρχαίαν ἀφῄρηται καὶ τὰ πολλά ἐστιν αὐτῆς ἐρείπια ἐφʼ ἡμῶν, θαῦμα οὐδὲν ἐποιησάμην, εἰδὼς τὸ δαιμόνιον νεώτερα ἀεί τινα ἐθέλον ἐργάζεσθαι, καὶ ὁμοίως τὰ πάντα τά τε ἐχυρὰ καὶ τὰ ἀσθενῆ καὶ τὰ γινόμενά τε καὶ ὁπόσα ἀπόλλυνται μεταβάλλουσαν τὴν τύχην, καὶ ὅπως ἂν αὐτῇ παριστῆται μετὰ ἰσχυρᾶς ἀνάγκης ἄγουσαν.
但是,如果麦加洛波利斯——虽由阿卡迪亚人倾注全部热情联合建城,并在希腊人中寄予了最大的期望——如今却被剥夺了所有的光彩和昔日的繁荣,在我们的时代其大部分已成废墟,我也不感到丝毫惊异。 因为我知道,神圣的力量总是渴望创造出一些新的事物,而命运同样在改变着一切,无论是强是弱,是正在生成的还是正在消亡的,并且以强大的必然性,随其意愿引导着它们。
§8.33.2Μυκῆναι μέν γε, τοῦ πρὸς Ἰλίῳ πολέμου τοῖς Ἕλλησιν ἡγησαμένη, καὶ Νῖνος, ἔνθα ἦν Ἀσσυρίοις βασίλεια, καὶ Βοιώτιαι Θῆβαι προστῆναι τοῦ Ἑλληνικοῦ ποτε ἀξιωθεῖσαι, αἱ μὲν ἠρήμωνται πανώλεθροι, τὸ δὲ ὄνομα τῶν Θηβῶν ἐς ἀκρόπολιν μόνην καὶ οἰκήτορας καταβέβηκεν οὐ πολλούς.
例如,曾在对伊利翁的战争中统领希腊人的迈锡尼、曾有亚述人王宫的尼尼微,以及曾被认为配得上主持希腊大局的波奥蒂亚的底比斯,有的已经完全毁灭、荒无人烟,而底比斯之名如今已退缩到仅限于卫城和少数居民。
τὰ δὲ ὑπερηρκότα πλούτῳ τὸ ἀρχαῖον, Θῆβαί τε αἱ Αἰγύπτιοι καὶ ὁ Μινύης Ὀρχομενὸς καὶ ἡ Δῆλος τὸ κοινὸν Ἑλλήνων ἐμπόριον, αἱ μὲν ἀνδρὸς ἰδιώτου μέσου δυνάμει χρημάτων καταδέουσιν ἐς εὐδαιμονίαν, ἡ Δῆλος δέ, ἀφελόντι τοὺς ἀφικνουμένους παρʼ Ἀθηναίων ἐς τοῦ ἱεροῦ τὴν φρουράν, Δηλίων γε ἕνεκα ἔρημός ἐστιν ἀνθρώπων.
至于昔日在财富上冠绝一时的城市,如埃及的底比斯、米纽埃人的奥尔霍迈诺斯,以及作为希腊人共同商埠的德洛斯岛,有的在繁荣程度上甚至不及一个中等资力私人的财富,而德洛斯岛,如果除开那些从雅典来守卫圣所的人,就德洛斯人自身而言,已是荒无人烟。
§8.33.3Βαβυλῶνος δὲ τοῦ μὲν Βήλου τὸ ἱερὸν λείπεται, Βαβυλῶνος δὲ ταύτης, ἥντινα εἶδε πόλεων τῶν τότε μεγίστην ἥλιος, οὐδὲν ἔτι ἦν εἰ μὴ τεῖχος, καθὰ καὶ Τίρυνθος τῆς ἐν τῇ Ἀργολίδι.
关于巴比伦,贝洛斯的神庙虽然留存了下来,但这座昔日太阳所见的最大城市,如今除了城墙之外什么也没有留下,就像阿尔戈利斯地区的蒂林斯一样。
ταῦτα μὲν δὴ ἐποίησεν ὁ δαίμων εἶναι τὸ μηδέν· ἡ δὲ Ἀλεξάνδρου πόλις ἐν Αἰγύπτῳ καὶ ἡ Σελεύκου παρὰ τῷ Ὀρόντῃ χθές τε ᾠκισμέναι καὶ πρῴην ἐς τοσοῦτο ἐπιδεδώκασι μεγέθους καὶ εὐδαιμονίας, ὅτι σφᾶς ἡ τύχη δεξιοῦται.
神灵确实使这些城市归于虚无;而埃及的亚历山大城以及奥龙特斯河畔的塞琉古之城,虽说昨日和前日才刚建立,却因命运的眷顾,已经发展到了如此巨大的规模和繁荣程度。
§8.33.4ἐπιδείκνυται δὲ καὶ ἐν τῷδε ἔτι τὴν ἰσχὺν μείζονα καὶ θαύματος πλείονος ἢ κατὰ συμφορὰς καὶ εὐπραγίας πόλεων·
而且,命运在这一事件中展现出的力量,比在城市灾祸与繁荣中所展现的还要巨大,也更令人惊异。
Λήμνου γὰρ πλοῦν ἀπεῖχεν οὐ πολὺν Χρύση νῆσος, ἐν ᾗ καὶ τῷ Φιλοκτήτῃ γενέσθαι συμφορὰν ἐκ τοῦ ὕδρου φασί· ταύτην κατέλαβεν ὁ κλύδων πᾶσαν, καὶ κατέδυ τε ἡ Χρύση καὶ ἠφάνισται κατὰ τοῦ βυθοῦ.
因为离利姆诺斯岛航程不远处曾有一座克律塞岛,据说菲洛克特特斯曾在此处因水蛇而遭遇不幸;然而巨浪吞没了这整座岛屿,克律塞沉入海底,消失在深渊之中。
νῆσον δὲ ἄλλην καλουμένην Ἱερὰν τόνδε οὐκ ἦν χρόνον.
而另一座被称为伊埃拉的岛屿,在那个时候还不存在。
οὕτω μὲν τὰ ἀνθρώπινα πρόσκαιρά τε καὶ οὐδαμῶς ἐστιν ἐχυρά·
因此,人类的事物是转瞬即逝的,绝非稳固。

