Humanitext Reader

パウサニアス · ギリシア案内記 §7.15.1-7.15.11

クリトラオスの敗死とディアイオスの抗戦

277 / 465 箇所 · ギリシア語

要旨

ローマ軍がアカイア遠征を始める中、アカイアの将軍クリトラオスは敗走して死亡する。後を継いだディアイオスは奴隷を解放するなどして抗戦するが、軍勢は壊滅し、ローマのメテッルスがテベとメガラを制圧して和平を呼びかける。

§7.15.1Ῥωμαῖοι δὲ παρά τε τῶν ἀνδρῶν διδαχθέντες οὓς ἐς τὴν Ἑλλάδα ἀπέστειλαν καὶ ἐκ τῶν γραμμάτων ἃ Μέτελλος ἐπέστελλεν, ἀδικεῖν Ἀχαιῶν κατέγνωσαν·
ローマ人たちは、ギリシアに派遣した人々から知らされたこと、およびメテッルスが送った書簡から、アカイア人が不義を働いたと断定した。
καὶ ἦν γὰρ Μόμμιός σφισιν ὕπατος τότε ᾑρημένος, τοῦτον ναῦς τε καὶ στρατιὰν πεζὴν ἐκέλευον ἐπʼ Ἀχαιοὺς ἄγειν.
そして、そのときモッミウスが彼らの執政官に選ばれていたので、彼に艦隊と歩兵部隊をアカイア人に率いていくよう命じた。
Μέτελλος δὲ παραυτίκα ἐπέπυστο ὡς Μόμμιος καὶ ὁ σὺν αὐτῷ στρατὸς ἐπὶ Ἀχαιοὺς ἀφίκοιτο·
一方メテッルスは、モッミウスと彼の率いる軍勢がアカイア人に向けて出発したということを直ちに知った。
καὶ ἐποιεῖτο σπουδήν, εἰ ἐπιθεὶς αὐτὸς πέρας τῷ πολέμῳ φανῇ πρὶν ἢ Μόμμιον ἐς τὴν Ἑλλάδα ἀφῖχθαι.
そして、モッミウスがギリシアに到着する前に、自分自身がこの戦争に終止符を打ったと見なされるよう、事を急いだ。
§7.15.2ἀγγέλους οὖν παρὰ τοὺς Ἀχαιοὺς ἀπέστελλεν, ἀφιέναι κελεύων σφᾶς συντελείας Λακεδαιμονίους καὶ πόλεις ἄλλας ὁπόσας εἴρητο ὑπὸ Ῥωμαίων, τῆς τε ἐκ τοῦ χρόνου τοῦ προτέρου σφίσιν ἀπειθείας οὐδεμίαν παρὰ Ῥωμαίων ὑπισχνεῖτο ὀργὴν γενήσεσθαι.
そこで彼はアカイア人のもとへ使節を派遣し、ラケダイモン人やローマ人から告げられていた他のすべての都市を同盟の分担金から解放するよう命じ、以前の彼らの不従順に対してローマ人からいかなる怒りも下されないであろうと約束した。
ἅμα τε δὴ ταῦτα ἐπεκηρυκεύετο καὶ ἤλαυνεν ἐκ Μακεδονίας τὸν στρατόν, διὰ Θεσσαλίας τὴν πορείαν καὶ παρὰ τὸν Λαμιακὸν ποιούμενος κόλπον.
彼はこれらの申し入れを伝えるとともに、マケドニアから軍を進め、テッサリアを通り、ラミア湾の傍らを行軍した。
Κριτόλαος δὲ καὶ Ἀχαιοὶ λόγον μὲν φέροντα ἐς σύμβασιν προσίεντο οὐδένα, Ἡράκλειαν δὲ προσεκάθηντο πολιορκοῦντες οὐ βουλομένους ἐς τὸ Ἀχαϊκὸν συντελεῖν.
しかしクリトラオスとアカイア人たちは、和平をもたらす提案を一切受け入れず、アカイア同盟への統合を望まないヘラクレイアを包囲し続けていた。
§7.15.3τότε δὲ ὡς παρὰ τῶν κατασκόπων ἐπυνθάνετο ὁ Κριτόλαος Μέτελλον καὶ Ῥωμαίους διαβεβηκέναι τὸν Σπερχειόν, ἀπέφευγεν ἐς Σκάρφειαν τὴν Λοκρῶν, οὐδὲ κατὰ τὸ στενὸν τὸ Ἡρακλείας τε μεταξὺ καὶ Θερμοπυλῶν τοὺς Ἀχαιοὺς τάξας ἐτόλμησεν ὑπομεῖναι Μέτελλον·
