Humanitext Reader

パウサニアス · ギリシア案内記 §7.8.1-7.8.9

フラミニヌスの侵攻とスパルタの処遇およびシビュラの神託

269 / 465 箇所 · ギリシア語

要旨

フラミニヌスによるエレトリア攻略とコリントス包囲、およびアカイア同盟のローマへの協力が語られる。また、スパルタの城壁破壊と独自の教育制度の廃止、マケドニアの衰退を予言したシビュラの神託が紹介される。

§7.8.1τότε δὲ ἥκων ὁ Φλαμίνιος Ἐρέτριάν τε διήρπασε, τοὺς φρουροῦντας Μακεδόνων μάχῃ νικήσας, καὶ αὖθις ἐλάσας ἐπὶ Κόρινθον κατεχομένην ὑπὸ Φιλίππου φρουρᾷ αὐτός τε προσεκάθητο πολιορκῶν καὶ παρὰ Ἀχαιοὺς ἅμα ἀποστέλλων ἐπήγγελλέ σφισιν ἀφικνεῖσθαι πρὸς Κόρινθον στρατιᾷ, συμμάχους τε ἀξιωθησομένους καλεῖσθαι Ῥωμαίων καὶ ἅμα εὐνοίᾳ τῇ ἐς τὸ Ἑλληνικόν.
しかし、その時やって来たフラミニヌスは、守備に就いていたマケドニア人たちを戦闘で破ってエレトリアを略奪し、再びフィリッポスの守備隊によって占領されていたコリントスへと進軍して、自らそこに陣を敷いて包囲攻撃を行うと同時に、アカイア人のもとへ使者を送り、軍勢を率いてコリントスへ到着するよう命じた。 これは、彼らがローマ人の同盟者と呼ばれるにふさわしいと見なされるであろうこと、そして同時にギリシア人への好意によるものであった。
§7.8.2Ἀχαιοὶ δὲ ἐποιοῦντο μὲν μεγάλως καὶ αὐτὸν ἐν αἰτίᾳ Φλαμίνιον καὶ ἔτι πρότερον Ὀτίλιον, οἳ μετεχειρίσαντο ὠμῶς οὕτω πόλεις Ἑλληνίδας καὶ ἀρχαίας, ἀναμαρτήτους τε οὔσας πρὸς Ῥωμαίους καὶ οὐ κατὰ γνώμην ὑπὸ Μακεδόνων ἀρχομένας·
アカイア人たちは、ギリシアの古くからの都市をこのように残忍に扱い、しかもローマ人に対して何の過ちも犯しておらず、本意ではなくマケドニア人の支配を受けていた都市をそのように扱ったフラミニヌス自身と、それより前のオティリウスを大いに非難していた。
προεωρῶντο δὲ καὶ ὡς ἀντὶ Φιλίππου καὶ Μακεδόνων Ῥωμαῖοι σφίσι τε ἥκοιεν καὶ τῷ Ἑλληνικῷ δεσπόται προστάττειν.
また、彼らはフィリッポスやマケドニア人の代わりに、ローマ人が自分たちやギリシア人全体に対して命令を下す主人としてやって来たのだということも予期していた。
ῥηθέντων δὲ ἐν τῷ συνεδρίῳ πολλῶν καὶ ἐναντίων ἀλλήλοις, τέλος οἱ εὖνοι Ῥωμαίοις ἐνίκησαν καὶ Ἀχαιοὶ Φλαμινίῳ Κόρινθον συνεπολιόρκησαν.
しかし、会議において多くの互いに反する意見が述べられた末、最終的にはローマ人に好意的な者たちが勝利し、アカイア人はフラミニヌスとともにコリントスを包囲攻撃した。
§7.8.3Κορίνθιοι δὲ ἀπὸ Μακεδόνων ἐλευθερωθέντες μετέσχον αὐτίκα συνεδρίου τοῦ Ἀχαιῶν, μετασχόντες καὶ πρότερον, ὅτε Ἄρατος καὶ Σικυώνιοι φρουρὰν ἐκ τοῦ Ἀκροκορίνθου τὴν πᾶσαν ἐξήλασαν καὶ ἀπέκτειναν Περσαῖον ὑπὸ Ἀντιγόνου ταχθέντα ἐπὶ τῇ φρουρᾷ.
コリントス人はマケドニア人から解放されると、直ちにアカイア人の会議に参加した。 彼らは以前にも参加したことがあったが、それは、アラトスとシキュオーン人がアクロコリントスから守備隊をすべて追い払い、アンティゴノスによって守備隊長に任じられていたペルサイオスを殺害した時のことであった。
Ἀχαιοὶ δὲ τὸ ἀπὸ τούτου σύμμαχοί τε ὠνομάζοντο Ῥωμαίων καὶ ἐς τὰ πάντα ἦσαν πρόθυμοι·
これ以来、アカイア人はローマ人の同盟者と呼ばれ、あらゆることにおいて熱心であった。
