§7.18.1σταδίους δὲ ὅσον τεσσαράκοντα προελθόντι ἐκ Δύμης ποταμὸς Πεῖρος ἐς θάλατταν κάτεισι, καὶ Ἀχαιῶν πόλις ποτὲ Ὤλενος ᾠκεῖτο παρὰ τῷ Πείρῳ.
When one has gone about forty stades from Dyme, the river Peiros goes down into the sea, and by the Peiros was once inhabited Olenos, an Achaean city.
ὁπόσοι δὲ ἐς Ἡρακλέα καὶ τὰ ἔργα αὐτοῦ πεποιήκασιν, ἔστιν οὐκ ἐλάχιστά σφισι δείγματα τοῦ λόγου Δεξαμενὸς ὁ ἐν Ὠλένῳ βασιλεὺς καὶ ὁποίων Ἡρακλῆς παρʼ αὐτῷ ξενίων ἔτυχε.
For those who have written poetry about Heracles and his deeds, Dexamenos, the king in Olenos, and the hospitality Heracles received at his hands, are by no means the least proofs of their account.
καὶ ὅτι μὲν ἦν πόλισμα ἐξ ἀρχῆς μικρὸν ἡ Ὤλενος, μαρτυρεῖ τῷ λόγῳ μου καὶ ἐλεγεῖον ἐς Εὐρυτίωνα Κένταυρον ὑπὸ Ἑρμησιάνακτος πεποιημένον· ἀνὰ χρόνον δὲ τοὺς οἰκήτορας ἐκλιπεῖν ὑπὸ ἀσθενείας φασὶ τὴν Ὤλενον καὶ ἐς Πειράς τε καὶ ἐς Εὐρυτειὰς ἀποχωρῆσαι.
And that Olenos was from the beginning a small town is testified to my account also by the elegiac poem written by Hermesianax on the Centaur Eurytion; but they say that in course of time the inhabitants, through weakness, abandoned Olenos and withdrew to Peirae and Euryteae.
§7.18.2τοῦ δὲ Πείρου ποταμοῦ περὶ τοὺς ὀγδοήκοντα ἀφέστηκε σταδίους Πατρέων ἡ πόλις· οὐ πόρρω δὲ αὐτῆς ποταμὸς Γλαῦκος ἐκδίδωσιν ἐς θάλασσαν.
From the river Peiros, the city of Patrae is about eighty stades distant; and not far from it the river Glaucos empties into the sea.
Πατρέων δὲ οἱ τὰ ἀρχαιότατα μνημονεύοντές φασιν Εὔμηλον αὐτόχθονα οἰκῆσαι πρῶτον ἐν τῇ χώρᾳ, βασιλεύοντα αὐτὸν ἀνθρώπων οὐ πολλῶν.
Those of the Patraeans who remember the most ancient things say that Eumelos, an earth-born man, first inhabited the country, ruling over not many people.
Τριπτολέμου δὲ ἐκ τῆς Ἀττικῆς ἀφικομένου τόν τε καρπὸν λαμβάνει τὸν ἥμερον καὶ οἰκίσαι διδαχθεὶς πόλιν Ἀρόην ὠνόμασεν ἐπὶ τῇ ἐργασίᾳ τῆς γῆς.
When Triptolemos arrived from Attica, Eumelos received the cultivated crop and, having been taught to found a city, named it Aroe after the tilling of the soil.
§7.18.3ὡς δὲ πρὸς ὕπνον ἐτράπετο ὁ Τριπτόλεμος, ἐνταῦθα Ἀνθείαν παῖδα Εὐμήλου τοὺς δράκοντάς φασιν ὑπὸ τοῦ Τριπτολέμου τὸ ἅρμα ζεύξαντα ἐθελῆσαι καὶ αὐτὸν σπεῖραι·
When Triptolemos turned to sleep, they say that Antheias, the son of Eumelos, yoking the dragons to the chariot of Triptolemos, wished himself also to sow; but he fell from the chariot and fate overtook him.
καὶ τὸν μὲν ἐπιλαμβάνει τὸ χρεὼν ἐκπεσόντα τοῦ ἅρματος, Τριπτόλεμος δὲ καὶ Εὔμηλος Ἄνθειαν πόλιν οἰκίζουσιν ἐν κοινῷ, τοῦ Εὐμήλου παιδὸς ἐπώνυμον.
Then Triptolemos and Eumelos founded in common the city of Antheia, named after the child of Eumelos.
§7.18.4ᾠκίσθη δὲ καὶ τρίτη μεταξὺ Ἀνθείας καὶ Ἀρόης Μεσάτις πόλις.
And a third city, Mesatis, was founded between Antheia and Aroe.
ὁπόσα δὲ οἱ Πατρεῖς περὶ Διονύσου λέγουσι, τραφῆναί τε αὐτὸν ἐν τῇ Μεσάτει καὶ ἐνταῦθα ἐπιβουλευθέντα ὑπὸ Τιτάνων ἐς παντοῖον ἀφικέσθαι κίνδυνον, οὐκ ἐναντιούμενος τοῖς Πατρεῦσιν αὐτοῖς σφισιν ἐξηγεῖσθαι παρίημι.
