§7.6.1τότε δὲ ἀπεληλυθότων Ἰώνων τήν τε γῆν οἱ Ἀχαιοὶ τὴν Ἰώνων διελάγχανον καὶ ἐσῳκίζοντο ἐς τὰς πόλεις.
当时,在伊奥尼亚人离去之后,亚该亚人瓜分了伊奥尼亚人的土地,并定居在他们的城市中。
αἱ δὲ δύο τε καὶ δέκα ἦσαν ἀριθμόν, ὁπόσαι γε καὶ ἐς ἅπαν τὸ Ἑλληνικὸν γνώριμοι, Δύμη μὲν πρὸς Ἤλιδος πρώτη, μετὰ δὲ αὐτὴν Ὤλενος καὶ Φαραὶ καὶ Τρίτεια καὶ Ῥύπες καὶ Αἴγιον καὶ Κερύνεια καὶ Βοῦρα, ἐπὶ ταύταις δὲ Ἑλίκη καὶ Αἰγαί τε καὶ Αἴγειρα καὶ Πελλήνη πρὸς τῆς Σικυωνίας ἐσχάτη·
这些城市在数量上为十二座,正如整个希腊世界所熟知的那样:首先是靠近埃利斯的迪美;其后是奥勒诺斯、法赖、特里泰亚、律佩斯、埃吉翁、凯里内亚和布拉;在这些之后是赫利克、埃盖、埃盖拉,以及靠近西库昂边境的最后一座城市佩莱内。
ἐς ταύτας οἱ Ἀχαιοὶ καὶ οἱ βασιλεῖς αὐτῶν ἐσῳκίζοντο πρότερον ἔτι ὑπὸ Ἰώνων οἰκουμένας.
亚该亚人及其国王们就定居在这些先前由伊奥尼亚人居住的城市中。
§7.6.2ἦσαν δὲ οἱ τὸ μέγιστον ἐν τοῖς Ἀχαιοῖς ἔχοντες κράτος οἵ τε Τισαμενοῦ παῖδες Δαϊμένης καὶ Σπάρτων καὶ Τέλλις τε καὶ Λεοντομένης· Κομήτης δὲ ὁ πρεσβύτατος τῶν Τισαμενοῦ παίδων πρότερον ἔτι διεβεβήκει ναυσὶν ἐς τὴν Ἀσίαν.
在亚该亚人中拥有最大权力的是蒂萨梅诺斯之子戴梅内斯、斯巴顿、特里斯和莱翁托梅内斯;而蒂萨梅诺斯诸子中最年长的科梅特斯,此前早已乘船渡海前往亚细亚。
οὗτοί τε δὴ τηνικαῦτα ἐν τοῖς Ἀχαιοῖς ἐδυνάστευον καὶ Δαμασίας ὁ Πενθίλου τοῦ Ὀρέστου, τοῖς Τισαμενοῦ παισὶν ἀνεψιὸς πρὸς πατρός.
当时,这些人以及奥雷斯特斯之子彭希洛斯之子达马西亚斯(他是蒂萨梅诺斯诸子的堂兄弟)在亚该亚人中执掌权力。
ἴσχυον δὲ ἐπʼ ἴσης τοῖς κατειλεγμένοις καὶ Ἀχαιῶν τῶν ἐκ Λακεδαίμονος Πρευγένης καὶ ὁ υἱός, ὄνομα δέ οἱ ἦν Πατρεύς· καί σφισιν ὑπὸ τῶν Ἀχαιῶν ἐδόθη κτίσασθαι πόλιν ἐν τῇ χώρᾳ, καὶ τὸ ὄνομα ἀπὸ τοῦ Πατρέως ἐτέθη τῇ πόλει.
来自拉刻代蒙的亚该亚人普罗格内斯和他的儿子(名字叫帕特雷斯)也拥有与上述诸人同等的势力;亚该亚人允许他们在该地区建立一座城市,并且该城市以帕特雷斯的名字命名。
§7.6.3τὰ δὲ ἐς πόλεμον τοιάδε ἦν τοῖς Ἀχαιοῖς.
