§7.14.1ἀφίκοντο δὲ ἐς τὴν Ἑλλάδα καὶ οἱ ἀποσταλέντες ἐκ Ῥώμης Λακεδαιμονίοις δικασταὶ καὶ Ἀχαιοῖς γενέσθαι, ἄλλοι τε καὶ Ὀρέστης·
ローマからラケダイモン人とアカイア人の裁判官となるべく派遣された者たちがギリシアに到着した。 その中にはとりわけオレステスがいた。
ὁ δὲ τούς τε ἐν ἑκάστῃ πόλει τῶν Ἀχαιῶν ἔχοντας τὰς ἀρχὰς καὶ Δίαιον ἐκάλει παρʼ αὑτόν.
彼はアカイア人の各都市の執政者たちとディアイオスを自分のところへ召喚した。
ἀφικομένοις δὲ ἔνθα ἔτυχεν αὐτὸς ἐσῳκισμένος, ἀπεγύμνου τὸν πάντα σφίσιν ἤδη λόγον, ὡς δίκαια ἡγοῖτο ἡ Ῥωμαίων βουλὴ μήτε Λακεδαιμονίους τελεῖν ἐς τὸ Ἀχαϊκὸν μήτε αὐτὴν Κόρινθον, ἀφεῖσθαι δὲ καὶ Ἄργος καὶ Ἡράκλειαν τὴν πρὸς Οἴτῃ καὶ Ὀρχομενίους Ἀρκάδας συνεδρίου τοῦ Ἀχαιῶν·
彼らが彼自身の滞在先にやって来ると、彼は彼らにすでに決定されていた全計画を明らかにした。 すなわち、ローマの元老院は、ラケダイモン人もコリントス自体もアカイア同盟に属さないこと、また、アルゴス、オイテ山の近くのヘラクレイア、そしてアルカディアのオルコメノス人たちもアカイア人の評議会から解放されるのが正当であると考えている、ということであった。
γένους τε γὰρ αὐτοῖς οὐδὲν τοῦ Ἀχαιῶν μετεῖναι καὶ ὕστερον τὰς πόλεις προσχωρῆσαι ταύτας πρὸς τὸ Ἀχαϊκόν.
なぜなら、彼らにはアカイア人の血統が全く混じっておらず、これらの都市は後になってアカイア同盟に加わったからである、との理由であった。
§7.14.2ταῦτα Ὀρέστου λέγοντος οἱ ἄρχοντες τῶν Ἀχαιῶν οὐδὲ τὸν πάντα ὑπομείναντες ἀκοῦσαι λόγον ἔθεον ἐς τὸ ἐκτὸς τῆς οἰκίας καὶ ἐκάλουν Ἀχαιοὺς ἐς ἐκκλησίαν·
オレステスがこのように語っているとき、アカイア人の執政者たちはその話を最後まで聞くことさえ耐えられず、家の外へと走り出て、アカイア人を民会に召集した。
οἱ δὲ ὡς τὰ ἐγνωσμένα ἐπύθοντο ὑπὸ Ῥωμαίων, αὐτίκα ἐτρέποντο ἐπὶ τοὺς Σπαρτιάτας οἳ Κορίνθῳ τότε ἔτυχον ἐπιδημοῦντες, συνήρπαζον δὲ πάντα τινὰ καὶ ὃν Λακεδαιμόνιον σαφῶς ὄντα ἠπίσταντο καὶ ὅτῳ κουρᾶς ἢ ὑποδημάτων ἕνεκα ἢ ἐπὶ τῇ ἐσθῆτι ἢ κατʼ ὄνομα προσγένοιτο ὑπόνοια·
人々はローマ人によって決定された事柄を知ると、ただちに当時コリントスにたまたま滞在していたスパルタ人たちに襲いかかり、明らかにラケダイモン人であると知っている者は誰でも、また、髪型や靴、あるいは衣服、さらには名前のせいで疑いをかけられた者も皆、手当たり次第に連行した。
τοὺς δὲ αὐτῶν καὶ καταφυγεῖν ἔνθα Ὀρέστης ᾤκει φθάνοντας ὅμως καὶ ἐντεῦθεν ἐβιάζοντο ἕλκειν.
