Humanitext Reader

パウサニアス · ギリシア案内記 §7.24.1-7.24.7

アイギオンの聖所とヘリケの水没および地震の前兆

293 / 465 箇所 · ギリシア語

要旨

パウサニアスはアイギオンの広場や海辺にある数々の神殿や神像について記述し、アガメムノンゆかりの地や、大地震で水没したヘリケの歴史、そして地震の前兆現象について詳しく論じる。

§7.24.1Αἰγιεῦσι δὲ ἔστι μὲν πρὸς τῇ ἀγορᾷ ναὸς Ἀπόλλωνι καὶ Ἀρτέμιδι ἐν κοινῷ, ἔστι δὲ ἐν τῇ ἀγορᾷ ἱερὸν Ἀρτέμιδος, τοξευούσῃ δὲ εἴκασται, καὶ Ταλθυβίου τοῦ κήρυκος τάφος·
アイギオンの人々には、広場の近くにアポロンとアルテミスの共同の神殿があり、また広場の中にはアルテミスの聖域があって、彼女は弓を引く姿に模されており、さらに伝令官タルテュビオスの墓がある。
κέχωσται δὲ τῷ Ταλθυβίῳ καὶ ἄλλο μνῆμα ἐν Σπάρτῃ, καὶ αὐτῷ αἱ πόλεις ἐναγίζουσιν ἀμφότεραι.
タルテュビオスにはスパルタにも別の墳墓が築かれており、両方の都市が彼に英雄としての犠牲を捧げている。
§7.24.2πρὸς θαλάσσῃ δὲ Ἀφροδίτης ἱερὸν ἐν Αἰγίῳ καὶ μετʼ αὐτὸ Ποσειδῶνος, Κόρης τε πεποίηται τῆς Δήμητρος καὶ τέταρτον Ὁμαγυρίῳ Διί.
海辺には、アイギオンにおけるアフロディテの聖域があり、その次にはポセイドンのもの、そしてデメテルの娘(コレ)のために作られたもの、四番目には「集会を司る者(ホマギュリオス)」ゼウスのものがある。
ἐνταῦθα Διὸς καὶ Ἀφροδίτης ἐστὶ καὶ Ἀθηνᾶς ἀγάλματα·
そこにはゼウスとアフロディテとアテナの像がある。
Ὁμαγύριος δὲ ἐγένετο τῷ Διὶ ἐπίκλησις, ὅτι Ἀγαμέμνων ἤθροισεν ἐς τοῦτο τὸ χωρίον τοὺς λόγου μάλιστα ἐν τῇ Ἑλλάδι ἀξίους, μεθέξοντας ἐν κοινῷ βουλῆς καθʼ ὅντινα χρὴ τρόπον ἐπὶ ἀρχὴν τὴν Πριάμου στρατεύεσθαι.
ゼウスに「ホマギュリオス」という異名が与えられたのは、アガメムノンがこの場所にギリシアで最も重きを置くべき人々を集め、プリアモスの帝国に対してどのように遠征すべきか、共同で謀議に参画させるためであった。
Ἀγαμέμνονι δὲ καὶ ἄλλα ἐστὶν ἐς ἔπαινον καὶ ὅτι τοῖς ἐξ ἀρχῆς ἀκολουθήσασι καὶ οὐδεμιᾶς ἐπελθούσης ὕστερον στρατιᾶς τήν τε Ἴλιον ἐπόρθησε καὶ ὅσαι περίοικοι πόλεις ἦσαν.
アガメムノンには他にも称賛すべき点があるが、最初から付き従った者たちだけで、後から到来した軍勢が全くない状態において、イリオスとその周辺の都市のすべてを攻略したことも、その一つである。
§7.24.3ἐφεξῆς δὲ τῷ Ὁμαγυρίῳ Διὶ Παναχαιᾶς ἐστι Δήμητρος.
「ホマギュリオス」ゼウスの神殿の隣には、「全アカイアの」デメテルの神殿がある。
παρέχεται δὲ ὁ αἰγιαλός, ἐν ᾧ καὶ τὰ ἱερὰ Αἰγιεῦσίν ἐστι τὰ εἰρημένα, ὕδωρ ἄφθονον θεάσασθαί τε καὶ πιεῖν ἐκ πηγῆς ἡδύ.
アイギオンの人々のこれらの言及された聖域がある海岸は、豊富な水を提供しており、泉から湧き出る水は、見るにも飲むにも心地よい。
ἔστι δέ σφισι καὶ Σωτηρίας ἱερόν.
彼らには「救済(ソテリア)」の聖域もある。
ἰδεῖν μὲν δὴ τὸ ἄγαλμα οὐδενὶ πλὴν τῶν ἱερωμένων ἔστι, δρῶσι δὲ ἄλλα τοιαῦτα·
その像を見ることは神職の者たち以外には許されていないが、彼らは次のような別の儀礼を行う。
λαμβάνοντες παρὰ τῆς θεοῦ πέμματα ἐπιχώρια ἀφιᾶσιν ἐς θάλασσαν, πέμπειν δὲ τῇ ἐν Συρακούσαις Ἀρεθούσῃ φασὶν αὐτά.
女神のところから地元の菓子を受け取り、それを海に放り投げ、それらをシラクサのあれとぅさの泉へと送るのだと言う。
§7.24.4ἔστι δὲ καὶ ἄλλα Αἰγιεῦσιν ἀγάλματα χαλκοῦ πεποιημένα, Ζεύς τε ἡλικίαν παῖς καὶ Ἡρακλῆς, οὐδὲ οὗτος ἔχων πω γένεια, Ἀγελάδα τέχνη τοῦ Ἀργείου.
アイギオンの人々には、他にも青銅製の像があり、それは少年の姿をしたゼウスと、やはりまだ髭の生えていないヘラクレスであり、アルゴスのアゲラダスの作である。
τούτοις κατὰ ἔτος ἱερεῖς αἱρετοὶ γίνονται, καὶ ἑκάτερα τῶν ἀγαλμάτων ἐπὶ ταῖς οἰκίαις μένει τοῦ ἱερωμένου.
これらの像のために毎年神官が選出され、それぞれの像は神職を務める者の家に留まる。
