Humanitext Reader

保萨尼亚斯 · 希腊志 §7.7.1-7.7.9

亚该亚同盟的扩张及与斯巴达和马其顿的冲突

第 268 段,共 465 段 · 希腊语

内容简介

随着亚该亚同盟以埃吉翁为中心扩大势力,文中详细描述了来自斯巴达克莱奥梅内斯和马其顿腓力五世的威胁,以及罗马人的初步干预。

§7.7.1Ἑλλήνων δὲ οὐ τασσομένων τηνικαῦτα ἔτι ἐν κοινῷ, ἰδίᾳ δὲ ἑκάστων κατὰ σφᾶς συνισταμένων, οἱ Ἀχαιοὶ μάλιστα ἴσχυον·
当时,由于希腊人不再共同联合,而是各自单独地聚集在一起,亚该亚人最为强大。
τυράννων τε γὰρ πλὴν Πελλήνης αἱ ἄλλαι πόλεις τὸν χρόνον ἅπαντα ἀπείρως ἐσχήκεσαν αἵ τε ἐκ πολέμων καὶ ἀπὸ τῆς νόσου συμφοραὶ τῆς λοιμώδους οὐκ ἐς τοσοῦτο Ἀχαιοῖς ἐφʼ ὅσον τοῖς ἄλλοις ἐγένοντο Ἕλλησι.
因为除佩莱内之外,其他城市在所有时间里都完全没有僭主的统治经验,而且战争和瘟疫带来的灾难,对亚该亚人的影响也不像对其他希腊人那样严重。
συνέδριόν τε οὖν Ἀχαϊκὸν καλούμενον καὶ ἀπὸ κοινοῦ λόγου βουλεύματά τε ἦν Ἀχαιοῖς καὶ τὰ ἔργα.
因此,存在着所谓的亚该亚会议,亚该亚人的决议和行动都是基于共同的商议。
§7.7.2ἀθροίζεσθαι δὲ ἐς Αἴγιόν σφισιν ἔδοξεν· αὕτη γὰρ μετὰ Ἑλίκην ἐπικλυσθεῖσαν πόλεων ἐν Ἀχαΐᾳ τῶν ἄλλων δόξῃ προεῖχεν ἐκ παλαιοῦ καὶ ἴσχυεν ἐν τῷ τότε.
他们决定聚集在埃吉翁;因为这座城市在赫利克被洪水吞没之后,自古以来就在亚该亚的其他城市中名声最为显著,并且在当时力量强大。
Ἑλλήνων δὲ τῶν λοιπῶν Σικυώνιοι συνεδρίου πρῶτοι τοῦ Ἀχαιῶν μετέσχον, μετὰ δὲ Σικυωνίους ἐσῄεσαν ἤδη καὶ τῶν ἄλλων Πελοποννησίων οἱ μὲν αὐτίκα, οἱ δὲ χρόνον τινὰ ἐπισχόντες· τοὺς δὲ καὶ ἐκτὸς οἰκοῦντας τοῦ ἰσθμοῦ συντελεῖν ἐς Ἀχαιοὺς ἔπειθεν, ὅτι ἐς πλέον ἰσχύος προϊὸν ἑώρων ἀεὶ τὸ Ἀχαϊκόν.
在其余的希腊人中,西库昂人首先加入了亚该亚人的会议,在西库昂人之后,其他伯罗奔尼撒人也陆续加入,有的立即加入,有的则等待了一段时间;这也说服了那些居住在地峡之外的人加入亚该亚人,因为他们看到亚该亚同盟的势力一直在向更强大的方向发展。
§7.7.3Λακεδαιμόνιοι δὲ Ἑλλήνων μόνοι διάφοροί τε Ἀχαιοῖς τὰ μάλιστα ἦσαν καὶ ἐκ τοῦ φανεροῦ πόλεμόν σφισιν ἐπῆγον.
但在希腊人中,唯有拉刻代蒙人与亚该亚人最为敌对,并公然向他们发动战争。
Πελλήνην μέν γε Ἀχαιῶν πόλιν Ἆγις εἷλεν ὁ Εὐδαμίδου βασιλεύων ἐν Σπάρτῃ, καὶ ἐξέπεσεν αὐτίκα ἐκ Πελλήνης ὑπὸ Ἀράτου καὶ Σικυωνίων·
事实上,当时在斯巴达为王、埃乌达米达斯之子阿吉斯夺取了亚该亚城市佩莱内,但立刻被阿拉托斯和西库昂人赶出了佩莱内。
Κλεομένης δὲ ὁ Λεωνίδου τοῦ Κλεωνύμου, βασιλεὺς οἰκίας τῆς ἑτέρας, ἀντικαθημένους Ἄρατον καὶ Ἀχαιοὺς πρὸς Δύμῃ παρὰ πολύ τε ἐκράτησεν ἐλθόντας ἐς χεῖρας καὶ ὕστερον Ἀχαιοῖς καὶ Ἀντιγόνῳ συνέθετο εἰρήνην.
