Humanitext Reader

パウサニアス · ギリシア案内記 §7.25.1-7.25.6

懇願者を害した者への神罰とケリュネイア

295 / 465 箇所 · ギリシア語

要旨

パウサニアスは、ヘリケの崩壊や歴史的事例を通じて、懇願者の神聖さを軽んじた国々に下る神罰の厳しさを説明し、その後アカイアの町ケリュネイアとそこに亡命したミュケナイ人の歴史を述べる。

§7.25.1τὸ δὲ τοῦ Ἱκεσίου μήνιμα πάρεστι μὲν τοῖς ἐς τὴν Ἑλίκην, πάρεστι δὲ καὶ ἄλλοις διδαχθῆναι πολλοῖς ὡς ἔστιν ἀπαραίτητον·
懇願者の守護神(ヒケシオス)の怒りは、ヘリケに起こったことによっても明らかであり、また他の多くの者にとっても、それがいかに容赦のないものであるかを教えられる機会となっている。
φαίνεται δὲ καὶ ὁ θεὸς παραινῶν ὁ ἐν Δωδώνῃ νέμειν ἐς ἱκέτας αἰδῶ.
そして、ドードーナの神もまた、¦0│ 懇願者に対して敬意を払うよう勧告しているように見える。
Ἀθηναίοις γὰρ ἐπὶ ἡλικίας μάλιστα τῆς Ἀφείδαντος ἀφίκετο παρὰ τοῦ ἐν Δωδώνῃ Διὸς τὰ ἔπη τάδε·
というのも、アテナイ人に対して、とりわけアペイダスの時代に、ドードーナのゼウスから次のような詩がもたらされたからである。
" φράζεο δʼ Ἄρειόν τε πάγον βωμούς τε θυώδεις Εὐμενίδων, ὅθι χρὴ Λακεδαιμονίους σʼ ἱκετεῦσαι δουρὶ πιεζομένους.
「アレオパゴスと、エウメニデスの香ばしい祭壇を心に留めよ。 そこで槍に圧迫されたラケダイモン人たちが汝に哀願することになる。
τοὺς μὴ σὺ κτεῖνε σιδήρῳ, μηδʼ ἱκέτας ἀδικεῖν·
彼らを鉄で殺してはならず、懇願者たちを不当に扱ってはならない。
ἱκέται δʼ ἱεροί τε καὶ ἁγνοί. "
懇願者たちは聖なる、清らかな存在なのだから。
§7.25.2ταῦτα Ἕλλησιν ἦλθεν ἐς μνήμην, ὅτε ἀφίκοντο ἐπὶ Ἀθήνας Πελοποννήσιοι, τότε Κόδρου τοῖς Ἀθηναίοις τοῦ Μελάνθου βασιλεύοντος.
」これらの言葉は、ペロポネソス人たちがアテナイに押し寄せたとき、すなわちメラントスの子コドロスがアテナイ人の王であった時に、ギリシア人の記憶に蘇った。
ὁ μὲν δὴ ἄλλος στρατὸς τῶν Πελοποννησίων ἀπεχώρησεν ἐκ τῆς Ἀττικῆς, ἐπειδὴ ἐπύθοντο τοῦ Κόδρου τὴν τελευτὴν καὶ ὅντινα ἐγένετο αὐτῷ τρόπον·
ペロポネソス人の他の軍勢は、コドロスの死とその死に様を知ると、アッティカから撤退した。
οὐ γὰρ εἶναι νίκην ἔτι σφίσι κατὰ τὸ ἐκ Δελφῶν μάντευμα ἤλπιζον·
デルポイからの神託に従えば、もはや自分たちに勝利はないと予期したからである。
Λακεδαιμονίων δὲ ἄνδρες γενόμενοι μὲν ἐντὸς τείχους λανθάνουσιν ἐν τῇ νυκτί, ἅμα δὲ ἡμέρᾳ τούς τε ἑαυτῶν ἀπεληλυθότας αἰσθάνονται καὶ ἀθροιζομένων ἐπʼ αὐτοὺς τῶν Ἀθηναίων καταφεύγουσιν ἐς τὸν Ἄρειον πάγον καὶ ἐπὶ τῶν θεῶν αἳ Σεμναὶ καλοῦνται τοὺς βωμούς.
しかし、ラケダイモン人の男たちは夜のうちに城壁内に入り込んで潜んでいたが、夜が明けると味方が去ってしまったことに気づき、自分たちに対してアテナイ人が集まってくるのを見て、アレオパゴス、および「セムナイ(厳かな女神たち)」と呼ばれる女神たちの祭壇へと逃げ込んだ。
§7.25.3Ἀθηναῖοι δὲ τότε μὲν διδόασι τοῖς ἱκέταις ἀπελθεῖν ἀζημίοις, χρόνῳ δὲ ὕστερον αὐτοὶ οἱ ἔχοντες τὰς ἀρχὰς διέφθειραν τῆς Ἀθηνᾶς ἱκέτας τῶν Κύλωνι ὁμοῦ τὴν ἀκρόπολιν κατειληφότων·
その時アテナイ人は、懇願者たちに無傷で立ち去ることを許した。 しかし後になって、政権を握っていた者たち自身が、キュロンとともにアクロポリスを占拠したアテナの懇願者たちを殺害した。
καὶ αὐτοί τε οἱ ἀποκτείναντες ἐνομίσθησαν καὶ οἱ ἐξ ἐκείνων ἐναγεῖς τῆς θεοῦ.
