§7.7.1Ἑλλήνων δὲ οὐ τασσομένων τηνικαῦτα ἔτι ἐν κοινῷ, ἰδίᾳ δὲ ἑκάστων κατὰ σφᾶς συνισταμένων, οἱ Ἀχαιοὶ μάλιστα ἴσχυον·
ギリシア人たちが当時、もはや共同で結束することなく、各自が個別に自らの同盟を結んでいた中で、アカイア人が最も強力であった。
τυράννων τε γὰρ πλὴν Πελλήνης αἱ ἄλλαι πόλεις τὸν χρόνον ἅπαντα ἀπείρως ἐσχήκεσαν αἵ τε ἐκ πολέμων καὶ ἀπὸ τῆς νόσου συμφοραὶ τῆς λοιμώδους οὐκ ἐς τοσοῦτο Ἀχαιοῖς ἐφʼ ὅσον τοῖς ἄλλοις ἐγένοντο Ἕλλησι.
というのも、ペッレーネーを除いて、他の都市は常にまったく僭主を経験したことがなく、また戦争や伝染病から生じる災厄も、アカイア人には他のギリシア人に対するほど大きくは及ばなかったからである。
συνέδριόν τε οὖν Ἀχαϊκὸν καλούμενον καὶ ἀπὸ κοινοῦ λόγου βουλεύματά τε ἦν Ἀχαιοῖς καὶ τὰ ἔργα.
したがって、アカイア会議と呼ばれるものが存在し、アカイア人の決議も実行も、共同の議論に基づいて行われていた。
§7.7.2ἀθροίζεσθαι δὲ ἐς Αἴγιόν σφισιν ἔδοξεν·
彼らはアイギオンに集まることを決定した。
αὕτη γὰρ μετὰ Ἑλίκην ἐπικλυσθεῖσαν πόλεων ἐν Ἀχαΐᾳ τῶν ἄλλων δόξῃ προεῖχεν ἐκ παλαιοῦ καὶ ἴσχυεν ἐν τῷ τότε.
というのも、この都市は、ヘリケーが洪水に呑み込まれた後は、アカイアの他の都市の中で古くから名声において抜きんでており、当時において最も有力であったからである。
Ἑλλήνων δὲ τῶν λοιπῶν Σικυώνιοι συνεδρίου πρῶτοι τοῦ Ἀχαιῶν μετέσχον, μετὰ δὲ Σικυωνίους ἐσῄεσαν ἤδη καὶ τῶν ἄλλων Πελοποννησίων οἱ μὲν αὐτίκα, οἱ δὲ χρόνον τινὰ ἐπισχόντες·
残りのギリシア人の中では、シキュオーン人が最初にアカイア人の会議に参加し、シキュオーン人に続いて、他のペロポネソス人のうち、ある者はすぐに、ある者はしばらくの間待ってから、すでに参加するようになっていた。
τοὺς δὲ καὶ ἐκτὸς οἰκοῦντας τοῦ ἰσθμοῦ συντελεῖν ἐς Ἀχαιοὺς ἔπειθεν, ὅτι ἐς πλέον ἰσχύος προϊὸν ἑώρων ἀεὶ τὸ Ἀχαϊκόν.
また、地峡の外側に住む人々をもアカイア連邦に加わるよう説得したが、それはアカイアの勢力が常にさらに強力なものへと発展していくのを彼らが目にしたからである。
§7.7.3Λακεδαιμόνιοι δὲ Ἑλλήνων μόνοι διάφοροί τε Ἀχαιοῖς τὰ μάλιστα ἦσαν καὶ ἐκ τοῦ φανεροῦ πόλεμόν σφισιν ἐπῆγον.
しかし、ギリシア人の中でラケダイモーン人だけが、アカイア人と最も激しく対立し、公然と彼らに戦争を仕掛けた。
Πελλήνην μέν γε Ἀχαιῶν πόλιν Ἆγις εἷλεν ὁ Εὐδαμίδου βασιλεύων ἐν Σπάρτῃ, καὶ ἐξέπεσεν αὐτίκα ἐκ Πελλήνης ὑπὸ Ἀράτου καὶ Σικυωνίων·
実際、アカイアの都市ペッレーネーを、スパルタで王位にあったエウダミダスの子アギスが占領したが、彼は直ちにアラトスとシキュオーン人によってペッレーネーから追い払われた。
Κλεομένης δὲ ὁ Λεωνίδου τοῦ Κλεωνύμου, βασιλεὺς οἰκίας τῆς ἑτέρας, ἀντικαθημένους Ἄρατον καὶ Ἀχαιοὺς πρὸς Δύμῃ παρὰ πολύ τε ἐκράτησεν ἐλθόντας ἐς χεῖρας καὶ ὕστερον Ἀχαιοῖς καὶ Ἀντιγόνῳ συνέθετο εἰρήνην.