另一个王室的国王、克莱翁尼穆斯之子列奥尼达之子克莱奥梅内斯,在迪美附近与严阵以待的阿拉托斯和亚该亚人交战时,大败了他们,并在后来与亚该亚人及安提柯达成了和平。
§7.7.4Ἀντίγονος δὲ οὗτος τηνικαῦτα ἀρχὴν τὴν Μακεδόνων εἶχεν, ἐπιτροπεύων Φίλιππον τὸν Δημητρίου παῖδα ἔτι ἡλικίαν ὄντα· ἦν δὲ καὶ ἀνεψιὸς τῷ Φιλίππῳ καὶ μητρὶ αὐτοῦ συνῴκει.
这位安提柯当时掌握着马其顿的统治权,监护着德米特里之子、尚在幼年的腓力;他也是腓力的堂兄,并与腓力的母亲同居。
πρὸς τοῦτον οὖν τὸν Ἀντίγονον καὶ Ἀχαιοὺς ποιησάμενος ὁ Κλεομένης σπονδὰς καὶ αὐτίκα παραβὰς ὅσα ὤμοσεν ἠνδραποδίσατο Ἀρκάδων Μεγάλην πόλιν· Λακεδαιμονίοις τε τὸ ἐν Σελλασίᾳ πταῖσμα πρὸς Ἀχαιοὺς καὶ Ἀντίγονον Κλεομένους ἕνεκα καὶ ἐπιορκίας τῆς ἐκείνου συνέβη.
克莱奥梅内斯在与这位安提柯以及亚该亚人缔结盟约后,立刻违背了他所发的所有誓言,将阿卡迪亚人的梅加洛波利斯贬为奴隶;而拉刻代蒙人在塞拉西亚对抗亚该亚人和安提柯的惨败,正是因为克莱奥梅内斯以及他的背誓而发生的。
Κλεομένους μὲν δὴ καὶ αὖθις ἐν λόγοις τοῖς Ἀρκαδικοῖς ἀφιξόμεθα ἐς μνήμην·
至于克莱奥梅内斯,我们稍后在关于阿卡迪亚的历史叙述中还会再次提到他。
§7.7.5Φίλιππος δὲ ὁ Δημητρίου τὴν Μακεδόνων ἀρχήν, ὡς ἀφίκετο ἐς ἄνδρας, παρὰ ἑκόντος Ἀντιγόνου λαβὼν φόβον τοῖς πᾶσιν Ἕλλησιν ἐνεποίησε, τὰ Φιλίππου τοῦ Ἀμύντου, προγόνου μὲν οὐκ ὄντος αὐτῷ, τῷ δὲ ἀληθεῖ λόγῳ δεσπότου, τά τε ἄλλα αὐτοῦ μιμούμενος καὶ τὰ ἐς θεραπείαν ὅσοις πατρίδας ἀρεστὰ ἦν ἐπʼ οἰκείοις προδιδόναι κέρδεσι.
德米特里之子腓力在成年之后,从自愿让位的安提柯手中接管了马其顿的统治权,给所有希腊人带来了恐惧。 他模仿了阿敏塔斯之子腓力(他其实不是他的祖先,但实际上是他的主子)的其他做法,包括拉拢那些乐于为了个人利益而背叛祖国的人。
προπίνειν δὲ παρὰ τὰ συμπόσια ἐπὶ δεξιότητι καὶ φιλίᾳ κύλικας οὐκ οἴνου, φαρμάκων δὲ ἐς ὄλεθρον ἀνθρώποις, ἃ δὴ ὁ μὲν τοῦ Ἀμύντου Φίλιππος οὐδʼ ἐπενόησεν ἐμοὶ δοκεῖν ἀρχήν, Φιλίππῳ δὲ τῷ Δημητρίου τὰ φάρμακα τόλμημα ἦν ἐλαφρότατον.
此外,在宴会上,他会以友好和情谊的名义,向人们敬献并非美酒、而是致人于死地的毒药之杯——依我看,阿敏塔斯之子腓力根本连想都没有想过这种手段,但对德米特里之子腓力而言,下毒不过是他最微不足道的大胆恶行。
§7.7.6κατεῖχε δὲ καὶ τρεῖς πόλεις φρουραῖς ὁρμητήρια εἶναί οἱ κατὰ τῆς Ἑλλάδος, καὶ ὠνόμαζε δὲ ὑπὸ τῆς ὕβρεως καὶ τῆς ἐς τὸ Ἑλληνικὸν ὑπεροψίας κλεῖς τῆς Ἑλλάδος τὰς πόλεις ταύτας· ἐπὶ μέν γε Πελοποννήσῳ Κόρινθος καὶ ἡ Κορινθίων ἀκρόπολις ἐτετείχιστο, ἐπὶ δὲ Εὐβοίᾳ καὶ Βοιωτοῖς τε καὶ Φωκεῦσι Χαλκὶς ἡ πρὸς τῷ Εὐρίπῳ, κατὰ δὲ Θεσσαλῶν τε αὐτῶν καὶ τοῦ Αἰτωλῶν ἔθνους Μαγνησίαν τὴν ὑπὸ τὸ Πήλιον κατεῖχεν ὁ Φίλιππος.
