§7.6.1τότε δὲ ἀπεληλυθότων Ἰώνων τήν τε γῆν οἱ Ἀχαιοὶ τὴν Ἰώνων διελάγχανον καὶ ἐσῳκίζοντο ἐς τὰς πόλεις.
そしてその時、イオニア人たちが去った後で、アカイア人たちはイオニア人の土地を分配し、その諸都市に移り住んだ。
αἱ δὲ δύο τε καὶ δέκα ἦσαν ἀριθμόν, ὁπόσαι γε καὶ ἐς ἅπαν τὸ Ἑλληνικὸν γνώριμοι, Δύμη μὲν πρὸς Ἤλιδος πρώτη, μετὰ δὲ αὐτὴν Ὤλενος καὶ Φαραὶ καὶ Τρίτεια καὶ Ῥύπες καὶ Αἴγιον καὶ Κερύνεια καὶ Βοῦρα, ἐπὶ ταύταις δὲ Ἑλίκη καὶ Αἰγαί τε καὶ Αἴγειρα καὶ Πελλήνη πρὸς τῆς Σικυωνίας ἐσχάτη·
それらの都市は数において十二であり、ギリシア世界全体に知れ渡っているのと同じであった。 すなわち、エーリスの側に向かう最初の都市がデュメーであり、その後にオーレノス、パライ、トリテイア、リュペス、アイギオン、ケリュネイア、ブーラが続き、これらに加えてヘリケー、アイガイ、アイゲイラ、そしてシキュオーンの地方に向かう最後の都市であるペッレーネーである。
ἐς ταύτας οἱ Ἀχαιοὶ καὶ οἱ βασιλεῖς αὐτῶν ἐσῳκίζοντο πρότερον ἔτι ὑπὸ Ἰώνων οἰκουμένας.
これら、かつてはイオニア人によって居住されていた諸都市へと、アカイア人たちとその王たちが移り住んだのである。
§7.6.2ἦσαν δὲ οἱ τὸ μέγιστον ἐν τοῖς Ἀχαιοῖς ἔχοντες κράτος οἵ τε Τισαμενοῦ παῖδες Δαϊμένης καὶ Σπάρτων καὶ Τέλλις τε καὶ Λεοντομένης·
そして、アカイア人の中で最大の権力を持っていたのは、ティサメノスの子らであるダイメネス、スパルトン、テリス、およびレオントメネスであった。
Κομήτης δὲ ὁ πρεσβύτατος τῶν Τισαμενοῦ παίδων πρότερον ἔτι διεβεβήκει ναυσὶν ἐς τὴν Ἀσίαν.
なお、ティサメノスの子らの中で最年長であるコメテスは、それより前にすでに船でアジアへと渡っていた。
οὗτοί τε δὴ τηνικαῦτα ἐν τοῖς Ἀχαιοῖς ἐδυνάστευον καὶ Δαμασίας ὁ Πενθίλου τοῦ Ὀρέστου, τοῖς Τισαμενοῦ παισὶν ἀνεψιὸς πρὸς πατρός.
当時アカイア人の中で支配権を握っていたのは、これら(の人々)と、オレステスの子ペンテイロスの子であって、ティサメノスの子らにとっては父方の従兄弟にあたるダマシアスであった。
ἴσχυον δὲ ἐπʼ ἴσης τοῖς κατειλεγμένοις καὶ Ἀχαιῶν τῶν ἐκ Λακεδαίμονος Πρευγένης καὶ ὁ υἱός, ὄνομα δέ οἱ ἦν Πατρεύς·
また、ラケダイモーン出身のアカイア人であるプレウゲネスとその息子、名はパトレウスといったが、彼らもまた先述の人々と同等の力を持っていた。
καί σφισιν ὑπὸ τῶν Ἀχαιῶν ἐδόθη κτίσασθαι πόλιν ἐν τῇ χώρᾳ, καὶ τὸ ὄνομα ἀπὸ τοῦ Πατρέως ἐτέθη τῇ πόλει.
そして彼らには、アカイア人たちによってその土地に都市を建設することが許され、その都市にはパトレウスの名にちなんで名前が付けられた。
§7.6.3τὰ δὲ ἐς πόλεμον τοιάδε ἦν τοῖς Ἀχαιοῖς.
