§7.24.8τῶν τε ὑδάτων ὡς τὸ πολὺ ἐπιλείπουσιν αἱ πηγαί, καὶ ἀνέμων ἔστιν οἷς ἐνέπεσον ἐς τὴν χώραν ἐμβολαὶ περιτρέπουσαι τὰ δένδρα, καί που καὶ ἐν τῷ οὐρανῷ διαδρομαὶ σὺν πολλῇ τῇ φλογί, τὰ δὲ καὶ ἀστέρων ὤφθη σχήματα οὔτε ἐγνωσμένα ὑπὸ τῶν πρότερον καὶ μεγάλην τοῖς ὁρῶσιν ἐμποιοῦντα ἔκπληξιν, ἔτι δὲ καὶ τῆς γῆς κάτω πνευμάτων ὑπήχησις ἰσχυρά, ἄλλα τε πολλὰ ὁ θεὸς ἐπὶ τοῖς βιαίοις τῶν σεισμῶν ἐθέλει προενδείκνυσθαι·
(在地震前)通常水源会枯竭,而在某些风中,猛烈的狂风会袭击该地区并吹倒树木,并且天空的某处可能会出现伴随着剧烈火焰的闪光流,或者出现前人未曾见过的星体异象,给目击者带来巨大的惊恐,此外地底下还会传出强烈的风鸣声;神在发生剧烈地震前,乐意预先展示许多诸如此类的征兆。
§7.24.9—τῆς δὲ κινήσεως αὐτῆς καθέστηκεν οὐχ εἷς τρόπος, ἀλλʼ οἱ φροντίσαντες τὰ τοιαῦτα ἐξ ἀρχῆς καὶ οἱ παρʼ ἐκείνων διδαχθέντες ἰδέας καταμαθεῖν ἐδυνήθησαν τοσάσδε ἐπὶ τοῖς σεισμοῖς.
至于地震本身,其发生方式并不仅有一种。 相反,那些从一开始就研究此类自然现象的人,以及从他们那里获得传授的人,能够总结出地震的以下几种类型。
ἠπιώτατος μέν ἐστιν αὐτῶν, ἢν δὴ ἐν κακῷ γε τοσούτῳ ῥᾳστώνην ἐνεῖναί τινα ἡγησώμεθα, ἐπειδὰν ὁμοῦ τῇ κινήσει τῇ ἀρξαμένῃ τὸ πρῶτον καὶ τῇ ἐς τὸ ἔδαφος τροπῇ τῶν οἰκοδομημάτων ἀντιστᾶσα ἐναντία κίνησις ἐξεγείρῃ τὰ ἤδη τραπέντα, —καὶ ἐν τῇ τοιᾷδε ἰδέᾳ
其中最温和的一种——如果我们真的认为在如此巨大的灾难中还能有某种缓解的话——是当最初开始的震动和建筑物向地面的倾倒发生时,产生一个相反方向的抵抗震动,将已经倾斜的建筑重新扶正。
§7.24.10τοῦ σεισμοῦ κίονας ὁρᾶν ἔστιν ἀνορθουμένους οἳ ὀλίγου ἐδέησαν ἐς ἅπαν ἐκριφῆναι, καὶ ὁπόσα διέστη τοίχων συνερχόμενα ἐς τὸ ἐξ ἀρχῆς· δοκοὶ δέ, ὅσας ἐκτὸς ὀλισθεῖν ἐποίησεν ἡ κίνησις, ἐπανίασιν αὖθις ἐς τὰς ἕδρας· ὡσαύτως δὲ καὶ ὀχετῶν κατασκευῆς καὶ εἰ δή τι ἄλλο ἐπὶ ὕδατος ῥοαῖς προάγει, καὶ τούτων συνδεῖ τὰ διεσπασμένα μᾶλλον ἢ ἀνθρώπων τεκτόνων·
在这种类型的地震中,可以看到几乎就要完全倒塌的柱子重新挺立,墙壁上所有裂开的部分又重新合拢恢复原状;而那些因震动而向外滑动脱落的横梁,也会重新回到它们原来的位置;同样,在水道结构以及其他任何为了引水而建造的设施中,这种震动也能比人类工匠更完美地将断裂的部分重新连接起来。
—ὁ δὲ δὴ δεύτερος τῶν σεισμῶν ἀπώλειάν τε τῶν ἑτοιμοτέρων φέρει καί, ἐφʼ ὅ τι ἂν βάλῃ τὴν ὁρμήν, ἀνέκλινεν αὐτίκα τοῖς ἐς πολιορκίαν μηχανήμασιν ὁμοίως.