τὰ δὲ ἔτι παλαιότερα προεκέκριτο ἐκ τῶν παίδων ἱερᾶσθαι τῷ Διὶ ὁ νικῶν κάλλει·
さらに古い時代には、少年たちの中から美しさにおいて勝利した者が、ゼウスの神官に選ばれるようあらかじめ定められていた。
ἀρχομένων δὲ αὐτῷ γενείων ἐς ἄλλον παῖδα ἡ ἐπὶ τῷ κάλλει μετῄει τιμή.
彼に髭が生え始めると、美しさに基づく栄誉は別の少年へと移った。
ταῦτα μὲν οὕτως ἐνομίζετο·
これらのことはこのように慣行となっていた。
ἐς δὲ Αἴγιον καὶ ἐφʼ ἡμῶν ἔτι συνέδριον τὸ Ἀχαιῶν ἀθροίζεται, καθότι ἐς Θερμοπύλας τε καὶ ἐς Δελφοὺς οἱ Ἀμφικτύονες.
アカイア人の会議は、かつてアンピクテュオン会がテルモピュライやデルポイに集まったのと同様に、私たちの時代においてもなおアイギオンに集まっている。
§7.24.5ἰόντι δὲ ἐς τὸ πρόσω Σελινοῦς τε ποταμὸς καὶ ἀπωτέρω τεσσαράκοντα Αἰγίου σταδίοις ἐπὶ θαλάσσῃ χωρίον ἐστὶν Ἑλίκη.
さらに先へ進むと、セリヌス川があり、アイギオンから四十スタディオンほど離れた海沿いにヘリケという場所がある。
ἐνταῦθα ᾤκητο Ἑλίκη πόλις καὶ Ἴωσιν ἱερὸν ἁγιώτατον Ποσειδῶνος ἦν Ἑλικωνίου.
そこにはかつてヘリケの市があり、イオニア人にとって「ヘリコンの」ポセイドンの最も神聖な聖域があった。
διαμεμένηκε δέ σφισι, καὶ ὡς ὑπὸ Ἀχαιῶν ἐκπεσόντες ἐς Ἀθήνας καὶ ὕστερον ἐξ Ἀθηνῶν ἐς τὰ παραθαλάσσια ἀφίκοντο τῆς Ἀσίας, σέβεσθαι Ποσειδῶνα Ἑλικώνιον·
彼らがアカイア人によって追放されてアテナイへ至り、後にアテナイからアジアの沿海地方に到達した時にも、「ヘリコンの」ポセイドンを崇拝することは彼らの間で維持された。
καὶ Μιλησίοις τε ἰόντι ἐπὶ τὴν πηγὴν τὴν Βιβλίδα Ποσειδῶνος πρὸ τῆς πόλεώς ἐστιν Ἑλικωνίου βωμὸς καὶ ὡσαύτως ἐν Τέῳ περίβολός τε καὶ βωμός ἐστι τῷ Ἑλικωνίῳ θέας ἄξιος.
ミレトス人にとっても、ビブリスの泉へと向かう道の、市の前方に「ヘリコンの」ポセイドンの祭壇があり、同様にテオスにおいても、ヘリコンの神のための見事な境内と祭壇がある。
§7.24.6ἔστι δὲ καὶ Ὁμήρῳ πεποιημένα ἐς Ἑλίκην καὶ τὸν Ἑλικώνιον Ποσειδῶνα.
ホメロスによっても、ヘリケと「ヘリコンの」ポセイドンについての詩が作られている。
χρόνῳ δὲ ὕστερον Ἀχαιοῖς τοῖς ἐνταῦθα, ἱκέτας ἄνδρας ἀποστήσασιν ἐκ τοῦ ἱεροῦ καὶ ἀποκτείνασιν, οὐκ ἐμέλλησε τὸ μήνιμα ἐκ τοῦ Ποσειδῶνος, ἀλλὰ σεισμὸς ἐς τὴν χώραν σφίσιν αὐτίκα κατασκήψας τῶν τε οἰκοδομημάτων τὴν κατασκευὴν καὶ ὁμοῦ τῇ κατασκευῇ καὶ αὐτὸ τῆς πόλεως τὸ ἔδαφος ἀφανὲς ἐς τοὺς ἔπειτα ἐποίησε.
しかし後になって、この地の Aカイア人たちが、聖域から懇願者たちを連れ出して殺害したため、ポセイドンからの怒りは猶予されることなく、大地震が直ちに彼らの土地を襲い、建造物の構造物とともに、都市の土台そのものを後の世代に対して見えなくしてしまった。
§7.24.7τὰ μὲν οὖν ἄλλα ἐπὶ τοῖς σεισμοῖς, ὅσοι μεγέθει τε ὑπερήρκασι καὶ ἐπὶ μήκιστον διικνοῦνται τῆς γῆς, προσημαίνειν ὁ θεὸς κατὰ τὰ αὐτὰ ὡς τὸ ἐπίπαν εἴωθεν—ἢ γὰρ ἐπομβρίαι συνεχεῖς ἢ αὐχμοὶ πρὸ τῶν σεισμῶν συμβαίνουσιν ἐπὶ χρόνον πλείονα, καὶ ὁ ἀὴρ παρὰ τὴν ἑκάστοτε τοῦ ἔτους ὥραν χειμῶνός τε γίνεται καυματωδέστερος καὶ ἐν θέρει μετὰ ἀχλύος μᾶλλον ὁ κύκλος παρέχεται τοῦ ἡλίου τὴν χρόαν παρὰ τὸ εἰωθὸς ἤτοι ἐς τὸ ἐρυθρότερον ἢ καὶ ἡσυχῇ ῥέπουσαν ἐς τὸ μελάντερον·
さて、規模において凌駕し、地球の極めて広い範囲に達するような大地震に関する他の予兆について、神は一般に次のようにあらかじめ示すのが常である。 すなわち、地震の前に、より長い期間にわたって連続的な豪雨または干魃が発生し、空気はそれぞれの季節の気候に反して、冬には異常に暑くなり、夏には霧を伴って、太陽の円盤がいつもとは異なり、より赤みを帯びるか、あるいはわずかに黒みがかった色を帯びるようになるのである。

