§7.17.8ὀλίγον δὲ πρὸ τοῦ ἄστεώς ἐστι τοῦ Δυμαίων ἐν δεξιᾷ τῆς ὁδοῦ τάφος Σωστράτου·
デュメ人の町の少し手前、道の右側にソストラトスの墓がある。
μειράκιον δὲ ἦν τῶν ἐπιχωρίων, γενέσθαι δὲ Ἡρακλέους ἐρώμενόν φασιν αὐτόν, καὶ—ἀποθανεῖν γὰρ τὸν Σώστρατον Ἡρακλέους ἔτι ὄντος μετὰ ἀνθρώπων—οὕτως οἱ τὸν Ἡρακλέα τό τε μνῆμα αὐτὸν εἶναι τὸν ποιήσαντα καὶ ἀπαρχὰς ἀπὸ τῶν ἐν τῇ κεφαλῇ τριχῶν δοῦναι.
彼は地元の若者であったが、ヘラクレスの愛人であったと言われている。 ソストラトスはヘラクレスがまだ人々の間に生きているうちに死んだので、このようにヘラクレスが彼のために墓を自ら作り、頭の髪の毛から初穂を捧げたと言われている。
ἐπίθημα δὲ καὶ ἐς ἐμὲ ἔτι στήλη τε ἦν ἐπὶ τοῦ χώματος καὶ Ἡρακλῆς ἐπειργασμένος·
私の時代に至るまで、土盛りの上には蓋として石碑が立っており、ヘラクレスが浮き彫りにされていた。
ἐλέγετο δὲ ὡς οἱ ἐπιχώριοι καὶ ἐναγίζουσι τῷ Σωστράτῳ.
また、地元の民はソストラトスに対しても死者供養を捧げていると言われていた。
§7.17.9Δυμαίοις δὲ ἔστι μὲν Ἀθηνᾶς ναὸς καὶ ἄγαλμα ἐς τὰ μάλιστα ἀρχαῖον, ἔστι δὲ καὶ ἄλλο ἱερόν σφισι Δινδυμήνῃ μητρὶ καὶ Ἄττῃ πεποιημένον.
デュメ人にはアテナの神殿と極めて古い神像があり、またディンデュメネの母とアッティスのために作られた別の神殿もある。
Ἄττης δὲ ὅστις ἦν, οὐδὲν οἷός τε ἦν ἀπόρρητον ἐς αὐτὸν ἐξευρεῖν, ἀλλὰ Ἑρμησιάνακτι μὲν τῷ τὰ ἐλεγεῖα γράψαντι πεποιημένα ἐστὶν ὡς υἱός τε ἦν Καλαοῦ Φρυγὸς καὶ ὡς οὐ τεκνοποιὸς ὑπὸ τῆς μητρὸς τεχθείη·
アッティスが何者であったかについて、私は秘儀に属するいかなる事柄も聞き出すことはできなかったが、エレゲイア詩を書いたヘルメシアナクスによって、彼がフリュギア人カラオスの子であり、母親から子供を作れない者として生まれたと詩に歌われている。
ἐπεὶ δὲ ηὔξητο, μετῴκησεν ἐς Λυδίαν τῷ Ἑρμησιάνακτος λόγῳ καὶ Λυδοῖς ὄργια ἐτέλει Μητρός, ἐς τοσοῦτο ἥκων παρʼ αὐτῇ τιμῆς ὡς Δία αὐτῇ νεμεσήσαντα ὗν ἐπὶ τὰ ἔργα ἐπιπέμψαι τῶν Λυδῶν.
ヘルメシアナクスの話によれば、彼が成長すると、リュディアへ移住して「母」の秘儀を執り行い、彼女のもとでこれほどまでの名誉に至ったので、ゼウスが彼女に憤慨し、リュディア人の耕作地に猪を送り込んだという。
§7.17.10ἐνταῦθα ἄλλοι τε τῶν Λυδῶν καὶ αὐτὸς Ἄττης ἀπέθανεν ὑπὸ τοῦ ὑός·
そこでリュディアの他の人々とアッティス自身が、その猪によって殺された。
καί τι ἑπόμενον τούτοις Γαλατῶν δρῶσιν οἱ Πεσσινοῦντα ἔχοντες, ὑῶν οὐχ ἁπτόμενοι.
そして、これに倣うある慣習をペッシヌスを領有するガラティア人たちは行っており、豚に触れることをしない。
νομίζουσί γε μὴν οὐχ οὕτω τὰ ἐς τὸν Ἄττην, ἀλλὰ ἐπιχώριός ἐστιν ἄλλος σφίσιν ἐς αὐτὸν λόγος, Δία ὑπνωμένον ἀφεῖναι σπέρμα ἐς γῆν, τὴν δὲ ἀνὰ χρόνον ἀνεῖναι δαίμονα διπλᾶ ἔχοντα αἰδοῖα, τὰ μὲν ἀνδρός, τὰ δὲ αὐτῶν γυναικός·
しかし、彼らはアッティスに関する事柄をそのようには信じておらず、彼らには彼に関する別の地元の物語がある。 それによれば、ゼウスが眠っている間に精液を地に漏らし、地が時の経過とともに、一方は男の、他方は女の性器を持つ、二重の性器を備えたダイモーンを生み出したという。
ὄνομα δὲ Ἄγδιστιν αὐτῷ τίθενται.
彼らはその者にアグディスティスという名を付けた。
θεοὶ δὲ Ἄγδιστιν δείσαντες τὰ αἰδοῖά οἱ τὰ ἀνδρὸς ἀποκόπτουσιν.