彼らのうち、オレステスが住んでいる場所に先んじて逃げ込んだ者たちでさえ、彼らはそこから力ずくで引きずり出そうとした。
§7.14.3Ὀρέστης δὲ καὶ οἱ σὺν αὐτῷ τῆς τε τόλμης ἐπέχειν τοὺς Ἀχαιοὺς ἐπειρῶντο καὶ ἐκέλευον μεμνῆσθαι σφᾶς ὡς ἀδικημάτων καὶ ὕβρεως ἄρχουσιν ἐς Ῥωμαίους.
オレステスと彼に付き従う者たちは、アカイア人たちの暴挙を抑えようと試み、自分たちがローマ人に対して不義と不遜を働き始めているのだということを記憶にとどめるよう命じた。
ἡμέραις δὲ ὕστερον οὐ πολλαῖς οἱ Ἀχαιοὶ Λακεδαιμονίων μὲν αὐτῶν ὅσους εἶχον συνειληφότες, κατατίθενται σφᾶς ἐς δεσμωτήριον, τοὺς ξένους δὲ ἀπʼ αὐτῶν διακρίνοντες ἠφίεσαν.
それから数日も経たないうちに、アカイア人たちはラケダイモン人のうち捕らえていた者をすべて監獄に投獄し、そのうちの異邦人たちを彼らから区別して解放した。
ἀποστέλλουσι δὲ καὶ ἐς Ῥώμην ἄλλους τε Ἀχαιῶν τῶν ἐν τέλει καὶ Θεαρίδαν·
また彼らは、アカイア人の要職にある他の者たちやテアリダスをローマへ使節として派遣した。
ὡς δὲ ἀπῆλθον, ἐντυχόντες κατὰ τὴν ἄνοδον Ῥωμαίων πρέσβεσιν ἐπὶ τὰ Λακεδαιμονίων καὶ Ἀχαιῶν ὕστερον ἢ Ὀρέστης ἀπεσταλμένοις, ὀπίσω καὶ αὐτοὶ τρέπονται.
しかし彼らが出発したのち、オレステスよりも後にラケダイモン人とアカイア人の諸事のために派遣されたローマの使節たちに旅の途上で出会うと、彼ら自身も引き返した。
§7.14.4Διαίῳ δὲ ἐξήκοντος τοῦ χρόνου τῆς ἀρχῆς στρατηγεῖν ὑπὸ Ἀχαιῶν ᾑρέθη Κριτόλαος.
ディアイオスの任期が満了すると、クリトラオスがアカイア人によって将軍に選ばれた。
τοῦτον δριμὺς καὶ σὺν οὐδενὶ λογισμῷ τὸν Κριτόλαον πολεμεῖν πρὸς Ῥωμαίους ἔρως ἔσχε·
このクリトラオスを、ローマ人に対して戦争を起こそうという、激しく分別のない情熱が捉えた。
καὶ—ἔτυχον γὰρ τότε ἤδη οἱ παρὰ Ῥωμαίων ἥκοντες τὰ Λακεδαιμονίων καὶ Ἀχαιῶν δικάσαι—ἀφίκετο μὲν ἐν Τεγέᾳ τῇ Ἀρκάδων τοῖς ἀνδράσιν ἐς λόγους ὁ Κριτόλαος, ἀθροῖσαι δὲ Ἀχαιούς σφισιν ἐς κοινὸν σύλλογον οὐδαμῶς ἤθελεν, ἀλλὰ ἐς μὲν ἐπήκοον τῶν Ῥωμαίων ἔπεμπεν ἀγγέλους κελεύων τοὺς συνέδρους καλεῖν ἐς τὸ Ἀχαϊκόν, ἰδίᾳ δὲ τοῖς συνέδροις ἐπέστελλεν ἐς τὰς πόλεις ἀπολείπεσθαι σφᾶς τοῦ συλλόγου.