そのときクリトラオスは、斥候からメテッルスとローマ軍がスペルケイオス川を渡ったと聞くと、ロクリスのスカルフェイアへと逃亡した。 彼はヘラクレイアとテルモピュライの間の狭路にアカイア人を配備してメテッルスを迎え撃つことさえ敢えてしなかった。
ἀλλὰ ἐς τοσοῦτο ἀφίκετο δείματος ὡς μηδὲ αὐτὸ ποιήσασθαι τὸ χωρίον πρὸς ἀμείνονος ἐλπίδος, ἔνθα ἦν μὲν Λακεδαιμονίοις ὑπὲρ τῶν Ἑλλήνων τὰ ἐς Μήδους, ἦν δὲ καὶ Ἀθηναίοις τὰ ἐς Γαλάτας οὐδὲν ἀφανέστερα ἐκείνων τολμήματα.
それどころか、かつてラケダイモン人がギリシア人のためにペルシア人に対して、またアテナイ人がケルト人に対して、それらに決して劣らぬ勇気をもって立ち向かったその地をもってしても、より良い希望を抱くことさえできないほどの恐怖に襲われた。
§7.15.4ὑποφεύγοντας δὲ Κριτόλαον καὶ Ἀχαιοὺς αἱροῦσιν ὀλίγον πρὸ τῆς Σκαρφείας οἱ ὁμοῦ τῷ Μετέλλῳ, καὶ ἀπέκτεινάν τε πλήθει πολλοὺς καὶ ἔλαβον ζῶντας ὅσον χιλίους.
逃亡するクリトラオスとアカイア人たちを、メテッルスの軍勢はスカルフェイアの少し手前で捕らえ、多数を殺害し、約千人を捕虜とした。
Κριτόλαος δὲ οὔτε ὤφθη ζῶν μετὰ τὴν μάχην οὔτε ἐν τοῖς νεκροῖς εὑρέθη·
クリトラオスは戦闘後に生きて姿を見せられることはなく、死体の中からも見つからなかった。
εἰ δὲ ἐτόλμησε τῆς πρὸς τῇ Οἴτῃ θαλάσσης ἐς ταύτης καταδῦναι τὸ τέλμα, παντάπασιν ἔμελλεν ἄγνωστός τε καὶ ἄπυστος οἰχήσεσθαι κατὰ τοῦ βυθοῦ.
もし彼がオイテ山に接する海の湿地に身を沈めることを敢えてしたのなら、彼は完全に知られることも噂されることもなく海底に消え去ったに違いない。
§7.15.5ἐς μὲν οὖν τὴν Κριτολάου τελευτὴν καὶ ἄλλα πάρεστιν εἰκάζειν·
クリトラオスの最期については他にも推測の余地がある。
Ἀρκάδων δὲ ἐξεστρατευμένοι λογάδες χίλιοι, οἳ Κριτολάῳ τοῦ ἔργου μετέσχον, προῆλθον μὲν ἄχρι Ἐλατείας τῆς Φωκέων καὶ ἐς τὴν πόλιν ὑπʼ αὐτῶν κατὰ συγγένειαν δή τινα παλαιὰν ἐδέχθησαν·
一方、クリトラオスとともに戦いに加わったアルカディアの精鋭の歩兵千人は、フォキスのエラテイアまで退却し、かつての古い血縁関係を理由にその都市に受け入れられた。
ὡς δὲ τοῖς Φωκεῦσιν ἡ Κριτολάου συμφορὰ καὶ Ἀχαιῶν ἀπηγγέλλετο, ἀπελθεῖν ἐκ τῆς Ἐλατείας κελεύουσι τοὺς Ἀρκάδας.
しかし、フォキス人たちにクリトラオスとアカイア人の悲劇が知らされると、彼らはアルカディア人たちにエラテイアから立ち去るよう命じた。
§7.15.6ἀπιοῦσι δὲ ὀπίσω σφίσιν ἐς τὴν Πελοπόννησον Μέτελλος καὶ Ῥωμαῖοι περὶ Χαιρώνειαν ἐπιφαίνονται·
彼らがペロポネソスへと退却する途上、カイロネイア付近でメテッルスとローマ軍が現れた。