亚该亚人的战争史如下。
κατὰ μὲν τὴν ἐς Ἴλιον ἐπιστρατείαν Ἀγαμέμνονος Λακεδαίμονα ἔτι καὶ Ἄργος οἰκοῦντες μεγίστη τοῦ Ἑλληνικοῦ μοῖρα ἦσαν·
在阿伽门农远征伊利翁时,他们仍居住在拉刻代蒙和阿耳戈斯,是希腊联军中最大的一支力量。
κατὰ δὲ τὴν Ξέρξου καὶ Μήδων ἐπὶ τὴν Ἑλλάδα οὔτε Λεωνίδᾳ τῆς ἐξόδου τῆς ἐς Θερμοπύλας εἰσὶν οἱ Ἀχαιοὶ δῆλοι μετεσχηκότες οὔτε Ἀθηναίοις ὁμοῦ καὶ Θεμιστοκλεῖ πρὸς Εὐβοίᾳ καὶ Σαλαμῖνι ναυμαχήσαντες, οὐδὲ σφᾶς κατάλογος συμμάχων ἔχει Λακωνικὸς ἢ Ἀττικός.
但在薛西斯和米底人入侵希腊期间,亚该亚人显然既没有参加列奥尼达前往温泉关的出征,也没有与雅典人和地米斯托克利一起在优波亚和萨拉米斯进行海战,在拉科尼亚或阿提卡的盟友名册中也没有他们的名字。
§7.6.4ὑστέρησαν δὲ καὶ ἔργου τοῦ Πλαταιᾶσι· δῆλα γὰρ δὴ ὅτι ἐπὶ τῷ ἀναθήματι τῷ ἐν Ὀλυμπίᾳ τῶν Ἑλλήνων μετῆν ἂν καὶ Ἀχαιοῖς γεγράφθαι.
他们也错过了普拉提亚的战役;因为显而易见,如果他们参战了,亚该亚人的名字也会被刻在奥林匹亚的希腊人奉纳物上。
δοκεῖν δέ μοι τὰς πατρίδας τε ὑπολειφθέντες ἕκαστοι τὰς αὑτῶν ἔσωζον καὶ ἅμα διὰ τὸ ἔργον τὸ πρὸς Τροίαν Λακεδαιμονίους Δωριεῖς ἀπηξίουν σφίσιν ἡγεῖσθαι.
在我看来,他们各自留下来保卫自己的祖国,同时,因为特洛伊那件事,他们不屑于让多利安人的拉刻代蒙人作他们的领袖。
ἐδήλωσαν δὲ καὶ ἀνὰ χρόνον· Λακεδαιμονίων γὰρ ἐς τὸν πρὸς Ἀθηναίους πόλεμον καταστάντων ὕστερον, ἐς τὴν συμμαχίαν ἦσαν οἱ Ἀχαιοὶ πρόθυμοι Πατρεῦσι, καὶ ἐς τοὺς Ἀθηναίους οὐχ ἧσσον εἶχον γνώμην.
随着时间的推移,他们也表明了这一点;因为后来当拉刻代蒙人与雅典人爆发战争时,亚该亚人为了帕特雷人的利益而积极争取结盟,并且对雅典人也同样抱有善意。
§7.6.5πολέμων δὲ τῶν πολεμηθέντων ὕστερον ὑπὸ τοῦ Ἕλλησι κοινοῦ τοῦ μὲν ἐν Χαιρωνείᾳ Φιλίππου τε ἐναντία καὶ Μακεδόνων οἱ Ἀχαιοὶ μετέσχον, ἐς δὲ τὴν Θεσσαλίαν καὶ ἐπὶ τὸν πρὸς Λαμίᾳ καλούμενον πόλεμον οὔ φασιν ἐκστρατεύσασθαι, οὐ γάρ πω μετὰ τὸ πταῖσμα ἀνενηνοχέναι τὸ ἐν Βοιωτοῖς·
在后来希腊联盟所进行的战争中,亚该亚人参加了在喀罗尼亚对抗腓力和马其顿人的战役,但据说他们没有派兵前往色萨利参加所谓的拉米亚战争,因为他们还没有从波奥蒂亚的惨败中恢复过来。
ὁ δὲ τῶν ἐπιχωρίων Πατρεῦσιν ἐξηγητὴς τὸν παλαιστὴν Χίλωνα Ἀχαιῶν μόνον μετασχεῖν ἔφασκε τοῦ ἔργου τοῦ περὶ Λάμιαν.