他还用卫戍部队占领了三座城市,作为他对付希腊的基地,并出于对希腊民族的傲慢与蔑视,将这些城市称为“希腊之钥”;的确,针对伯罗奔尼撒,科林斯及科林斯人的卫城已被筑垒防御;针对优波亚、波奥蒂亚和福基斯,则有位于欧里普斯海峡旁的哈尔基斯;而针对色萨利人自身及埃托利亚部族,腓力占领了皮立翁山下的马格内西亚。
μάλιστα δὲ Ἀθηναίους καὶ τὸ Αἰτωλικὸν ἐπιστρατείαις τε συνεχέσιν ἐπίεζε καὶ λῃστῶν καταδρομαῖς·
他特别通过不断的远征和海盗的袭扰,给雅典人和埃托利亚同盟造成了沉重的压迫。
§7.7.7ἐμνημόνευσε δέ μοι καὶ πρότερον ὁ λόγος ἐν τῇ Ἀτθίδι συγγραφῇ, ὅσοι τε Ἑλλήνων ἢ βαρβάρων ἐναντία Φιλίππου συνήραντο Ἀθηναίοις καὶ ὡς ὑπὸ ἀσθενείας τῶν συμμάχων ἐπὶ Ῥωμαίους καὶ ἐπικουρίαν τὴν ἐκεῖθεν κατέφευγον οἱ Ἀθηναῖοι.
我的记述在先前的《阿提卡志》中也曾提到,有多少希腊人或蛮族与雅典人合力对抗腓力,以及雅典人由于盟友的软弱,如何向罗马人及来自那里的援助求救。
Ῥωμαῖοι δὲ ἐπεπόμφεσαν καὶ οὐ πολλῷ τινι ἔμπροσθεν λόγῳ μὲν ἐπικουρήσοντας Αἰτωλοῖς ἐναντία Φιλίππου, τῷ δὲ ἔργῳ μᾶλλόν τι ἐπὶ κατασκοπῇ τῶν ἐν Μακεδονίᾳ πραγμάτων·
而罗马人在不久前已经派遣过人马,名义上是在对抗腓力的战争中协助埃托利亚人,但实际上更多是为了侦察马其顿的局势。
§7.7.8τότε δὲ ἀποστέλλουσιν Ἀθηναίοις στρατιάν τε καὶ ἡγεμόνα Ὀτίλιον· τοῦτο γάρ οἱ τῶν ὀνομάτων ἦν τὸ ἐκδηλότατον, ἐπεὶ καλοῦνταί γε οὐ πατρόθεν οἱ Ῥωμαῖοι κατὰ ταὐτὰ Ἕλλησιν, ἀλλὰ καὶ τρία ὁπότε ὀλίγιστα καὶ ἔτι πλέονα ὀνόματα ἑκάστῳ τίθενται.
当时,他们给雅典人派遣了一支军队和一名指挥官奥蒂里乌斯;这是他的名字中最显著的一个,因为罗马人并不像希腊人那样按父名来称呼,而是每个人都被给予至少三个、甚至更多的名字。
τῷ δὲ Ὀτιλίῳ προσετέτακτο ὑπὸ Ῥωμαίων ἀπείργειν ἀπὸ Ἀθηναίων καὶ τοῦ Αἰτωλικοῦ τὸν Φιλίππου πόλεμον.
奥蒂里乌斯被罗马人命令,要使雅典人和埃托利亚同盟免受腓力战争的波及。
§7.7.9Ὀτίλιος δὲ τὰ μὲν ἄλλα τοῖς πράγμασι κατὰ τὰ ἐπιτεταγμένα ἐχρῆτο, τάδε δὲ οὐ κατὰ γνώμην οἱ τὴν Ῥωμαίων ἐστὶν εἰργασμένα· Εὐβοέων γὰρ Ἑστίαιαν πόλιν καὶ Ἀντίκυραν τὴν ἐν τῇ Φωκίδι ἑλών, ὑπηκόους κατʼ ἀνάγκην οὔσας Φιλίππου, ἐποίησεν ἀναστάτους.
奥蒂里乌斯在其他事务上按照指示行动,但以下这件事的执行却不符合罗马人的意愿:因为他攻占了优波亚人的城市赫斯提哀亚和福基斯的安提库拉,这两座城市本是因情势所迫而臣服于腓力的,他却将它们彻底摧毁。
καὶ τοῦδε ἕνεκα ἐμοὶ δοκεῖν, ἐπεὶ ἐπύθετο ἡ βουλή, ἀποστέλλουσιν Ὀτιλίῳ διάδοχον τῆς ἀρχῆς Φλαμίνιον.
在我看来,正是因为这个原因,当元老院得知此事后,便派遣弗拉米尼努斯去接替奥蒂里乌斯的位置。