καί σφισιν εἵποντο μὲν ἐς Μακεδονίαν καὶ ἐπὶ Φίλιππον, μετέσχον δὲ καὶ στρατείας ἐς Αἰτωλούς, τρίτα δὲ ὁμοῦ Ῥωμαίοις ἐμαχέσαντο ἐναντία Ἀντιόχου καὶ Σύρων.
彼らはローマ人に付き従ってマケドニアへ、そしてフィリッポスに対する遠征に赴き、アイトリア人に対する遠征にも参加し、三度目にはローマ人とともに、アンティオコスおよびシリア人に対抗して戦った。
§7.8.4ὅσα μὲν δὴ Ἀχαιοὶ Μακεδόσιν ἢ στρατιᾷ τῇ Σύρων ἐναντία ἐτάξαντο, φιλίᾳ τῇ πρὸς Ῥωμαίους ἔπραξαν· ἐς δὲ Αἰτωλοὺς ἐκ παλαιοῦ σφισιν ἦν οἰκεῖα ἐγκλήματα.
アカイア人がマケドニア人あるいはシリア人の軍隊に対抗して配備した限りのことは、ローマ人への友情のゆえに行われたが、アイトリア人に対しては、彼らには古くから独自の怨恨があった。
ἐπεὶ δὲ ἡ Νάβιδος ἐν Σπάρτῃ τυραννὶς κατελέλυτο, ἐς πλείστην ὠμότητα ἀνδρὸς ἀφικομένου, τὰ ἐς τοὺς Λακεδαιμονίους αὐτίκα ἐνεπεπτώκει·
そして、極限の残虐さに達した男であるナビスのスパルタにおける僭主政治が打倒されると、ラケダイモーン人に関する事態は直ちにアカイア人の管轄に入った。
§7.8.5καὶ σφᾶς ὑπὸ τὸν χρόνον οἱ Ἀχαιοὶ τοῦτον ἐς σύλλογον ὑπάγονται τὸν Ἀχαϊκὸν καὶ δίκας τε ἐδίκαζόν σφισιν ἐς τὸ ἀκριβέστατον καὶ τὰ τείχη τῆς Σπάρτης καταβάλλουσιν ἐς ἔδαφος, οἰκοδομηθέντα μὲν καὶ πρότερον ἔτι αὐτοσχεδίως ἐπί τε τῆς Δημητρίου καὶ ὕστερον τῆς Πύρρου καὶ Ἠπειρωτῶν στρατείας, ἐπὶ δὲ τῆς τυραννίδος τῆς Νάβιδος καὶ ἐς τὸ ἀσφαλέστατον ὀχυρωθέντα.
そしてこの時期に、アカイア人は彼らをアカイア連邦へと引き入れ、彼らに極めて厳格に裁判を下し、スパルタの城壁を地平まで破壊した。 その城壁は、デメトリオスの遠征、次いでピュロスのエペイロス勢の遠征の際に、以前さらに即興で建設されていたが、ナビスの僭主政治のもとで、極めて堅固に要塞化されたものであった。
τά τε οὖν τείχη τῆς Σπάρτης οἱ Ἀχαιοὶ καθεῖλον καὶ τὰ ἐς μελέτην τοῖς ἐφήβοις ἐκ τῶν Λυκούργου νόμων καταλύσαντες ἐπέταξαν τοῖς Ἀχαιῶν ἐφήβοις τὰ αὐτὰ ἐπιτηδεύειν.
こうしてアカイア人はスパルタの城壁を解体し、リュクルゴスの法律による青年たちの訓練制度を廃止して、アカイアの青年たちのそれと同じことを実践するよう彼らに命じた。
§7.8.6ταῦτα μὲν δὴ καὶ ἐς πλέον ἐπέξεισιν αὖθίς μοι τὰ ἐς Ἀρκάδας·
これらのことは、のちにアルカディアに関する箇所で、私の記述がさらに詳しく追究することになる。
Λακεδαιμόνιοι δὲ ἅτε μεγάλως τοῖς ἐπιτάγμασιν ἀχθόμενοι τοῖς Ἀχαιῶν καταφεύγουσιν ἐπὶ Μέτελλον καὶ ὅσοι σὺν Μετέλλῳ κατὰ πρεσβείαν ἧκον ἐκ Ῥώμης.
ラケダイモーン人はアカイア人の命令に大いに憤慨し、メテッルスおよび、使節としてローマからメテッルスとともに来ていた人々のもとへ救いを求めた。
ἀφίκοντο δὲ οὗτοι Φιλίππῳ καὶ Μακεδόσι πόλεμον μὲν οὐδένα ἐπάξοντες ἅτε εἰρήνης πρότερον ἔτι Φιλίππῳ καὶ Ῥωμαίοις ὀμωμοσμένης, ὁπόσα δὲ ἢ Θεσσαλοῖς ἢ τῶν ἐξ Ἠπείρου τισὶν ἐγκλήματα ἦν ἐς Φίλιππον, ταῦτα ἧκον οἱ ὁμοῦ Μετέλλῳ κρινοῦντες.
