§7.18.1σταδίους δὲ ὅσον τεσσαράκοντα προελθόντι ἐκ Δύμης ποταμὸς Πεῖρος ἐς θάλατταν κάτεισι, καὶ Ἀχαιῶν πόλις ποτὲ Ὤλενος ᾠκεῖτο παρὰ τῷ Πείρῳ.
デュメから四十スタディオンほど進むと、ペイロス川が海へと流れ下っており、かつてアカイア人の都市オレノスがペイロス川の傍らに置かれていた。
ὁπόσοι δὲ ἐς Ἡρακλέα καὶ τὰ ἔργα αὐτοῦ πεποιήκασιν, ἔστιν οὐκ ἐλάχιστά σφισι δείγματα τοῦ λόγου Δεξαμενὸς ὁ ἐν Ὠλένῳ βασιλεὺς καὶ ὁποίων Ἡρακλῆς παρʼ αὐτῷ ξενίων ἔτυχε.
ヘラクレスとその業績について詩に作った人々にとって、オレノスの王デクサメノスや、ヘラクレスが彼のもとで受けたいかなるもてなしの数々は、彼らの主張の極めて明白な証拠となっている。
καὶ ὅτι μὲν ἦν πόλισμα ἐξ ἀρχῆς μικρὸν ἡ Ὤλενος, μαρτυρεῖ τῷ λόγῳ μου καὶ ἐλεγεῖον ἐς Εὐρυτίωνα Κένταυρον ὑπὸ Ἑρμησιάνακτος πεποιημένον·
そして、オレノスが当初は小さな町であったことは、ヘルメシアナクスがケンタウロスの一人エウリュティオンについて作ったエレゲイア詩も私の主張を証言している。
ἀνὰ χρόνον δὲ τοὺς οἰκήτορας ἐκλιπεῖν ὑπὸ ἀσθενείας φασὶ τὴν Ὤλενον καὶ ἐς Πειράς τε καὶ ἐς Εὐρυτειὰς ἀποχωρῆσαι.
しかし、時が経つにつれて住民たちは困窮のためにオレノスを去り、ペイライとエウリュテイアイへと退去したと言われている。
§7.18.2τοῦ δὲ Πείρου ποταμοῦ περὶ τοὺς ὀγδοήκοντα ἀφέστηκε σταδίους Πατρέων ἡ πόλις·
ペイロス川からおよそ八十スタディオン離れたところにパトライの町がある。
οὐ πόρρω δὲ αὐτῆς ποταμὸς Γλαῦκος ἐκδίδωσιν ἐς θάλασσαν.
その近くではグラウコス川が海へと注いでいる。
Πατρέων δὲ οἱ τὰ ἀρχαιότατα μνημονεύοντές φασιν Εὔμηλον αὐτόχθονα οἰκῆσαι πρῶτον ἐν τῇ χώρᾳ, βασιλεύοντα αὐτὸν ἀνθρώπων οὐ πολλῶν.
パトライの人々のうち最も古い歴史を記憶している者たちは、大地から生まれたエウメロスが最初にこの地に住み、ごく少数の人々を支配していたと言う。
Τριπτολέμου δὲ ἐκ τῆς Ἀττικῆς ἀφικομένου τόν τε καρπὸν λαμβάνει τὸν ἥμερον καὶ οἰκίσαι διδαχθεὶς πόλιν Ἀρόην ὠνόμασεν ἐπὶ τῇ ἐργασίᾳ τῆς γῆς.
アッティカからトリプトレモスがやって来たとき、エウメロスは栽培された作物を受け取り、また土地の耕作に基づいてアロエという町を創設するように教えられ、その名を与えた。
§7.18.3ὡς δὲ πρὸς ὕπνον ἐτράπετο ὁ Τριπτόλεμος, ἐνταῦθα Ἀνθείαν παῖδα Εὐμήλου τοὺς δράκοντάς φασιν ὑπὸ τοῦ Τριπτολέμου τὸ ἅρμα ζεύξαντα ἐθελῆσαι καὶ αὐτὸν σπεῖραι·
トリプトレモスが眠りについたとき、エウメロスの子アンテイアスがトリプトレモスの戦車に蛇たちを繋ぎ、自らも種をまこうとしたと言われている。
καὶ τὸν μὲν ἐπιλαμβάνει τὸ χρεὼν ἐκπεσόντα τοῦ ἅρματος, Τριπτόλεμος δὲ καὶ Εὔμηλος Ἄνθειαν πόλιν οἰκίζουσιν ἐν κοινῷ, τοῦ Εὐμήλου παιδὸς ἐπώνυμον.
しかし彼は戦車から転落し、運命が彼を襲った。 そこでトリプトレモスとエウメロスは、エウメロスの子の名にちなんでアンテイアという町を共同で創設した。
§7.18.4ᾠκίσθη δὲ καὶ τρίτη μεταξὺ Ἀνθείας καὶ Ἀρόης Μεσάτις πόλις.
アンテイアとアロエの間には、第三の都市メサティスも創設された。
ὁπόσα δὲ οἱ Πατρεῖς περὶ Διονύσου λέγουσι, τραφῆναί τε αὐτὸν ἐν τῇ Μεσάτει καὶ ἐνταῦθα ἐπιβουλευθέντα ὑπὸ Τιτάνων ἐς παντοῖον ἀφικέσθαι κίνδυνον, οὐκ ἐναντιούμενος τοῖς Πατρεῦσιν αὐτοῖς σφισιν ἐξηγεῖσθαι παρίημι.