語釈・文法注

  1. 7.24.2τοὺς λόγου μάλιστα ἐν ... τῇ Ἑλλάδι ἀξίους — 形容詞 ἀξίους は、価値や評価を表す属格 λόγου(「考慮、重き」)を伴い、「最も考慮に値する人々」、すなわち「最も名望ある人々」を意味する。ἐν τῇ Ἑλλάδι はこの全体を修飾している。
  2. 7.24.4ὁ νικῶν κάλλει — 本来なら対格不定詞構文の主語として対格(τὸν νικῶντα)になるべきところ、関係節的な意味合いが強く意識されたためか、あるいは一種の破格(anacoluthon)として主格(ὁ νικῶν)のまま不定詞 ἱερᾶσθαι の意味上の主語となっている。
  3. 7.24.6οὐκ ἐμέλλησε τὸ μήνιμα — 動詞 μέλλω はここでは「ためらう、遅れる」の意味で使用されており、「神罰(怒り)は遅れなかった」、すなわち「即座に下った」ことを表す。後ろの ἀλλά 節がその即時性を強調している。
  4. 7.24.7τὰ μὲν οὖν ἄλλα ἐπὶ τοῖς σεισμοῖς — 対格 τὰ ἄλλα は関係代名詞 ὅσοι... の先行詞のように見えるが、文全体の枠組みを示す関係・観点の対格(「〜に関する他の点については」)として機能しており、後文の主語・動詞の構造を先導する導入的表現である。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §7.24.1-7.24.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:7.24.1-7.24.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。