Humanitext Reader

パウサニアス · ギリシア案内記 §7.5.8-7.5.13

エリュトライの神像とイオニア各地の驚異

266 / 465 箇所 · ギリシア語

要旨

トラキア人の女奴隷や自由な女たちが髪を切り、エリュトライ人はヘーラクレース像を筏で引き寄せることに成功する。また、イオニア各都市の有名な聖域、川、温泉、記念碑などの驚異が紹介される。

§7.5.8ὁπόσαι δὲ τοῦ Θρᾳκίου γένους ἐδούλευον καὶ οὔσαις σφίσιν ἐλευθέραις ἦν ἐνταῦθα βίος, ἀποκεῖραι παρέχουσιν αὑτάς· καὶ οὕτως οἱ Ἐρυθραῖοι τὴν σχεδίαν καθέλκουσιν.
トラキア人の血筋で奴隷であった女たちや、自由な身でありながらそこに暮らしを立てていた女たちは、自らの髪を切り落とさせ、こうしてエリュトライ人は筏を引き寄せた。
ἔσοδός τε δὴ ταῖς Θρᾴσσαις ἐς τὸ Ἡράκλειόν ἐστι γυναικῶν μόναις, καὶ τὸ καλῴδιον τὸ ἐκ τῶν τριχῶν καὶ ἐς ἐμὲ ἔτι οἱ ἐπιχώριοι φυλάσσουσι·
それゆえ、トラキアの女たちに対してのみ、女性の中でヘーラクレース神殿への立ち入りが許されており、その髪の毛でできた縄を、私の時代になっても現地の人々は保管している。
καὶ δὴ καὶ τὸν ἁλιέα οἱ αὐτοὶ οὗτοι ἀναβλέψαι τε καὶ ὁρᾶν τὸ λοιπὸν τοῦ βίου φασίν.
さらに同じ人々は、あの漁師が視力を取り戻し、残りの生涯を物が見える状態で過ごしたと言っている。
§7.5.9ἔστι δὲ ἐν Ἐρυθραῖς καὶ Ἀθηνᾶς Πολιάδος ναὸς καὶ ἄγαλμα ξύλου μεγέθει μέγα καθήμενόν τε ἐπὶ θρόνου καὶ ἠλακάτην ἐν ἑκατέρᾳ τῶν χειρῶν ἔχει καὶ ἐπὶ τῆς κεφαλῆς πόλον·
また、エリュトライにはアテーナー・ポリアースの神殿と、木製の非常に大きな神像があり、それは玉座に座っており、両方の手に糸巻き棒を持ち、頭にはポロスを戴いている。
τοῦτο Ἐνδοίου τέχνην καὶ ἄλλοις ἐτεκμαιρόμεθα εἶναι καὶ ἐς τὴν ἐργασίαν ὁρῶντες ἔνδον τοῦ ἀγάλματος καὶ οὐχ ἥκιστα ἐπὶ ταῖς Χάρισί τε καὶ Ὥραις, αἳ πρὶν ἐσελθεῖν ἑστήκασιν ἐν ὑπαίθρῳ λίθου λευκοῦ.
これがエンドイオスの作品であることは、他の点からも、また神像の内部の細工を見るにつけても推測されるが、なによりも、神殿に入る前に戸外に立っている白い大理石のカリスたちとホーライたちの像によってもそれが示されている。
ἐποιήθη δὲ καὶ κατʼ ἐμὲ Σμυρναίοις ἱερὸν Ἀσκληπιοῦ μεταξὺ Κορυφῆς τε ὄρους καὶ θαλάσσης ἀμιγοῦς ὕδατι ἀλλοίῳ.
また、私の時代には、スミュルナ人のために、コリュペー山と、他とは異なる性質の水をもつ海の間に、アスクレピオスの聖域が作られた。
§7.5.10ἡ δὲ Ἰωνία παρὲξ τῶν τε ἱερῶν καὶ τῆς τοῦ ἀέρος κράσεως παρέχεται καὶ ἄλλα ἐς συγγραφήν, ἡ μέν γε Ἐφεσία χώρα τόν τε Κέγχριον ποταμὸν καὶ τοῦ Πίονος τοῦ ὄρους τὴν φύσιν καὶ πηγὴν τὴν Ἁλιταίαν·
イオニアは、聖域や気候の調和以外にも、記述に値する他のものを提供している。 すなわち、エペソスの地方はケンクリオス川、ピオーン山の自然、そしてハリタイアの泉を。
ἐν δὲ τῇ Μιλησίᾳ πηγή τέ ἐστι Βιβλὶς καὶ ὅσα ἐς τῆς Βιβλίδος τὸν ἔρωτα ᾄδουσιν·
ミレートス領にはビュブリスの泉があり、ビュブリスの恋について歌われる様々な物語がある。
ἐν δὲ τῇ Κολοφωνίων ἄλσος τε τοῦ Ἀπόλλωνος, δένδρα μελίαι, καὶ οὐ πόρρω τοῦ ἄλσους Ἄλης ποταμὸς ψυχρότατος τῶν ἐν Ἰωνίᾳ.
コロポーン人の領地にはアポローンの聖林があり、そこにはトネリコの樹が生えており、その聖林から遠くないところに、イオニアの川の中で最も冷たいアレース川がある。
§7.5.11Λεβεδίοις δὲ τὰ λουτρὰ ἐν τῇ γῇ θαῦμα ἀνθρώποις ὁμοῦ καὶ ὠφέλεια γίνεται·
レベドス人にとっては、その地にある温泉は、人々にとって驚異であると同時に有益なものとなっている。
ἔστι δὲ καὶ Τηίοις ἐπὶ τῇ ἄκρᾳ λουτρὰ τῇ Μακρίᾳ, τὰ μὲν ἐπὶ τῷ κλύδωνι ἐν πέτρας χηραμῷ, τὰ δὲ καὶ ἐς ἐπίδειξιν πλούτου πεποιημένα.
テオース人にとっても、マクリア岬に温泉があり、一部は岩の割れ目の中の波打ち際にあり、他は富を誇示するために作られたものである。
Κλαζομενίοις δὲ λουτρά ἐστιν—ἐν δὲ αὐτοῖς Ἀγαμέμνων ἔχει τιμάς—καὶ ἄντρον μητρός σφισι Πύρρου καλούμενον, καὶ λόγον ἐπὶ τῷ Πύρρῳ λέγουσι τῷ ποιμένι·
クラゾメナイ人にも温泉があり、そこではアガメムノーンが崇拝を受けている。 また、彼らにはピュロスの母と呼ばれる洞窟があり、羊飼いピュロスについての伝説を語り伝えている。
§7.5.12Ἐρυθραίοις δὲ ἔστι μὲν χώρα Χαλκίς, ἀφʼ ἧς καὶ τῶν φυλῶν σφισιν ἡ τρίτη τὸ ὄνομα ἔσχηκεν, ἔστι δὲ τῆς Χαλκίδος κατατείνουσα ἐς τὸ πέλαγος ἄκρα καὶ ἐν αὐτῇ λουτρὰ θαλάσσια, μάλιστα τῶν ἐν Ἰωνίᾳ λουτρῶν ὠφέλιμα ἀνθρώποις.
エリュトライ人にとってはカルキス地方があり、そこから彼らの部族の第三のもの(第三部族)がその名を得ている。 そしてカルキスから海へと伸びる岬があり、そこには海水の温泉があって、イオニアの温泉の中で最も人々に有益である。
Σμυρναίοις δὲ ποταμὸς Μέλης ὕδωρ ἐστὶ κάλλιστον καὶ σπήλαιον ἐπὶ ταῖς πηγαῖς, ἔνθα Ὅμηρον ποιῆσαι τὰ ἔπη λέγουσι·
スミュルナ人にとっては、メレース川がこの上なく美しい水を提供しており、その源流には洞窟があり、そこでホメーロスが叙事詩を作ったと言われている。
§7.5.13Χίοις δὲ ὁ τοῦ Οἰνοπίωνος τάφος θέαν τε παρέχεται καί τινας καὶ λόγους ἐς τοῦ Οἰνοπίωνος τὰ ἔργα·
キオス人にとっては、オイノピオーンの墓が見ものを提供しており、オイノピオーンの業績についてのいくつかの伝説もある。
Σαμίοις δὲ κατὰ τὴν ὁδὸν τὴν ἐς τὸ Ἡραῖον τὸ Ῥαδίνης καὶ Λεοντίχου μνῆμά ἐστι, καὶ τοῖς ὑπὸ ἔρωτος ἀνιωμένοις εὔχεσθαι καθέστηκεν ἰοῦσιν ἐπὶ τὸ μνῆμα.
サモス人にとっては、ヘーラー神殿へと至る道沿いにハラディネーとレオンティコスの墓があり、愛に苦しむ人々がその墓に行って祈る習慣がある。
τὰ μὲν δὴ ἐν Ἰωνίᾳ θαύματα πολλά τε καὶ οὐ πολλῷ τινι τῶν ἐν τῇ Ἑλλάδι ἀποδέοντά ἐστιν·
このように、イオニアの驚異は数多くあり、ギリシア本土の驚異にそれほど劣るものではない。

