Humanitext Reader

パウサニアス · ギリシア案内記 §7.24.8-7.24.13

地震の種類と前兆およびヘリケの水没の惨状

294 / 465 箇所 · ギリシア語

要旨

地震の前兆となる異常な自然現象と、揺れの3つのタイプ(特に致命的な第3のタイプ)を解説し、ヘリケがこの激甚災害と津波によって住民もろとも水没した出来事、およびシピュロスの沈没という類似例を報告している。

§7.24.8τῶν τε ὑδάτων ὡς τὸ πολὺ ἐπιλείπουσιν αἱ πηγαί, καὶ ἀνέμων ἔστιν οἷς ἐνέπεσον ἐς τὴν χώραν ἐμβολαὶ περιτρέπουσαι τὰ δένδρα, καί που καὶ ἐν τῷ οὐρανῷ διαδρομαὶ σὺν πολλῇ τῇ φλογί, τὰ δὲ καὶ ἀστέρων ὤφθη σχήματα οὔτε ἐγνωσμένα ὑπὸ τῶν πρότερον καὶ μεγάλην τοῖς ὁρῶσιν ἐμποιοῦντα ἔκπληξιν, ἔτι δὲ καὶ τῆς γῆς κάτω πνευμάτων ὑπήχησις ἰσχυρά, ἄλλα τε πολλὰ ὁ θεὸς ἐπὶ τοῖς βιαίοις τῶν σεισμῶν ἐθέλει προενδείκνυσθαι·
(地震の前には)大抵の場合、水の水源が涸れ、また、ある種の風においては、その土地に突風が襲いかかって樹木をなぎ倒すことがあり、またおそらく、天においては激しい炎を伴う走光が現れ、あるいは以前の人々には知られておらず、見る人々に大きな驚愕を与えるような、星々の異様な形態が現れることもあった。 さらには、地の下からの風の強い地鳴りもあり、その他にも多くの前兆を、神は激しい地震の前にあらかじめ示そうとされるのである。
§7.24.9—τῆς δὲ κινήσεως αὐτῆς καθέστηκεν οὐχ εἷς τρόπος, ἀλλʼ οἱ φροντίσαντες τὰ τοιαῦτα ἐξ ἀρχῆς καὶ οἱ παρʼ ἐκείνων διδαχθέντες ἰδέας καταμαθεῖν ἐδυνήθησαν τοσάσδε ἐπὶ τοῖς σεισμοῖς.
その揺れ自体には、一つのタイプだけがあるのではない。 そうではなく、最初からそのような自然現象について思索した人々や、彼らから学んだ人々は、地震について以下のような種類を特定することができた。
ἠπιώτατος μέν ἐστιν αὐτῶν, ἢν δὴ ἐν κακῷ γε τοσούτῳ ῥᾳστώνην ἐνεῖναί τινα ἡγησώμεθα, ἐπειδὰν ὁμοῦ τῇ κινήσει τῇ ἀρξαμένῃ τὸ πρῶτον καὶ τῇ ἐς τὸ ἔδαφος τροπῇ τῶν οἰκοδομημάτων ἀντιστᾶσα ἐναντία κίνησις ἐξεγείρῃ τὰ ἤδη τραπέντα, —καὶ ἐν τῇ τοιᾷδε ἰδέᾳ
それらの中で最も穏やかなものは――もし、これほど大きな災いの中に何らかの和らぎがあると想定できるならばであるが――最初に始まった揺れと、建造物の地面への倒壊と同時に、それに抵抗する反対の揺れが生じて、すでに傾きかけたものを引き起こす時である。
§7.24.10τοῦ σεισμοῦ κίονας ὁρᾶν ἔστιν ἀνορθουμένους οἳ ὀλίγου ἐδέησαν ἐς ἅπαν ἐκριφῆναι, καὶ ὁπόσα διέστη τοίχων συνερχόμενα ἐς τὸ ἐξ ἀρχῆς·
そして、このようなタイプの地震においては、もう少しで完全に倒れそうになっていた柱が再び直立するのを見ることができ、また壁の裂けたすべての部分が元の状態へと合わさるのを見ることができる。
δοκοὶ δέ, ὅσας ἐκτὸς ὀλισθεῖν ἐποίησεν ἡ κίνησις, ἐπανίασιν αὖθις ἐς τὰς ἕδρας·
さらに、揺れによって外側へと滑り落ちていた梁が、再びその元の位置へと戻る。
ὡσαύτως δὲ καὶ ὀχετῶν κατασκευῆς καὶ εἰ δή τι ἄλλο ἐπὶ ὕδατος ῥοαῖς προάγει, καὶ τούτων συνδεῖ τὰ διεσπασμένα μᾶλλον ἢ ἀνθρώπων τεκτόνων·
同様に、水道の構造物や、水の流れのために敷設されている他のあらゆるものも、人間の大工の手によるよりも見事に、それらの引き裂かれた部分を結合するのである。
—ὁ δὲ δὴ δεύτερος τῶν σεισμῶν ἀπώλειάν τε τῶν ἑτοιμοτέρων φέρει καί, ἐφʼ ὅ τι ἂν βάλῃ τὴν ὁρμήν, ἀνέκλινεν αὐτίκα τοῖς ἐς πολιορκίαν μηχανήμασιν ὁμοίως.