そして――そのときすでにローマからラケダイモン人とアカイア人の事柄を裁くために派遣された者たちが到着していたのだが――クリトラオスはアルカディアのテゲアに到着して彼らと会談したものの、アカイア人たちを彼らのために全体の集会に招集することを全く望まなかった。 かえって、ローマ人の耳に入る表向きには、使節を送りアカイア同盟の評議員たちを召集するよう命じる一方で、裏では各都市の評議員たちに対し、集会を欠席するよう内密に指令を送っていた。
§7.14.5ὡς δὲ οὐκ ἀφίκοντο οἱ συνεδρεύσοντες, ἐνταῦθα ὁ Κριτόλαος μάλιστα ἐπεδείκνυτο ἀπάτῃ πρὸς Ῥωμαίους χρώμενος, ὃς ἄλλην ἐκέλευεν ἀναμένειν αὐτοὺς Ἀχαιῶν σύνοδον, ἐς μῆνα ἐσομένην ἕκτον·
評議に参加すべき者たちが到着しなかったため、ここでクリトラオスは、ローマ人に対して欺瞞を用いていることを最も明白に露呈した。 彼は彼らに、六ヶ月後に開催される予定のアカイア人の別の集会を待つように促した。
αὐτὸς δὲ οὐδὲν ἰδίᾳ διαλέξεσθαί σφισιν ἄνευ τοῦ κοινοῦ τοῦ Ἀχαιῶν ἔφασκε.
そして彼自身は、アカイア人の全体集会を経ずして、個人的に彼らと何ら交渉するつもりはないと主張した。
καὶ οἱ μὲν ἐπεὶ ἀπατώμενοι συνῆκαν, ἀπηλλάσσοντο ἐς Ῥώμην·
彼らは騙されていることを理解すると、ローマへと立ち去った。
Κριτόλαος δὲ ἐς Κόρινθον Ἀχαιοὺς ἀθροίσας ἀνέπεισε μὲν ἐπιφέρειν ὅπλα ἐπὶ τὴν Σπάρτην, ἀνέπεισε δὲ καὶ Ῥωμαίοις ἐκ τοῦ εὐθέος πόλεμον ἄρασθαι.
一方クリトラオスは、コリントスにアカイア人たちを集め、スパルタに対して武器をとること、さらにはローマ人に対しても直ちに戦争を始めることを彼らに説得した。
§7.14.6τὸ μὲν δὴ ἄνδρα βασιλέα καὶ πόλιν ἀνελέσθαι πόλεμον καὶ μὴ εὐτυχῆσαι συνέβη φθόνῳ μᾶλλον ἔκ του δαιμόνων ἢ τοῖς πολεμήσασι ποιεῖ τὸ ἔγκλημα·
一人の王や都市が戦争を引き起こして失敗に終わるということは、戦争をした者たちに非難をもたらすというよりは、むしろ神々の何らかの嫉妬によるものと言える。
θρασύτης δὲ ἡ μετὰ ἀσθενείας μανία ἂν μᾶλλον ἢ ἀτυχία καλοῖτο.
しかし、弱さを伴う蛮勇は、不運というよりはむしろ狂気と呼ばれるべきであろう。
ὃ δὴ καὶ Κριτόλαον καὶ Ἀχαιοὺς ἔβλαψε.
これこそが、クリトラオスとアカイア人たちの双方に破滅をもたらした。
παρώξυνε δὲ καὶ Ἀχαιοὺς Πυθέας βοιωταρχῶν τηνικαῦτα ἐν Θήβαις, καὶ οἱ Θηβαῖοι συνεπιλήψεσθαι προθύμως ἐπηγγέλλοντο τοῦ πολέμου·
当時テーバイでボイオタルケスを務めていたピュテアスもアカイア人たちを煽り立て、テーバイ人たちも熱心にその戦争に加担することを約束した。
§7.14.7ἑαλώκεσαν δὲ οἱ Θηβαῖοι πρώτην δίκην Μετέλλου δικάζοντος Φωκεῦσιν ἐκτῖσαι ζημίαν, ὅτι ἐσέβαλον σὺν ὅπλοις ἐς γῆν τὴν Φωκίδα, δευτέραν Εὐβοεῦσιν, ἐδῄωσαν γὰρ καὶ Εὐβοέων τὴν χώραν, τρίτην δὲ Ἀμφισσεῦσι, τεμόντες καὶ τὴν Ἀμφισσέων περὶ ἀκμὴν σίτου.
しかしテーバイ人たちは、フォキス人に対して武力をもってその領土に侵入したという理由で、メテッルスが裁いた第一の裁判において彼らに罰金を支払うようすでに有罪を言い渡されており、第二にはエウボイア人たちの領土をも荒廃させたことで彼らに対しても、そして第三には、アムフィサ人たちの土地をも麦の収穫期に荒らしたことで彼らに対しても、同じく判決を受けていた。