この者たちは、すでに以前にフィリッポスとローマ人の間で平和が誓われていたため、フィリッポスおよびマケドニア人にいかなる戦争も仕掛けるためではなく、テッサリア人やエペイロスの人々のうちの一部がフィリッポスに対して抱いていた不満を裁くために来ていたのである。
§7.8.7ἔργῳ μὲν δὴ Φίλιππός τε αὐτὸς καὶ ἡ Μακεδόνων ἀκμὴ καθῄρητο ὑπὸ Ῥωμαίων—μαχεσάμενος γὰρ Φλαμινίου καὶ Ῥωμαίων ἐναντία Φίλιππος ἐν Κυνὸς καλουμέναις κεφαλαῖς τὸ ἧττον ἠνέγκατο, ἀλλʼ ἅτε δὴ κατὰ δύναμιν ἀγωνισάμενος αὐτὸς οὗτος ὁ Φίλιππος τοσοῦτον ἐκρατήθη τῇ συμβολῇ, ὡς στρατιᾶς τε ἣν ἦγεν ἀποβαλεῖν τὸ πολὺ καὶ ἐκ τῶν πόλεων, ὅσας εἷλεν ἐν τῇ Ἑλλάδι πολέμῳ παραστησάμενος, ἐξήγαγεν ἐξ ἁπασῶν τὰς φρουρὰς κατὰ ὁμολογίαν πρὸς Ῥωμαίους—
事実上、フィリッポス自身とマケドニアの全盛期はローマ人によって打ち砕かれていた。 というのも、フィリッポスはフラミニヌスおよびローマ人に抗して、キノスケファライと呼ばれる場所で戦い、敗北を喫したが、まさに自ら全力で戦ったこのフィリッポス自身が、その衝突においてこれほどまでに圧倒された結果、率いていた軍勢の大部分を失い、また、ギリシアにおいて彼が戦争で屈服させて占領した都市のうち、そのすべてから、ローマ人との合意に基づいて守備隊を撤退させたからである。
§7.8.8κατὰ μέντοι τοῦ λόγου τὸ εὐπρεπὲς παρὰ Ῥωμαίων εὕρητο εἰρήνην δεήσεσί τε παντοίαις καὶ δαπάναις χρημάτων μεγάλαις.
しかし、外見上の体裁に従って、フィリッポスはあらゆる懇願と多額の金銭の出費によって、ローマ人から平和を勝ち取った。
τὰ δὲ ἐς Μακεδόνας δύναμίν τε, ἣν ἐπὶ Φιλίππου περιεβάλοντο τοῦ Ἀμύντου, καὶ ὡς ἐπὶ Φιλίππου τοῦ ὑστέρου τὰ πράγματά σφισιν ἐφθάρη, Σίβυλλα οὐκ ἄνευ θεοῦ προεθέσπισεν·
マケドニア人の勢力、すなわち彼らがアミュンタスの子フィリッポスのもとで獲得した勢力と、後者のフィリッポスのもとで彼らの国運がどのように滅び去ったかについては、シビュラが神の意志によってあらかじめ予言していた。
ἔχει δὲ οὕτω τὰ χρησθέντα·
その神託は次のようである。
§7.8.9" αὐχοῦντες βασιλεῦσι Μακεδόνες Ἀργεάδῃσιν, ὑμῖν κοιρανέων ἀγαθὸν καὶ πῆμα Φίλιππος.
「アルゲアス家の王たちを誇るマケドニア人よ、君たちを支配するフィリッポスは、恵みであり災いでもある。
ἤτοι ὁ μὲν πρότερος πόλεσιν λαοῖσί τʼ ἄνακτας θήσει· ὁ δʼ ὁπλότερος τιμὴν ἀπὸ πᾶσαν ὀλέσσει, δμηθεὶς ἑσπερίοισιν ὑπʼ ἀνδράσιν ἠῴοις τε.
実に、前者の者は都市と人民に支配者を据えるであろうが、後者の者はすべての名誉を失うであろう、西の人々と東の人々によって屈服させられて。
" Ῥωμαῖοί τε δὴ τὰ πρὸς ἑσπέραν νεμόμενοι τῆς Εὐρώπης καθεῖλον τὴν Μακεδόνων ἀρχὴν καὶ τῶν ἐς τὸ συμμαχικὸν ταχθέντων Ἄτταλος τῆς ἐκ Περγάμου συλλεχθείσης ἡγεμὼν καὶ ἔτι ἐκ Μυσίας στρατιᾶς·
」ヨーロッパの西部に住むローマ人がマケドニアの支配権を覆し、また同盟軍に加わった者たちのうちでは、ペルガモンおよびさらにミュシアから集められた軍勢の指揮官であったアッタロスがそれを助けた。
πρὸς δὲ ἀνίσχοντα ἥλιον μᾶλλόν τι ἡ Μυσία τέτραπται.
ミュシアはむしろ東(日の昇る方角)に位置しているのである。