词汇与语法注释

  1. 7.7.1Ἑλλήνων δὲ οὐ τασσομένων — 属格独立结构,其中 Ἑλλήνων 是逻辑主语,修饰现在分词 τασσομένων 和 συνισταμένων。短语 τηνικαῦτα ἔτι 强调了当时希腊城邦持续分裂的状态。
  2. 7.7.2τοὺς δὲ καὶ ἐκτὸς οἰκοῦντας ... ἔπειθεν — 动词 ἔπειθεν 的主语是上下文默示的“亚该亚同盟”,而宾格目的语 τοὺς δὲ καὶ ἐκτὸς οἰκοῦντας τοῦ ἰσθμοῦ 则充当不定式 συντελεῖν 的逻辑主语。短语 συντελεῖν ἐς 意为“向……贡献”或“加入同盟”。
  3. 7.7.4ἔτι ἡλικίαν ὄντα — 宾格名词 ἡλικίαν 在此作关系宾格(或表示限制的宾格),意为“关于年龄(特指幼年)”,与分词 ὄντα 连用,表示“尚在幼年”。
  4. 7.7.5τά τε ἄλλα αὐτοῦ μιμούμενος — 这是由主语德米特里之子腓力开始的长句的骨架。主动词为 ἐνεποίησε,分词 μιμούμενος 作状语修饰主语。μιμούμενος 的宾语是作名词使用的中性复数冠词 τά(即 τά τε ἄλλα 和 τὰ ἐς θεραπείαν),指代阿敏塔斯之子腓力的手段。中间的 προγόνου μὲν... 是一个插入语式的属格独立结构。
  5. 7.7.9τάδε δὲ οὐ κατὰ γνώμην οἱ ... ἐστὶν εἰργασμένα — 对于中性复数主语 τάδε,根据古典希腊语的常规语法规则,动词使用的是单数形式 ἐστίν。结构 εἰργασμένα ἐστίν 构成完美被动式(或中动式)。与格代词 οἱ 在此充当施事与格(意为“由他”)。

引用这一段

保萨尼亚斯, 希腊志 §7.7.1-7.7.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:7.7.1-7.7.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。