ἔνθα δὴ ἐπελάμβανε τοὺς Ἀρκάδας ἐκ θεῶν δίκη τῶν Ἑλληνικῶν, οἳ ἐν Χαιρωνείᾳ Φιλίππου καὶ Μακεδόνων ἐναντία ἀγωνιζομένους ἐγκαταλιπόντες Ἕλληνας τότε ἐν χωρίῳ τῷ αὐτῷ ἐκτείνοντο ὑπὸ Ῥωμαίων.
そこにおいて、アルカディア人たちにギリシアの神々からの正義の裁きが下された。 かつてカイロネイアにおいて、フィリッポスとマケドニア軍に立ち向かって戦うギリシア人たちを見捨てた彼らが、今や同じ場所においてローマ人によって虐殺されたのである。
§7.15.7Ἀχαιοῖς δὲ αὖθις ἐπὶ τὴν ἡγεμονίαν τοῦ στρατεύματος παρῄει Δίαιος·
アカイア人たちの間では、再びディアイオスが軍の指揮権を引き継いだ。
καὶ δούλους τε ἐς ἐλευθερίαν ἠφίει, τὸ Μιλτιάδου καὶ Ἀθηναίων βούλευμα τὸ πρὸ τοῦ ἔργου τοῦ ἐν Μαραθῶνι μιμούμενος, καὶ Ἀχαιῶν συνέλεγε καὶ Ἀρκάδων ἀπὸ τῶν πόλεων τοὺς ἐν ἡλικίᾳ·
彼は奴隷たちを自由に解放し、これはマラトンの戦いの前にミルティアデスとアテナイ人が行った計略を模倣したものであったが、アカイア人とアルカディア人の都市から兵役に適した若者を集めた。
ἐγένετο δέ, ἀναμεμιγμένων ὁμοῦ καὶ οἰκετῶν, τὸ ἀθροισθὲν ἐς ἑξακοσίους μὲν μάλιστα ἀριθμὸν ἱππεῖς, τὸ δὲ ὁπλιτεῦον τετρακισχίλιοί τε καὶ μύριοι.
こうして集められた軍勢は、奴隷たちも混じって、騎兵が約六百、重装歩兵が一万四千に達した。
§7.15.8ἐνταῦθα ὁ Δίαιος ἐς ἅπαν ἀφίκετο ἀνοίας, ὃς Κριτόλαον καὶ πᾶσαν τὴν Ἀχαιῶν ἐπιστάμενος παρασκευὴν κακῶς οὕτως ἀγωνισαμένην πρὸς Μέτελλον ἀπέλεξεν αὐτὸς ὅσον τετρακισχιλίους·
ここでディアイオスは愚行の極みに達した。 彼はクリトラオスとアカイア人の全軍がメテッルスに対してかくも惨めに敗れ去ったのを知りながら、自ら約四千人を選び出し、彼らの上にアルカメネスを指揮官として据えた。
καὶ ἄρχοντα ἐπʼ αὐτοῖς ἔταξεν Ἀλκαμένην. ἀπεστέλλοντο δὲ ἐς Μέγαρα φρουρά τε εἶναι Μεγαρεῦσι τοῦ ἄστεως καί, ἢν Μέτελλος ἐπίῃ καὶ οἱ Ῥωμαῖοι, τοῦ πρόσω σφᾶς κωλύειν.
そして彼らを、メガラの住民のために都市の守備隊となるべく、またもしメテッルスとローマ軍が侵攻してきた場合には、それ以上の前進を阻止すべく、メガラへと派遣した。
§7.15.9Μέτελλος δὲ ὡς οἱ περὶ Χαιρώνειαν λογάδες κατέστρωντο οἱ Ἀρκάδων, ἀναστήσας τὸ στράτευμα ἤλαυνεν ἐπὶ τὰς Θήβας·
メテッルスは、カイロネイアの近くでアルカディアの精鋭部隊を壊滅させると、軍を移動させてテーバイへと進軍した。
Ἡράκλειάν τε γὰρ ἐπολιόρκησαν οἱ Θηβαῖοι μετὰ Ἀχαιῶν καὶ ἀγῶνος τοῦ πρὸς Σκάρφειαν μετεσχήκεσαν.
テーバイ人たちはアカイア人とともにヘラクレイアを包囲し、スカルフェイアでの戦闘にも加担していたからである。
τότε δὲ αὐτοί τε καὶ γυναῖκες ἐκλελοιπότες πᾶσα ἡλικία τὴν πόλιν ἐπλανῶντο ἀνὰ τὴν Βοιωτίαν καὶ ἐς τῶν ὀρῶν τὰ ἄκρα ἀνέφευγον.