アカイア人の戦争に関する事績は次のようであった。
κατὰ μὲν τὴν ἐς Ἴλιον ἐπιστρατείαν Ἀγαμέμνονος Λακεδαίμονα ἔτι καὶ Ἄργος οἰκοῦντες μεγίστη τοῦ Ἑλληνικοῦ μοῖρα ἦσαν·
アガメムノーンのイリオス遠征の際には、彼らはまだラケダイモーンとアルゴスに住んでおり、ギリシア軍の最大の部分を占めていた。
κατὰ δὲ τὴν Ξέρξου καὶ Μήδων ἐπὶ τὴν Ἑλλάδα οὔτε Λεωνίδᾳ τῆς ἐξόδου τῆς ἐς Θερμοπύλας εἰσὶν οἱ Ἀχαιοὶ δῆλοι μετεσχηκότες οὔτε Ἀθηναίοις ὁμοῦ καὶ Θεμιστοκλεῖ πρὸς Εὐβοίᾳ καὶ Σαλαμῖνι ναυμαχήσαντες, οὐδὲ σφᾶς κατάλογος συμμάχων ἔχει Λακωνικὸς ἢ Ἀττικός.
しかし、クセルクセスとメディア人によるギリシア侵攻の際には、アカイア人がレオニダスのテルモピュライへの出兵に参加した形跡はなく、アテナイ人およびテミストクレスとともにエウボイアやサラミスで海戦を戦った形跡もない。 また、ラコニア側あるいはアッティカ側の同盟者名簿にも彼らの名は見られない。
§7.6.4ὑστέρησαν δὲ καὶ ἔργου τοῦ Πλαταιᾶσι·
彼らはプラタイアでの戦いにも遅れた。
δῆλα γὰρ δὴ ὅτι ἐπὶ τῷ ἀναθήματι τῷ ἐν Ὀλυμπίᾳ τῶν Ἑλλήνων μετῆν ἂν καὶ Ἀχαιοῖς γεγράφθαι.
というのも、もし参加していれば、オリンピアにあるギリシア人の奉納物に、アカイア人の名も刻まれていたはずだからであることは明らかである。
δοκεῖν δέ μοι τὰς πατρίδας τε ὑπολειφθέντες ἕκαστοι τὰς αὑτῶν ἔσωζον καὶ ἅμα διὰ τὸ ἔργον τὸ πρὸς Τροίαν Λακεδαιμονίους Δωριεῖς ἀπηξίουν σφίσιν ἡγεῖσθαι.
私の考えでは、彼らはそれぞれ自国に留まって国を守っており、同時にトロイアでの一件のゆえに、ドリス人であるラケダイモーン人が自分たちの指導者となるのをよしとしなかったのだ。
ἐδήλωσαν δὲ καὶ ἀνὰ χρόνον·
彼らはのちにそのことを示した。
Λακεδαιμονίων γὰρ ἐς τὸν πρὸς Ἀθηναίους πόλεμον καταστάντων ὕστερον, ἐς τὴν συμμαχίαν ἦσαν οἱ Ἀχαιοὶ πρόθυμοι Πατρεῦσι, καὶ ἐς τοὺς Ἀθηναίους οὐχ ἧσσον εἶχον γνώμην.
というのも、のちにラケダイモーン人がアテナイ人との戦争に突入した際、アカイア人はパトライの人々のために同盟に積極的であり、アテナイ人に対して劣らず好意的な考えを抱いていたからである。
§7.6.5πολέμων δὲ τῶν πολεμηθέντων ὕστερον ὑπὸ τοῦ Ἕλλησι κοινοῦ τοῦ μὲν ἐν Χαιρωνείᾳ Φιλίππου τε ἐναντία καὶ Μακεδόνων οἱ Ἀχαιοὶ μετέσχον, ἐς δὲ τὴν Θεσσαλίαν καὶ ἐπὶ τὸν πρὸς Λαμίᾳ καλούμενον πόλεμον οὔ φασιν ἐκστρατεύσασθαι, οὐ γάρ πω μετὰ τὸ πταῖσμα ἀνενηνοχέναι τὸ ἐν Βοιωτοῖς·
その後のギリシア人の共同体によって戦われた戦争のうち、カイロネイアでのフィリッポスおよびマケドニア人に対する戦いにはアカイア人も参加したが、テッサリアへの、いわゆるラミアでの戦争と呼ばれる遠征には、彼らは出兵しなかったと言われている。 ボイオティアでの敗北からまだ立ち直っていなかったからである。
ὁ δὲ τῶν ἐπιχωρίων Πατρεῦσιν ἐξηγητὴς τὸν παλαιστὴν Χίλωνα Ἀχαιῶν μόνον μετασχεῖν ἔφασκε τοῦ ἔργου τοῦ περὶ Λάμιαν.