これに対して、第二の地震は、より倒れやすいものを破滅へともたらし、その勢いが襲うすべてのものを、攻城兵器のように、直ちにひっくり返してしまう。
§7.24.11τὸν δὲ αὐτῶν ὀλεθριώτατον τοιῷδέ τινι ἐθέλουσιν εἰκάζειν, τὸ ἐντὸς τοῦ ἀνθρώπου πνεῦμα εἰ συνεχεῖ πυρετῷ πυκνότερόν τε καὶ ὑπὸ πολλῆς ἄνω τῆς βίας ὠθοῖτο·
それらの中で最も破滅的なタイプを、人々は次のようなものに喩えようとする。 すなわち、人間の体内の息が、持続する熱病によって、より激しく、大きな力で上方へと押し上げられる場合である。
τοῦτο δὲ ἀλλαχοῦ τε τοῦ σώματος ἐπισημαίνει καὶ ἐν ταῖς χερσὶν ὑπὸ ἑκάτερον μάλιστα τὸν καρπόν.
これは体の他の部分でも、また手においては特に左右の手首の下で、脈打って兆候を示す。
κατὰ ταὐτὰ οὖν καὶ τὸν σεισμὸν εὐθὺ ὑποδύεσθαι τῶν οἰκοδομημάτων καὶ θεμέλια ἀναπάλλειν φασὶν αὐτόν, καθότι καὶ τὰ ἔργα τῶν σφαλάκων ἐκ μυχοῦ τῆς γῆς ἀναπέμπεται·
これと同様に、その最も破滅的な地震も建物の真下へと入り込み、その基礎を跳ね上げるのだと言われており、それはちょうど、モグラの働きが地の奥底から土を押し上げるのと同じようである。
μόνη τε ἡ τοιαύτη κίνησις οὐδὲ τοῦ οἰκισθῆναί ποτε ὑπολείπει σημεῖα ἐν τῇ γῇ.
そして、このような揺れだけは、かつて人が居住していたという痕跡すら、地表に一切残さないのである。
§7.24.12τότε δὲ ἰδέαν μὲν ταύτην ἐπὶ τῇ Ἑλίκῃ τοῦ σεισμοῦ τὴν ἐς τὸ ἔδαφος ἀνακινοῦσαν, σὺν δὲ αὐτῇ καὶ ἄλλο πῆμα τοιόνδε οἱ ἐπιγενέσθαι φασὶν ὥρᾳ χειμῶνος.
そしてその時、ヘリケにおいては、地面を根こそぎに揺り動かすこのタイプの地震が発生し、それとともに、冬の季節に、次のような別の災厄が追い打ちをかけるように起こったと人々は言っている。
ἐπῆλθε γάρ σφισιν ἐπὶ πολὺ τῆς χώρας ἡ θάλασσα καὶ τὴν Ἑλίκην περιέλαβεν ἐν κύκλῳ πᾶσαν·
すなわち、海が彼らの土地の広範囲にわたって押し寄せ、ヘリケの全体をぐるりと取り囲んだのである。
καὶ δὴ καὶ τὸ ἄλσος τοῦ Ποσειδῶνος ἐπὶ τοσοῦτον ἐπέσχεν ὁ κλύδων ὡς τὰ ἄκρα τῶν δένδρων σύνοπτα εἶναι μόνον.
実に、ポセイドンの聖なる木立ちをも波がそれほど深く覆ったため、樹木の梢だけしか見えないほどであった。
σείσαντος δὲ ἐξαίφνης τοῦ θεοῦ καὶ ὁμοῦ τῷ σεισμῷ τῆς θαλάσσης ἀναδραμούσης, καθείλκυσεν αὔτανδρον τὸ κῦμα τὴν Ἑλίκην.
神が突如として地を揺るがし、揺れと同時に海が逆巻いて押し寄せたとき、その大波はヘリケを、住民もろとも引きずり込んで沈めてしまった。
§7.24.13τοιοῦτό γε δὴ κατέλαβεν, ἕτερον τὴν ἰδέαν, ἐν Σιπύλῳ πόλιν ἐς χάσμα ἀφανισθῆναι·
これに似たこととして(形態は異なるが)、シピュロスにおいて都市が裂け目に消え去るということが起きた。
ἐξ ὅτου δὲ κατεάγη τοῦ ὄρους, ὕδωρ αὐτόθεν ἐρρύη, καὶ λίμνη τε ὀνομαζομένη Σαλόη τὸ χάσμα ἐγένετο καὶ ἐρείπια πόλεως δῆλα ἦν ἐν τῇ λίμνῃ, πρὶν ἢ τὸ ὕδωρ ἀπέκρυψεν αὐτὰ τοῦ χειμάρρου.
山の一部が崩落してからは、そこから水が流れ出し、その裂け目はサロエと呼ばれる湖となり、急流の水がそれらを覆い隠してしまう前は、都市の遺跡が湖の中にはっきりと見えていた。
σύνοπτα δὲ καὶ Ἑλίκης ἐστὶ τὰ ἐρείπια, οὐ μὴν ἔτι γε ὁμοίως, ἅτε ὑπὸ τῆς ἅλμης λελυμασμένα.
ヘリケの遺跡もまた見ることができるが、塩水によって侵食されてしまっているため、もはや同じようには見えない。