語釈・文法注

  1. 7.5.8καὶ οὔσαις σφίσιν ἐλευθέραις ἦν ἐνταῦθα βίος — この節では、与格の分詞句 `οὔσαις σφίσιν ἐλευθέραις` が、所有の与格としての代名詞 `σφίσιν` に一致している。これは `ἦν ἐνταῦθα βίος`(そこに生活があった)にかかり、「自由の身分でありながら、そこに暮らしを立てていた女たち」という意味になる。`καὶ` は対比の接続詞的に働き、前の「奴隷であった女たち」と対照をなす。
  2. 7.5.9τοῦτο Ἐνδοίου τέχνην καὶ ἄλλοις ἐτεκμαιρόμεθα εἶναι — 動詞 `ἐτεκμαιρόμεθα`(私たちは〜と推測した)は、対格不定詞構文 `τοῦτο ... Ἐνδοίου τέχνην ... εἶναι`(これがエンドイオスの作品であること)を目的語に取る。`καὶ ἄλλοις` は「他の証拠によっても」を意味する手段・根拠の与格であり、続く分詞句 `καὶ ἐς τὴν ἐργασίαν ὁρῶντες`(そしてその工芸を見ることで)と並列されている。
  3. 7.5.13οὐ πολλῷ τινι τῶν ἐν τῇ Ἑλλάδι ἀποδέοντά ἐστιν — 分詞 `ἀποδέοντα`(〜に劣る、〜に欠けている)は属格 `τῶν ἐν τῇ Ἑλλάδι`(ギリシア本土のもの)を支配する。与格 `πολλῷ τινι` は「いくらかの大きな差によって」という程度・差の与格であり、二重否定を形成する否定辞 `οὐ` とともに「それほど大きく劣っているわけではない」という意味を構成する。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §7.5.8-7.5.13. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:7.5.8-7.5.13

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。