また、もう一方の王家の王である、クレオニュモスの子レオニダスの子クレオメネスは、デュメーの近くで対峙していたアラトスとアカイア人が交戦した際、彼らを圧倒し、後にアカイア人およびアンティゴノスと和平を締結した。
§7.7.4Ἀντίγονος δὲ οὗτος τηνικαῦτα ἀρχὴν τὴν Μακεδόνων εἶχεν, ἐπιτροπεύων Φίλιππον τὸν Δημητρίου παῖδα ἔτι ἡλικίαν ὄντα·
このアンティゴノスは、当時マケドニアの支配権を握っており、デメトリオスの子でまだ幼少であったフィリッポスを後見していた。
ἦν δὲ καὶ ἀνεψιὸς τῷ Φιλίππῳ καὶ μητρὶ αὐτοῦ συνῴκει.
彼はまたフィリッポスの従兄弟であり、その母と同居していた。
πρὸς τοῦτον οὖν τὸν Ἀντίγονον καὶ Ἀχαιοὺς ποιησάμενος ὁ Κλεομένης σπονδὰς καὶ αὐτίκα παραβὰς ὅσα ὤμοσεν ἠνδραποδίσατο Ἀρκάδων Μεγάλην πόλιν·
このアンティゴノスおよびアカイア人と誓約を結びながら、自ら誓ったことを直ちに違えて、クレオメネスはアルカディアのメガロポリスを奴隷化した。
Λακεδαιμονίοις τε τὸ ἐν Σελλασίᾳ πταῖσμα πρὸς Ἀχαιοὺς καὶ Ἀντίγονον Κλεομένους ἕνεκα καὶ ἐπιορκίας τῆς ἐκείνου συνέβη.
そして、ラケダイモーン人にとって、アカイア人およびアンティゴノスに対するセラシアでの敗北は、クレオメネスのせいであり、彼の偽誓のゆえに起こったのである。
Κλεομένους μὲν δὴ καὶ αὖθις ἐν λόγοις τοῖς Ἀρκαδικοῖς ἀφιξόμεθα ἐς μνήμην·
クレオメネスについては、のちにアルカディアに関する記述の中で再び言及することにしよう。
§7.7.5Φίλιππος δὲ ὁ Δημητρίου τὴν Μακεδόνων ἀρχήν, ὡς ἀφίκετο ἐς ἄνδρας, παρὰ ἑκόντος Ἀντιγόνου λαβὼν φόβον τοῖς πᾶσιν Ἕλλησιν ἐνεποίησε, τὰ Φιλίππου τοῦ Ἀμύντου, προγόνου μὲν οὐκ ὄντος αὐτῷ, τῷ δὲ ἀληθεῖ λόγῳ δεσπότου, τά τε ἄλλα αὐτοῦ μιμούμενος καὶ τὰ ἐς θεραπείαν ὅσοις πατρίδας ἀρεστὰ ἦν ἐπʼ οἰκείοις προδιδόναι κέρδεσι.
デメトリオスの子フィリッポスは、成人すると、自ら進んで退いたアンティゴノスからマケドニアの支配権を受け継ぎ、すべてのギリシア人に恐怖を植え付けた。 彼はアミュンタスの子フィリッポスの――彼はフィリッポスの祖先ではなかったが、事実上の支配者であったが――その他のやり方を模倣し、また、自らの個人的な利益のために祖国を裏切ることを好むような人々を手懐けることに関しても模倣した。
προπίνειν δὲ παρὰ τὰ συμπόσια ἐπὶ δεξιότητι καὶ φιλίᾳ κύλικας οὐκ οἴνου, φαρμάκων δὲ ἐς ὄλεθρον ἀνθρώποις, ἃ δὴ ὁ μὲν τοῦ Ἀμύντου Φίλιππος οὐδʼ ἐπενόησεν ἐμοὶ δοκεῖν ἀρχήν, Φιλίππῳ δὲ τῷ Δημητρίου τὰ φάρμακα τόλμημα ἦν ἐλαφρότατον.
さらに彼は、宴席において、好意と友情の印として、ワインの杯ではなく、人々に死をもたらす毒薬の杯を乾杯として差し出したが、このようなことは、アミュンタスの子フィリッポスは、私の考えでは、そもそも思いつきもしなかったであろうが、デメトリオスの子フィリッポスにとっては、毒殺は最も軽い悪行にすぎなかった。
§7.7.6κατεῖχε δὲ καὶ τρεῖς πόλεις φρουραῖς ὁρμητήρια εἶναί οἱ κατὰ τῆς Ἑλλάδος, καὶ ὠνόμαζε δὲ ὑπὸ τῆς ὕβρεως καὶ τῆς ἐς τὸ Ἑλληνικὸν ὑπεροψίας κλεῖς τῆς Ἑλλάδος τὰς πόλεις ταύτας·
彼はまた、ギリシアに対する自身の出撃拠点とするために、3つの都市を守備隊によって占領しており、尊大さとギリシア人への蔑視から、これらの都市を「ギリシアの鍵」と呼んでいた。
ἐπὶ μέν γε Πελοποννήσῳ Κόρινθος καὶ ἡ Κορινθίων ἀκρόπολις ἐτετείχιστο, ἐπὶ δὲ Εὐβοίᾳ καὶ Βοιωτοῖς τε καὶ Φωκεῦσι Χαλκὶς ἡ πρὸς τῷ Εὐρίπῳ, κατὰ δὲ Θεσσαλῶν τε αὐτῶν καὶ τοῦ Αἰτωλῶν ἔθνους Μαγνησίαν τὴν ὑπὸ τὸ Πήλιον κατεῖχεν ὁ Φίλιππος.