語釈・文法注

  1. 7.24.8ἀνέμων ἔστιν οἷς ἐνέπεσον ἐς τὴν χώραν ἐμβολαὶ — 関係代名詞の与格を含む慣用表現 ἔστιν οἷς(あるものにおいては)が ἀνέμων にかかり、「ある種の風においては、突風がその土地に襲いかかることがあり」という意味を構成している。ἐνέπεσον は反復的・一般論的な叙述におけるアオリスト(ノミック・アオリスト)である。
  2. 7.24.10ὀλίγου ἐδέησαν ἐς ἅπαν ἐκριφῆναι — ὀλίγου δεῖν(もう少しで〜する、危うく〜するところである)の個人的構文。主格の関係代名詞 οἵ を主語として、動詞 ἐδέησαν が3人称複数形になり、不定詞 ἐκριφῆναι が従属している。全体として「もう少しで完全に投げ倒されるところであった(柱)」という意味になる。
  3. 7.24.11τὸ ἐντὸς τοῦ ἀνθρώπου πνεῦμα εἰ συνεχεῖ πυρετῷ πυκνότερόν τε καὶ ὑπὸ πολλῆς ἄνω τῆς βίας ὠθοῖτο — εἰ + 希求法(ὠθοῖτο)を用いた条件節が、名詞句(比喩)の内容を説明するために挿入されている。体内の「プネウマ」の動き(すなわち高熱時の脈拍)を地震の垂直運動に擬えている。脈拍が皮膚を通して「兆候を示す(ἐπισημαίνει)」様子から、地震の地下での震動を説明している。
  4. 7.24.12σείσαντος δὲ ἐξαίφνης τοῦ θεοῦ — 属格絶対構文。σείσαντος は自動詞的、あるいは他動詞で「(地を)揺るがした」の意で、τοῦ θεοῦ が意味上の主語。「神が突如として(大地を)揺るがしたとき」となる。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §7.24.8-7.24.13. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:7.24.8-7.24.13

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。