しかし神々はアグディスティスを恐れ、彼(彼女)の男の性器を切り落とした。
§7.17.11ὡς δὲ ἀπʼ αὐτῶν ἀναφῦσα ἀμυγδαλῆ εἶχεν ὡραῖον τὸν καρπόν, θυγατέρα τοῦ Σαγγαρίου ποταμοῦ λαβεῖν φασι τοῦ καρποῦ·
そして、それらの性器から生えた扁桃の木が見事な実を結んだとき、サンガリオス川の娘がその実を採ったと言われている。
ἐσθεμένης δὲ ἐς τὸν κόλπον καρπὸς μὲν ἐκεῖνος ἦν αὐτίκα ἀφανής, αὐτὴ δὲ ἐκύει·
彼女がそれを懐に入れると、その実はたちまち消え失せ、彼女は身ごもった。
τεκούσης δὲ τράγος περιεῖπε τὸν παῖδα ἐκκείμενον.
彼女が出産すると、捨てられたその子を牡山羊が世話した。
ὡς δὲ αὐξανομένῳ κάλλους οἱ μετῆν πλέον ἢ κατὰ εἶδος ἀνθρώπου, ἐνταῦθα τοῦ παιδὸς ἔρως ἔσχεν Ἄγδιστιν.
彼が成長するにつれ、人間の姿を超えた美しさを備えるようになると、そこでその少年に対する愛がアグディスティスを捉えた。
αὐξηθέντα δὲ Ἄττην ἀποστέλλουσιν ἐς Πεσσινοῦντα οἱ προσήκοντες συνοικήσοντα τοῦ βασιλέως θυγατρί·
成長したアッティスを、親族たちは王の娘と結婚させるためにペッシヌスへと送り出した。
§7.17.12ὑμέναιος δὲ ᾔδετο καὶ Ἄγδιστις ἐφίσταται καὶ τὰ αἰδοῖα ἀπέκοψε μανεὶς ὁ Ἄττης, ἀπέκοψε δὲ καὶ ὁ τὴν θυγατέρα αὐτῷ διδούς·
祝婚歌が歌われ、アグディスティスが現れると、アッティスは狂気にとらわれて自らの性器を切り落とし、彼に娘を与えた者もまた切り落とした。
Ἄγδιστιν δὲ μετάνοια ἔσχεν οἷα Ἄττην ἔδρασε, καί οἱ παρὰ Διὸς εὕρετο μήτε σήπεσθαί τι Ἄττῃ τοῦ σώματος μήτε τήκεσθαι.
しかしアグディスティスは、自分がアッティスに対して行ったことを後悔し、ゼウスから、アッティスの肉体が少しも腐敗せず、また消滅もしないことを勝ち取った。
τάδε μὲν ἐς Ἄττην τὰ γνωριμώτατα·
これらがアッティスに関して最もよく知られている話である。
§7.17.13ἐν δὲ τῇ χώρᾳ τῇ Δυμαίᾳ καὶ τοῦ δρομέως Οἰβώτα τάφος ἐστί·
またデュメの領内には、走者オイボタスの墓もある。
τούτῳ τῷ Οἰβώτα νικήσαντι Ὀλύμπια Ἀχαιῶν πρώτῳ γέρας οὐδὲν ἐξαίρετον παρʼ αὐτῶν ἐγένετο εὕρασθαι·
アカイア人の中で最初にオリンピアで勝利を収めたこのオイボタスに対して、彼らから特別な栄誉が与えられることはなかった。
καὶ ἐπὶ τούτῳ κατάρας ὁ Οἰβώτας ἐποιήσατο μηδενὶ Ὀλυμπικὴν νίκην ἔτι Ἀχαιῶν γενέσθαι.
そしてこれに怒って、オイボタスはアカイア人のうち誰も二度とオリンピアでの勝利を得られないようにと呪いをかけた。
καὶ—ἦν γάρ τις θεῶν ᾧ τοῦ Οἰβώτα τελεῖσθαι τὰς κατάρας οὐκ ἀμελὲς ἦν—διδάσκονταί ποτε οἱ Ἀχαιοὶ καθʼ ἥντινα αἰτίαν στεφάνου τοῦ Ὀλυμπίασιν ἡμάρτανον, διδάσκονται δὲ ἀποστείλαντες ἐς Δελφούς·
そして――オイボタスの呪いが実現されることを心に留めている神がいたからであるが――アカイア人たちはある時、いかなる理由によって自分たちがオリンピアの栄冠を逃し続けているのかを知らされた。 それは、デルポイに使者を送って知らされたのである。
§7.17.14οὕτω καὶ ἄλλα ἐς τιμήν σφισι τοῦ Οἰβώτα ποιήσασι καὶ τὴν εἰκόνα ἀναθεῖσιν ἐς Ὀλυμπίαν Σώστρατος Πελληνεὺς σταδίου νίκην ἔσχεν ἐν παισί.
このようにして、彼らがオイボタスの名誉のために他の様々なことを行い、さらにオリンピアに彼の像を奉納したところ、ペレネのソストラトスが少年の部でスタディオンの勝利を収めた。
διαμένει δὲ ἐς ἐμὲ ἔτι Ἀχαιῶν τοῖς ἀγωνίζεσθαι μέλλουσι τὰ Ὀλύμπια ἐναγίζειν τῷ Οἰβώτᾳ, καὶ ἢν κρατήσωσιν, ἐν Ὀλυμπίᾳ στεφανοῦν τοῦ Οἰβώτα τὴν εἰκόνα.
そして、アカイア人のうちオリンピア競技に出場しようとする者たちがオイボタスに死者供養を捧げることは、私の時代に至るまで今なお残っており、彼らが勝利したなら、オリンピアにあるオイボタスの像に栄冠を授けるのである。