しかし、パトライの地元の解説者は、格闘家キローンだけが、アカイア人の中で唯一ラミア周辺の戦闘に参加したと主張していた。
§7.6.6οἶδα δὲ καὶ ἄνδρα αὐτὸς Λυδὸν Ἄδραστον ἰδίᾳ καὶ οὐκ ἀπὸ τοῦ κοινοῦ τοῦ Λυδῶν ἀμύναντα Ἕλλησι·
私自身、リディア人アドラストスという人物が、リディアの国家としてではなく個人的に、ギリシア人を救援したことを知っている。
τοῦ δὲ Ἀδράστου τούτου χαλκῆν εἰκόνα ἀνέθεσαν οἱ Λυδοὶ πρὸ ἱεροῦ Περσικῆς Ἀρτέμιδος, καὶ ἔγραψαν ἐπίγραμμα ὡς τελευτήσειεν ὁ Ἄδραστος ἐναντίον Λεοννάτῳ μαχόμενος ὑπὲρ Ἑλλήνων.
リディア人たちはこのアドラストスのブロンズ像を「ペルシアのアルテミス」の神殿の前に奉納し、アドラストスがギリシア人のためにレオンナトスに立ち向かって戦い、命を落としたという碑文を刻んだ。
§7.6.7ἡ δὲ ἐς Θερμοπύλας ἐπὶ τὴν Γαλατῶν στρατιὰν ἔξοδος καὶ τοῖς πᾶσιν ὁμοίως παρώφθη Πελοποννησίοις·
ガラティア人の軍勢に対するテルモピュライへの出兵も、ペロポネソス人全員によって同様に看過された。
ἅτε γὰρ πλοῖα οὐκ ἐχόντων τῶν βαρβάρων, δεινὸν ἔσεσθαί σφισιν ἀπʼ αὐτῶν οὐδὲν ἤλπιζον, εἰ τὸν Κορινθίων ἰσθμὸν ἐκ θαλάσσης τῆς κατὰ Λέχαιον ἀποτειχίσειαν ἐς τὴν ἑτέραν τὴν ἐπὶ Κεγχρέαις θάλασσαν.
なぜなら、バルバロイたちが船を持っていないため、レカイオン側の海からケンクレアイ側のもう一つの海までコリントス地峡を壁で塞ぎさえすれば、彼らから受ける脅威は何もないと期待していたからである。
§7.6.8τοῦτο μὲν δὴ Πελοποννησίων ἦν τότε ἁπάντων βούλευμα·
これが当時のペロポネソス人全員の計画であった。
ἐπεὶ δὲ Γαλάται ναυσὶν ὅντινα δὴ τρόπον διαβεβήκεσαν ἐς τὴν Ἀσίαν, ἐνταῦθα εἶχεν οὕτω τὰ Ἑλλήνων.
しかし、ガラティア人たちが船でどうにかしてアジアに渡ると、その時のギリシアの情勢は次のようであった。
προεστήκεσαν κατʼ ἰσχὺν οὐδένες ἔτι τοῦ Ἑλληνικοῦ·
もはや力においてギリシアを指導する者は誰もいなかった。
Λακεδαιμονίους μὲν γὰρ τὸ ἐν Λεύκτροις πταῖσμα καὶ ἅμα οἵ τε Ἀρκάδες συνεληλυθότες ἐς Μεγάλην πόλιν καὶ οἱ Μεσσήνιοι παροικοῦντες ἀνασώσασθαι τὴν προτέραν ἔτι εὐδαιμονίαν ἐκώλυον·
ラケダイモーン人にとっては、レウクトラでの敗北と、同時にアルカディア人たちがメガロポリスに集結したこと、そして隣に住むメッセニア人たちの存在が、かつての繁栄を取り戻すことを妨げていた。
§7.6.9Θηβαίοις δὲ ἐς τοσοῦτο ἠρήμωσεν Ἀλέξανδρος τὴν πόλιν, ὡς ἔτεσιν ὕστερον οὐ πολλοῖς καταχθέντας ὑπὸ Κασσάνδρου μηδὲ σώζειν τὰ οἰκεῖα ἀξιόχρεως εἶναι·
テーバイ人にとっては、アレクサンドロスが彼らの都市を徹底的に破壊したため、数年後にカッサンドロスによって帰還させられたものの、自らの領土を守る力さえ十分にない状態であった。
Ἀθηναίοις δὲ εὔνοια μὲν παρὰ τοῦ Ἑλληνικοῦ τῶν ἔργων μάλιστα ὑπῆρχε τῶν ὕστερον, ἀναπαύσασθαι δὲ οὔ ποτε ἐκ τοῦ Μακεδόνων πολέμου παρῆν αὐτοῖς.
アテナイ人にとっては、その後の功績によってギリシア全体から最も大きな好意を寄せられていたものの、マケドニアとの戦争から休息する機会は決して彼らに訪れなかった。