词汇与语法注释

  1. 8.33.1εἰδὼς τὸ δαιμόνιον... τὴν τύχην μεταβάλλουσαν... ἄγουσαν — 分词 εἰδώς(“因为知道”)带有一系列宾格加分词结构(而非不定式)作为其补足语。表达式 τὸ δαιμόνιον... ἐθέλον ἐργάζεσθαι(神圣力量渴望创造……)、τὴν τύχην... μεταβάλλουσαν(命运正在改变……)以及 ἄγουσαν(正在引导……)并列作为 εἰδώς 的直接宾语。
  2. 8.33.1ὅπως ἂν αὐτῇ παριστῆται — 带有虚拟语气 παριστῆται 的 ὅπως ἄν 从句。它作为状语从句,意为“随其意愿”或“以任何对她合适的方式”,强调了命运任意或主观的意志。
  3. 8.33.2ἀφελόντι — 与格分词 ἀφελόντι(源自 ἀφαιρέω)是“关系与格”或条件与格,意为“如果除去”或“如果把(从雅典来的人)排除在外”。
  4. 8.33.4τόνδε οὐκ ἦν χρόνον — 带有 οὐκ ἦν 的时间对格 τόνδε... χρόνον。它表示该岛在“那个时候”并不存在(暗示后来才出现)。

引用这一段

保萨尼亚斯, 希腊志 §8.33.1-8.33.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:8.33.1-8.33.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。