そして殺害した者たち自身も、その子孫も、女神の呪いを受けた者とみなされた。
Λακεδαιμονίοις δέ, ἀποκτείνασι καὶ τούτοις ἄνδρας ἐς τὸ ἱερὸν καταπεφευγότας τὸ ἐπὶ Ταινάρῳ τοῦ Ποσειδῶνος, οὐ μετὰ πολὺ ἐσείσθη σφίσιν ἡ πόλις συνεχεῖ τε ὁμοῦ καὶ ἰσχυρῷ τῷ σεισμῷ, ὥστε οἰκίαν μηδεμίαν τῶν ἐν Λακεδαίμονι ἀντισχεῖν.
ラケダイモン人の方でも、タイナロンにあるポセイドンの神殿に逃げ込んだ男たちを殺害したために、それから間もなく、彼らの都市は絶え間なく激しい地震に襲われ、ラケダイモンの家は一軒として ¦0│ 持ちこたえられなかった。
§7.25.4ἐγένετο δὲ τῆς Ἑλίκης ἀπώλεια Ἀστείου μὲν Ἀθήνῃσιν ἔτι ἄρχοντος, τετάρτῳ δὲ ἔτει τῆς πρώτης Ὀλυμπιάδος ἐπὶ ταῖς ἑκατόν, ἣν Δάμων Θούριος ἐνίκα τὸ πρῶτον.
ヘリケの破滅は、アステイオスがアテナイでなお執政官であった時、すなわち、トゥリオイのダモンが最初の勝利を収めた第101回オリンピアードの第4年に起こった。
Ἑλικαέων δὲ οὐκέτι ὄντων νέμονται τὴν χώραν οἱ Αἰγιεῖς.
ヘリケの人々がもはや存在しなくなったため、アイギオンの人々がその土地を領有している。
§7.25.5μετὰ δὲ Ἑλίκην ἀποτραπήσῃ τε ἀπὸ θαλάσσης ἐς δεξιὰν καὶ ἥξεις ἐς πόλισμα Κερύνειαν·
ヘリケを過ぎてから、海から右へと進路を外れると、ケリュネイアという小さな町に到着する。
ᾤκισται δὲ ὑπὲρ τὴν λεωφόρον ἐν ὄρει, καί οἱ τὸ ὄνομα ἢ δυνάστης ἐπιχώριος ἢ ὁ Κερυνίτης ποταμὸς πεποίηκεν, ὃς ἐξ Ἀρκαδίας καὶ ὄρους Κερυνείας ῥέων Ἀχαιοὺς τοὺς ταύτῃ παρέξεισι.
そこは公道より高い山の上に築かれており、その名は地元の支配者、あるいはアルカディアとケリュネイア山から流れてこの地のアカイア人のもとを通り過ぎるケリュニテス川のいずれかに由来している。
παρὰ τούτους σύνοικοι Μυκηναῖοι κατὰ συμφορὰν ἀφίκοντο ἐκ τῆς Ἀργολίδος.
不運に見舞われて、アルゴリス地方から来たミュケナイ人たちが、彼らのもとへ同居人として加わった。
Μυκηναίοις γὰρ τὸ μὲν τεῖχος ἁλῶναι κατὰ τὸ ἰσχυρὸν οὐκ ἐδύνατο ὑπὸ Ἀργείων, ἐτετείχιστο γὰρ κατὰ ταὐτὰ
というのも、ミュケナイ人たちの城壁は、アルゴス人によって力づくで攻略することができなかったからである。
§7.25.6τῷ ἐν Τίρυνθι ὑπὸ τῶν Κυκλώπων καλουμένων, κατὰ ἀνάγκην δὲ ἐκλείπουσι Μυκηναῖοι τὴν πόλιν ἐπιλειπόντων σφᾶς τῶν σιτίων, καὶ ἄλλοι μέν τινες ἐς Κλεωνὰς ἀποχωροῦσιν ἐξ αὐτῶν, τοῦ δήμου δὲ πλέον μὲν ἥμισυ ἐς Μακεδονίαν καταφεύγουσι παρὰ Ἀλέξανδρον, ᾧ Μαρδόνιος ὁ Γωβρύου τὴν ἀγγελίαν ἐπίστευσεν ἐς Ἀθηναίους ἀπαγγεῖλαι·
それは次のように、同じ方法で築かれていたからであった、すなわち、ティリュンスの城壁がいわゆるキクロペスによって築かれたのと同様に。 しかし、食料が尽きかけたため、ミュケナイ人たちはやむを得ず都市を立ち退いた。 そして彼らのうち、ある人々はクレオナイへと去り、民衆の過半数は、マケドニアのアレクサンドロスのもとへと逃れた。 彼はゴブリュアスの子マルドニオスがアテナイ人へ伝えるべき伝言を託した人物である。
ὁ δὲ ἄλλος δῆμος ἀφίκοντο ἐς τὴν Κερύνειαν, καὶ δυνατωτέρα τε ἡ Κερύνεια οἰκητόρων πλήθει καὶ ἐς τὸ ἔπειτα ἐγένετο ἐπιφανεστέρα διὰ τὴν συνοίκησιν τῶν Μυκηναίων.
そして残りの人々はケリュネイアに到着した。 そしてケリュネイアは居住者の数においてより強力になり、ミュケナイ人の共同居住のおかげで、その後はより有名になった。