そのとき、彼ら自身も、女たちも、あらゆる世代の者が都市を捨ててボイオティア全域を彷徨い、山々の頂へと逃げ延びた。
§7.15.10Μέτελλος δὲ οὔτε ἱερὰ ἐμπιπράναι θεῶν οὔτε οἰκοδομήματα καθαιρεῖν εἴα, Θηβαίων τε τῶν ἄλλων μήτε ἀποκτεῖναι μηδένα μήτε αἱρεῖν φεύγοντα ἀπηγόρευε·
しかしメテッルスは、神々の神殿を焼くことも建物を破壊することも許さず、また他のテーバイ人たちを殺害することも、逃亡する者を捕らえることも禁じた。
Πυθέαν δὲ ἢν ἕλωσιν, ἀνάγειν ἐκέλευσεν ὡς αὐτόν·
ただ、ピュテアスを捕らえたならば自分の前に連行するよう命じた。
ἐξεύρητό τε δὴ αὐτίκα ὁ Πυθέας καὶ ἀναχθεὶς δίκην εἶχεν.
ピュテアスは直ちに発見されて連行され、処刑された。
ὡς δὲ πλησίον Μεγάρων ἐγίνετο ὁ στρατός, οὔτε ὑπέμειναν οἱ περὶ τὸν Ἀλκαμένην καὶ αὐτίκα ἐς Κόρινθον παρὰ τὸ στρατόπεδον τὸ Ἀχαιῶν ᾤχοντο φεύγοντες.
一方、軍がメガラの近くに達すると、アルカメネスとその部下たちは持ちこたえられず、直ちにコリントスのアカイア軍の陣営に向かって逃走した。
§7.15.11καὶ Μεγαρεῖς μὲν παραδιδόασιν ἀμαχεὶ Ῥωμαίοις τὴν πόλιν, Μέτελλος δὲ ὡς ἀφίκετο παρὰ τὸν ἰσθμόν, ἐπεκηρυκεύετο καὶ τότε Ἀχαιοῖς ἐς εἰρήνην καὶ ὁμολογίας προκαλούμενος·
そしてメガラの人々は戦わずしてローマ人に都市を引き渡した。 メテッルスは地峡に達すると、そこでもなおアカイア人に和平と和解を呼びかけた。
ἰσχυρὸς γάρ τις ἐνέκειτο αὐτῷ πόθος τὰ ἐν Μακεδονίᾳ τε ὁμοῦ καὶ τὰ Ἀχαιῶν κατεργασθῆναι διʼ αὐτοῦ.
彼にはマケドニアの事柄とアカイア人の事柄の両方を、自分自身の手で解決したいという強い望みがあったからである。
τούτῳ μὲν ταῦτα ἐσπευκότι Δίαιος ἠναντιοῦτο ὑπὸ ἀγνωμοσύνης·
このように彼が事を急いでいるのに対し、ディアイオスは無分別さのゆえに反対し続けた。

語釈・文法注

  1. 7.15.1εἰ ἐπιθεὶς αὐτὸς πέρας τῷ πολέμῳ φανῇ — 接続法 φανῇ を伴う εἰ 節は、「〜であるかどうか」「〜となることを求めて」という期待や目的のニュアンスを含む間接疑問あるいは条件節として機能している。
  2. 7.15.2ἀφιέναι κελεύων σφᾶς συντελείας Λακεδαιμονίους — ἀφιέναι(解放する)は、解放される対象を対格(Λακεδαιμονίους)、免除される義務を属格(συντελείας, 拠出金・同盟義務)で取る。σφᾶς は不定詞の意味上の主語(アカイア人たち)である。
  3. 7.15.6δίκη τῶν Ἑλληνικῶν — τῶν Ἑλληνικῶν は客観属格(あるいは関連の属格)であり、「ギリシア人たち(に見捨てられたこと)に対する報復・神罰」を意味する。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §7.15.1-7.15.11. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:7.15.1-7.15.11

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。