実際、ペロポネソスに対してはコリントスとそのアクロポリスが要塞化されており、エウボイア、ボイオティア、フォキスに対してはエウリポス海峡に臨むカルキスが、そしてテッサリア人自身およびアイトリア人の部族に対しては、ペリオン山の麓にあるマグネシアを、フィリッポスは占領していた。
μάλιστα δὲ Ἀθηναίους καὶ τὸ Αἰτωλικὸν ἐπιστρατείαις τε συνεχέσιν ἐπίεζε καὶ λῃστῶν καταδρομαῖς·
彼は特にアテナイ人とアイトリア連邦を、絶え間ない遠征と海賊の襲撃によって苦しめていた。
§7.7.7ἐμνημόνευσε δέ μοι καὶ πρότερον ὁ λόγος ἐν τῇ Ἀτθίδι συγγραφῇ, ὅσοι τε Ἑλλήνων ἢ βαρβάρων ἐναντία Φιλίππου συνήραντο Ἀθηναίοις καὶ ὡς ὑπὸ ἀσθενείας τῶν συμμάχων ἐπὶ Ῥωμαίους καὶ ἐπικουρίαν τὴν ἐκεῖθεν κατέφευγον οἱ Ἀθηναῖοι.
私の記述は、アッティカに関する書の中ですでに以前、ギリシア人やバルバロイのうちどれほど多くの者がフィリッポスに対抗してアテナイ人を援助したか、そしてアテナイ人が同盟者の弱さのために、どのようにローマ人とそこからの援助に救いを求めたかについて言及した。
Ῥωμαῖοι δὲ ἐπεπόμφεσαν καὶ οὐ πολλῷ τινι ἔμπροσθεν λόγῳ μὲν ἐπικουρήσοντας Αἰτωλοῖς ἐναντία Φιλίππου, τῷ δὲ ἔργῳ μᾶλλόν τι ἐπὶ κατασκοπῇ τῶν ἐν Μακεδονίᾳ πραγμάτων·
ローマ人はそれより少し前に、言葉の上ではフィリッポスに対抗してアイトリア人を援助するために、しかし実際にはむしろマケドニアの情勢を偵察するために派遣を行っていた。
§7.7.8τότε δὲ ἀποστέλλουσιν Ἀθηναίοις στρατιάν τε καὶ ἡγεμόνα Ὀτίλιον·
そしてその時、彼らはアテナイ人のために軍隊と指揮官オティリウスを派遣した。
τοῦτο γάρ οἱ τῶν ὀνομάτων ἦν τὸ ἐκδηλότατον, ἐπεὶ καλοῦνταί γε οὐ πατρόθεν οἱ Ῥωμαῖοι κατὰ ταὐτὰ Ἕλλησιν, ἀλλὰ καὶ τρία ὁπότε ὀλίγιστα καὶ ἔτι πλέονα ὀνόματα ἑκάστῳ τίθενται.
これが彼の名前の中で最もよく知られたものであった。 なぜなら、ローマ人はギリシア人のように父親の名にちなんで呼ばれるのではなく、めいめいに少なくとも3つ、あるいはそれ以上の名前が付けられるからである。
τῷ δὲ Ὀτιλίῳ προσετέτακτο ὑπὸ Ῥωμαίων ἀπείργειν ἀπὸ Ἀθηναίων καὶ τοῦ Αἰτωλικοῦ τὸν Φιλίππου πόλεμον.
そしてオティリウスには、アテナイ人およびアイトリア連邦からフィリッポスの戦争を遠ざけることが、ローマ人によって命じられていた。
§7.7.9Ὀτίλιος δὲ τὰ μὲν ἄλλα τοῖς πράγμασι κατὰ τὰ ἐπιτεταγμένα ἐχρῆτο, τάδε δὲ οὐ κατὰ γνώμην οἱ τὴν Ῥωμαίων ἐστὶν εἰργασμένα·
オティリウスは、他の点では命令された通りに対処したが、次のようなことはローマ人の意向に沿わずに実行された。
Εὐβοέων γὰρ Ἑστίαιαν πόλιν καὶ Ἀντίκυραν τὴν ἐν τῇ Φωκίδι ἑλών, ὑπηκόους κατʼ ἀνάγκην οὔσας Φιλίππου, ἐποίησεν ἀναστάτους.
すなわち、彼は、余儀なくフィリッポスに服従していたエウボイアの都市ヘスティアイアとフォキスのアンティキュラを攻略し、これらを破壊したのである。
καὶ τοῦδε ἕνεκα ἐμοὶ δοκεῖν, ἐπεὶ ἐπύθετο ἡ βουλή, ἀποστέλλουσιν Ὀτιλίῳ διάδοχον τῆς ἀρχῆς Φλαμίνιον.
そしてこのために、私の見解では、元老院がこれを知るやいなや、彼らはオティリウスの職務の後継者としてフラミニヌスを派遣したのである。