語釈・文法注

  1. §7.25.1πάρεστι μὲν τοῖς ἐς τὴν Ἑλίκην, πάρεστι δὲ καὶ ἄλλοις διδαχθῆναι πολλοῖς — 動詞 `πάρεστι` の解釈。前半の句 `πάρεστι μὲν τοῖς ἐς τὴν Ἑλίκην` では、与格の `τοῖς ἐς τὴν Ἑλίκην`(ヘリケに関すること/ヘリケの境遇にある者たち)を伴い、「(神罰の存在が)明らかである、目の前にある」という意味で用いられている。一方、後半の句 `πάρεστι δὲ καὶ ἄλλοις διδαχθῆναι` では、不定詞 `διδαχθῆναι`(学ばれること)を伴う非人称用法(「可能である」)として機能しており、同一の動詞が二つの異なる構文的役割を滑らかに繋いでいる。
  2. §7.25.1μηδʼ ἱκέτας ἀδικεῖν — 韻文(神託)の中で命令文に代わって用いられる「命令的不定詞(infinitive of command)」。直前の直接命令法 `μὴ ... κτεῖνε`(殺すな)に呼応し、同じく否定を伴う強い禁止の命令(「不当に扱ってはならない」)を表現している。
  3. §7.25.2οὐ γὰρ εἶναι νίκην ἔτι σφίσι ... ἤλπιζον — 動詞 `ἤλπιζον`(彼らは予期していた)が導く対格不定詞構文(間接話法)。不定詞 `εἶναι` の意味上の主語として対格 `νίκην` が置かれ、与格 `σφίσι`(彼らにとって)とともに「自分たちにはもはや勝利がないと予期した」という文脈を構成している。ギリシア語の `ἐλπίζω` は単なる「望む」だけでなく、中立的な「予期する(expect)」の意味も強く持つ。
  4. §7.25.5ἐτετείχιστο γὰρ κατὰ ταὐτὰ τῷ ἐν Τίρυνθι — 同等・比較を示す `κατὰ ταὐτά`(同様に)に導かれる、与格による関係表現。`τῷ` は後ろに続く `ἐν Τίρυνθι [τείχει]`(ティリュンスにある[城壁])に係る中性単数与格の冠詞であり、先行する名詞 `τεῖχος`(城壁)が省略されていることを示しつつ、比較の基準を提示している。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §7.25.1-7.25.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:7.25.1-7.25.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。