語釈・文法注

  1. 7.8.1συμμάχους τε ἀξιωθησομένους καλεῖσθαι Ῥωμαίων — 未来受動分詞 `ἀξιωθησομένους` は、不定法 `καλεῖσθαι` の意味上の主語であるアカイア人(対格の代名詞 `σφᾶς` が省略されている)に一致している。全体として「彼らがローマ人の同盟者と呼ばれるにふさわしいと見なされるであろう」という、フラミニヌスによって提示された将来の見通し(約束)を表明している。
  2. 7.8.2προεωρῶντο δὲ καὶ ὡς ... δεσπόται προστάττειν — 主節の動詞 `προεωρῶντο`(歴史時制)に導かれる従属節において、主語の異なる `ὡς` 節(希求法 `ἥκοιεν` を伴う間接話法)と、目的を示すか結果を説明する不定法 `προστάττειν` が交錯している。`δεσπόται`(述語主格)は `ἥκοιεν` の主語(ローマ人)の属性を示し、`προστάττειν` は「命令を下すために(主人として)」という目的・機能を限定している。
  3. 7.8.5ἐπέταξαν τοῖς Ἀχαιῶν ἐφήβοις τὰ αὐτὰ ἐπιτηδεύειν — 与格の `τοῖς Ἀχαιῶν ἐφήβοις` は、指示代名詞 `τὰ αὐτά`(同じこと)に係るもので、「アカイアの青年たちのそれと同じこと」を意味する。`ἐπέταξαν`(彼らは命じた)の間接目的語(スパルタ人)は省略されており、全体として「彼ら(スパルタ人)に、アカイアの青年たちと同じことを実践するよう命じた」という構造になる。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §7.8.1-7.8.9. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:7.8.1-7.8.9

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。