然而,帕特雷当地的导游声称,摔跤手奇隆是唯一参加了拉米亚周边战斗的亚该亚人。
§7.6.6οἶδα δὲ καὶ ἄνδρα αὐτὸς Λυδὸν Ἄδραστον ἰδίᾳ καὶ οὐκ ἀπὸ τοῦ κοινοῦ τοῦ Λυδῶν ἀμύναντα Ἕλλησι· τοῦ δὲ Ἀδράστου τούτου χαλκῆν εἰκόνα ἀνέθεσαν οἱ Λυδοὶ πρὸ ἱεροῦ Περσικῆς Ἀρτέμιδος, καὶ ἔγραψαν ἐπίγραμμα ὡς τελευτήσειεν ὁ Ἄδραστος ἐναντίον Λεοννάτῳ μαχόμενος ὑπὲρ Ἑλλήνων.
我本人也知道一个吕底亚人阿德拉斯托斯,他个人而非代表吕底亚城邦援助了希腊人;吕底亚人在波斯阿耳忒弥斯神庙前为这位阿德拉斯托斯树立了一尊青铜像,并刻上铭文,写道阿德拉斯托斯是在为希腊人对抗莱翁纳托斯时战死的。
§7.6.7ἡ δὲ ἐς Θερμοπύλας ἐπὶ τὴν Γαλατῶν στρατιὰν ἔξοδος καὶ τοῖς πᾶσιν ὁμοίως παρώφθη Πελοποννησίοις· ἅτε γὰρ πλοῖα οὐκ ἐχόντων τῶν βαρβάρων, δεινὸν ἔσεσθαί σφισιν ἀπʼ αὐτῶν οὐδὲν ἤλπιζον, εἰ τὸν Κορινθίων ἰσθμὸν ἐκ θαλάσσης τῆς κατὰ Λέχαιον ἀποτειχίσειαν ἐς τὴν ἑτέραν τὴν ἐπὶ Κεγχρέαις θάλασσαν.
对抗加拉太人军队的温泉关出征,同样被所有伯罗奔尼撒人忽视了;因为既然蛮族没有船只,他们希望只要用墙将科林斯地峡从莱哈翁一侧的海阻断到肯克里埃一侧的另一片海,自己就不会受到他们的任何威胁。
§7.6.8τοῦτο μὲν δὴ Πελοποννησίων ἦν τότε ἁπάντων βούλευμα· ἐπεὶ δὲ Γαλάται ναυσὶν ὅντινα δὴ τρόπον διαβεβήκεσαν ἐς τὴν Ἀσίαν, ἐνταῦθα εἶχεν οὕτω τὰ Ἑλλήνων. προεστήκεσαν κατʼ ἰσχὺν οὐδένες ἔτι τοῦ Ἑλληνικοῦ·
这便是当时所有伯罗奔尼撒人的计划;但当加拉太人以某种方式乘船渡海来到亚细亚后,希腊人的局势便成了这般模样:再没有任何人凭借力量屹立于希腊各邦之首。
Λακεδαιμονίους μὲν γὰρ τὸ ἐν Λεύκτροις πταῖσμα καὶ ἅμα οἵ τε Ἀρκάδες συνεληλυθότες ἐς Μεγάλην πόλιν καὶ οἱ Μεσσήνιοι παροικοῦντες ἀνασώσασθαι τὴν προτέραν ἔτι εὐδαιμονίαν ἐκώλυον·
因为拉刻代蒙人因留克特拉的惨败,以及同时在梅加洛波利斯联合起来的阿卡迪亚人和邻近的美塞尼亚人的阻碍,无法恢复往日的繁荣。
§7.6.9Θηβαίοις δὲ ἐς τοσοῦτο ἠρήμωσεν Ἀλέξανδρος τὴν πόλιν, ὡς ἔτεσιν ὕστερον οὐ πολλοῖς καταχθέντας ὑπὸ Κασσάνδρου μηδὲ σώζειν τὰ οἰκεῖα ἀξιόχρεως εἶναι·
至于底比斯人,亚历山大将他们的城市彻底摧毁,以至于多年后被卡桑德迁回时,他们甚至没有足够的力量来保卫自己的家园。
Ἀθηναίοις δὲ εὔνοια μὲν παρὰ τοῦ Ἑλληνικοῦ τῶν ἔργων μάλιστα ὑπῆρχε τῶν ὕστερον, ἀναπαύσασθαι δὲ οὔ ποτε ἐκ τοῦ Μακεδόνων πολέμου παρῆν αὐτοῖς.
至于雅典人,尽管由于他们后来的功绩而获得了希腊世界最大的好意,但他们从未得以从与马其顿人的战争中获得喘息。