与此相反,第二种地震则给那些更容易倒塌的建筑带来毁灭,并且无论它的力量冲击到什么,都会像攻城机器一样立即使其倾覆。
§7.24.11τὸν δὲ αὐτῶν ὀλεθριώτατον τοιῷδέ τινι ἐθέλουσιν εἰκάζειν, τὸ ἐντὸς τοῦ ἀνθρώπου πνεῦμα εἰ συνεχεῖ πυρετῷ πυκνότερόν τε καὶ ὑπὸ πολλῆς ἄνω τῆς βίας ὠθοῖτο· τοῦτο δὲ ἀλλαχοῦ τε τοῦ σώματος ἐπισημαίνει καὶ ἐν ταῖς χερσὶν ὑπὸ ἑκάτερον μάλιστα τὸν καρπόν.
而其中最具毁灭性的一种,人们习惯将其比作如下情形:就像人在持续发烧时,体内的气息被更加急促且伴随着巨大的力量向上推挤;这在身体的其他部位以及双手尤其是左右手腕下方都会表现出脉搏的征兆。
κατὰ ταὐτὰ οὖν καὶ τὸν σεισμὸν εὐθὺ ὑποδύεσθαι τῶν οἰκοδομημάτων καὶ θεμέλια ἀναπάλλειν φασὶν αὐτόν, καθότι καὶ τὰ ἔργα τῶν σφαλάκων ἐκ μυχοῦ τῆς γῆς ἀναπέμπεται· μόνη τε ἡ τοιαύτη κίνησις οὐδὲ τοῦ οἰκισθῆναί ποτε ὑπολείπει σημεῖα ἐν τῇ γῇ.
因此,人们说这种最具毁灭性的地震同样会直接潜入建筑物的下方,将地基掀起,就像鼹鼠从地底深处将泥土拱起一样;而且唯有这种类型的震动,不会在地面上留下任何曾有人类居住过的痕迹。
§7.24.12τότε δὲ ἰδέαν μὲν ταύτην ἐπὶ τῇ Ἑλίκῃ τοῦ σεισμοῦ τὴν ἐς τὸ ἔδαφος ἀνακινοῦσαν, σὺν δὲ αὐτῇ καὶ ἄλλο πῆμα τοιόνδε οἱ ἐπιγενέσθαι φασὶν ὥρᾳ χειμῶνος.
当时,这种将地面连根拔起的地震类型降临在赫利克,并且人们说,在冬季,伴随着地震还发生了以下另一种灾难。
ἐπῆλθε γάρ σφισιν ἐπὶ πολὺ τῆς χώρας ἡ θάλασσα καὶ τὴν Ἑλίκην περιέλαβεν ἐν κύκλῳ πᾶσαν· καὶ δὴ καὶ τὸ ἄλσος τοῦ Ποσειδῶνος ἐπὶ τοσοῦτον ἐπέσχεν ὁ κλύδων ὡς τὰ ἄκρα τῶν δένδρων σύνοπτα εἶναι μόνον.
因为海水涌上了他们的大片土地,并将赫利克完全包围起来;甚至连波塞冬的圣林也被波涛淹没到如此程度,以至于只能看到树木的顶端。
σείσαντος δὲ ἐξαίφνης τοῦ θεοῦ καὶ ὁμοῦ τῷ σεισμῷ τῆς θαλάσσης ἀναδραμούσης, καθείλκυσεν αὔτανδρον τὸ κῦμα τὴν Ἑλίκην.
当神突然震动大地,且伴随着地震海水汹涌倒灌时,巨浪将赫利克连同所有的居民一起拖入深渊。
§7.24.13τοιοῦτό γε δὴ κατέλαβεν, ἕτερον τὴν ἰδέαν, ἐν Σιπύλῳ πόλιν ἐς χάσμα ἀφανισθῆναι· ἐξ ὅτου δὲ κατεάγη τοῦ ὄρους, ὕδωρ αὐτόθεν ἐρρύη, καὶ λίμνη τε ὀνομαζομένη Σαλόη τὸ χάσμα ἐγένετο καὶ ἐρείπια πόλεως δῆλα ἦν ἐν τῇ λίμνῃ, πρὶν ἢ τὸ ὕδωρ ἀπέκρυψεν αὐτὰ τοῦ χειμάρρου.
类似的事情也曾发生(尽管形式不同),西皮路斯的一座城市消失在一个深渊之中;自从那座山崩塌之后,水便从那里流出,深渊变成了一个被称为萨洛埃的湖泊,在山洪的水将它们彻底掩盖之前,城市遗迹在湖中清晰可见。
σύνοπτα δὲ καὶ Ἑλίκης ἐστὶ τὰ ἐρείπια, οὐ μὴν ἔτι γε ὁμοίως, ἅτε ὑπὸ τῆς ἅλμης λελυμασμένα.
赫利克的遗迹也同样可见,但由于受到盐水的侵蚀,已经不再像以前那样清晰了。