All that the Patraeans say concerning Dionysus, namely that he was reared in Mesatis and there, having been plotted against by the Titans, fell into every kind of danger, I do not oppose the Patraeans but leave them to relate it for themselves.
§7.18.5Ἀχαιῶν δὲ ὕστερον ἐκβαλόντων Ἴωνας, Πατρεὺς ὁ Πρευγένους τοῦ Ἀγήνορος ἐς μὲν Ἄνθειαν καὶ ἐς Μεσάτιν μὴ ἐνοικίζεσθαι τοῖς Ἀχαιοῖς ἀπεῖπε, περίβολον δὲ τείχους πρὸς τῇ Ἀρόῃ βαλόμενος μείζονα, ἵνα ἐντός οἱ τοῦ περιβόλου καὶ ἡ Ἀρόη γένηται, ὄνομα ἔθετο ἀφʼ ἑαυτοῦ Πάτρας τῇ πόλει.
Afterwards, when the Achaeans had expelled the Ionians, Patreus, the son of Preugenes, the son of Agenor, forbade the Achaeans to settle in Antheia and Mesatis, but having thrown up a larger wall-circuit near Aroe so that Aroe also came within his circuit, he named the city Patrae after himself.
Ἀγήνωρ δὲ ὁ πατὴρ τοῦ Πρευγένους Ἀρέως παῖς ἦν τοῦ Ἄμπυκος, ὁ δὲ Ἄμπυξ Πελίου τοῦ Αἰγινήτου τοῦ Δηρείτου τοῦ Ἁρπάλου τοῦ Ἀμύκλα τοῦ Λακεδαίμονος.
Agenor, the father of Preugenes, was the son of Areus, the son of Ampyx, and Ampyx was the son of Pelius, the son of Aeginetes, the son of Dereites, the son of Harpalos, the son of Amyclas, the son of Lacedaemon.
§7.18.6Πατρεῖ μὲν τοιαῦτα ἐς τοὺς προγόνους ὑπάρχοντα ἦν·
Such were the ancestors belonging to Patreus.
ἰδίᾳ δὲ ἀνὰ χρόνον Πατρεῖς διέβησαν ἐς Αἰτωλίαν Ἀχαιῶν μόνοι κατὰ φιλίαν τὴν Αἰτωλῶν, τὸν πόλεμόν σφισι τὸν πρὸς Γαλάτας συνδιοίσοντες.
In course of time, the Patraeans alone of the Achaeans crossed over to Aetolia of their own accord because of their friendship with the Aetolians, in order to share with them the war against the Galatians.
προσπταίσαντες δʼ ἐν ταῖς μάχαις λόγου μειζόνως καὶ ὑπὸ πενίας ἅμα οἱ πολλοὶ πιεζόμενοι Πάτρας μὲν πλὴν ὀλίγων τινῶν ἐκλείπουσιν· οἱ δὲ ἄλλοι κατὰ χώραν ὑπὸ φιλεργίας ἐσκεδάσθησαν καὶ πολίσματα παρὲξ αὐτὰς Πάτρας τοσάδε ἄλλα ᾤκησαν, Μεσάτιν καὶ Ἄνθειαν καὶ Βολίνην καὶ Ἀργυρᾶν τε καὶ Ἄρβαν.
Having suffered a disaster in the battles beyond description, and at the same time most of them being pressed by poverty, they abandoned Patrae, except for a few; the others were scattered through the countryside by their industriousness and inhabited all these other small towns besides Patrae itself: Mesatis, Antheia, Boline, Argyra, and Arba.
§7.18.7Αὔγουστος δὲ ἢ τοῦ παράπλου νομίζων κεῖσθαι καλῶς τὰς Πάτρας ἢ κατʼ ἄλλην τινὰ αἰτίαν ἐπανήγαγεν αὖθις ἐκ τῶν πολισμάτων τῶν ἄλλων τοὺς ἄνδρας ἐς τὰς Πάτρας, προσσυνῴκισε δέ σφισι καὶ Ἀχαιοὺς τοὺς ἐκ Ῥυπῶν, καταβαλὼν ἐς ἔδαφος Ῥύπας·
But Augustus, either because he thought Patrae was well situated for the coastal voyage, or for some other reason, brought the men back again from the other small towns to Patrae, and he also settled with them the Achaeans from Rhypes, after razing Rhypes to the ground.
καὶ ἔδωκε μὲν ἐλευθέροις Ἀχαιῶν μόνοις τοῖς Πατρεῦσιν εἶναι, ἔδωκε δὲ καὶ ἐς τὰ ἄλλα γέρα σφίσιν, ὁπόσα τοῖς ἀποίκοις νέμειν οἱ Ῥωμαῖοι νομίζουσι.
He granted to the Patraeans alone of the Achaeans to be free, and also gave them all the other privileges that the Romans are accustomed to award to colonists.