パトライの人々がディオニュソスについて語る様々なこと、すなわち彼がメサティスで育てられ、そこでティタン神族に命を狙われてあらゆる危険に陥ったということについて、私はパトライの人々に反対するものではないが、彼ら自身にそれを語ってもらうことにしよう。
§7.18.5Ἀχαιῶν δὲ ὕστερον ἐκβαλόντων Ἴωνας, Πατρεὺς ὁ Πρευγένους τοῦ Ἀγήνορος ἐς μὲν Ἄνθειαν καὶ ἐς Μεσάτιν μὴ ἐνοικίζεσθαι τοῖς Ἀχαιοῖς ἀπεῖπε, περίβολον δὲ τείχους πρὸς τῇ Ἀρόῃ βαλόμενος μείζονα, ἵνα ἐντός οἱ τοῦ περιβόλου καὶ ἡ Ἀρόη γένηται, ὄνομα ἔθετο ἀφʼ ἑαυτοῦ Πάτρας τῇ πόλει.
その後、アカイア人がイオニア人を追い出すと、アゲノルの子プレウゲネスの子であるパトレウスは、アカイア人がアンテイアとメサティスに住み着くことを禁じ、アロエの近くにさらに大きな城壁を巡らせてアロエをその城壁の内に含め、その都市に自らの名にちなんでパトラスという名を付けた。
Ἀγήνωρ δὲ ὁ πατὴρ τοῦ Πρευγένους Ἀρέως παῖς ἦν τοῦ Ἄμπυκος, ὁ δὲ Ἄμπυξ Πελίου τοῦ Αἰγινήτου τοῦ Δηρείτου τοῦ Ἁρπάλου τοῦ Ἀμύκλα τοῦ Λακεδαίμονος.
プレウゲネスの父アゲノルはアンプクスの子アレウスの子であり、アンプクスはアイギネテスの子ペリウスの子、アイギネテスはデレイテスの子、デレイテスはハルパロスの子、ハルパロスはアミクラスの子、アミクラスはラケダイモンの子である。
§7.18.6Πατρεῖ μὲν τοιαῦτα ἐς τοὺς προγόνους ὑπάρχοντα ἦν·
パトレウスにはこのような祖先がいた。
ἰδίᾳ δὲ ἀνὰ χρόνον Πατρεῖς διέβησαν ἐς Αἰτωλίαν Ἀχαιῶν μόνοι κατὰ φιλίαν τὴν Αἰτωλῶν, τὸν πόλεμόν σφισι τὸν πρὸς Γαλάτας συνδιοίσοντες.
しかし、のちにパトライの人々はアカイア人の中で唯一、エトリア人との友好関係に基づき、ガラティア人に対する戦争を共に戦い抜くために、独自にエトリアへと渡った。
προσπταίσαντες δʼ ἐν ταῖς μάχαις λόγου μειζόνως καὶ ὑπὸ πενίας ἅμα οἱ πολλοὶ πιεζόμενοι Πάτρας μὲν πλὴν ὀλίγων τινῶν ἐκλείπουσιν·
戦闘において予想以上の大きな打撃を受け、同時に多くが貧困に窮したため、彼らは少数の人々を残してパトラスを去った。
οἱ δὲ ἄλλοι κατὰ χώραν ὑπὸ φιλεργίας ἐσκεδάσθησαν καὶ πολίσματα παρὲξ αὐτὰς Πάτρας τοσάδε ἄλλα ᾤκησαν, Μεσάτιν καὶ Ἄνθειαν καὶ Βολίνην καὶ Ἀργυρᾶν τε καὶ Ἄρβαν.
他の人々はよく働く気質から各地に散らばり、パトラス自身のほかに、メサティス、アンテイア、ボリネ、アルギュラ、そしてアルバといういくつかの小さな町に住んだ。
§7.18.7Αὔγουστος δὲ ἢ τοῦ παράπλου νομίζων κεῖσθαι καλῶς τὰς Πάτρας ἢ κατʼ ἄλλην τινὰ αἰτίαν ἐπανήγαγεν αὖθις ἐκ τῶν πολισμάτων τῶν ἄλλων τοὺς ἄνδρας ἐς τὰς Πάτρας, προσσυνῴκισε δέ σφισι καὶ Ἀχαιοὺς τοὺς ἐκ Ῥυπῶν, καταβαλὼν ἐς ἔδαφος Ῥύπας·
アウグストゥスは、沿岸航路においてパトライが都合の良い位置にあると考えたためか、あるいは他の何らかの理由から、これらの他の小さな町から人々を再びパトライへと呼び戻し、さらにリュペスの人々を彼らとともに移住させ、リュペスを完全に破壊した。
καὶ ἔδωκε μὲν ἐλευθέροις Ἀχαιῶν μόνοις τοῖς Πατρεῦσιν εἶναι, ἔδωκε δὲ καὶ ἐς τὰ ἄλλα γέρα σφίσιν, ὁπόσα τοῖς ἀποίκοις νέμειν οἱ Ῥωμαῖοι νομίζουσι.
そして、彼はアカイア人のうちパトライの人々にのみ自由を与え、さらにローマ人が植民者に与える慣習となっている他のすべての特権を彼らに与えた。