Humanitext Reader

保萨尼亚斯 · 希腊志 §7.14.1-7.14.7

使节奥雷斯特斯的要求与克里托劳斯的主战煽动

第 276 段,共 465 段 · 希腊语

内容简介

罗马使节奥雷斯特斯要求拉刻代蒙等城邦退出亚该亚同盟,激怒了亚该亚人,他们在斯巴达人聚集时发动袭击,并在新将军克里托劳斯的煽动下走向与罗马的全面战争。

§7.14.1ἀφίκοντο δὲ ἐς τὴν Ἑλλάδα καὶ οἱ ἀποσταλέντες ἐκ Ῥώμης Λακεδαιμονίοις δικασταὶ καὶ Ἀχαιοῖς γενέσθαι, ἄλλοι τε καὶ Ὀρέστης·
从罗马派来充当拉刻代蒙人与亚该亚人裁判官的使节抵达了希腊,其中尤其包括奥雷斯特斯。
ὁ δὲ τούς τε ἐν ἑκάστῃ πόλει τῶν Ἀχαιῶν ἔχοντας τὰς ἀρχὰς καὶ Δίαιον ἐκάλει παρʼ αὑτόν.
他将亚该亚各城市的执政者以及迪艾乌斯召集到自己身边。
ἀφικομένοις δὲ ἔνθα ἔτυχεν αὐτὸς ἐσῳκισμένος, ἀπεγύμνου τὸν πάντα σφίσιν ἤδη λόγον, ὡς δίκαια ἡγοῖτο ἡ Ῥωμαίων βουλὴ μήτε Λακεδαιμονίους τελεῖν ἐς τὸ Ἀχαϊκὸν μήτε αὐτὴν Κόρινθον, ἀφεῖσθαι δὲ καὶ Ἄργος καὶ Ἡράκλειαν τὴν πρὸς Οἴτῃ καὶ Ὀρχομενίους Ἀρκάδας συνεδρίου τοῦ Ἀχαιῶν· γένους τε γὰρ αὐτοῖς οὐδὲν τοῦ Ἀχαιῶν μετεῖναι καὶ ὕστερον τὰς πόλεις προσχωρῆσαι ταύτας πρὸς τὸ Ἀχαϊκόν.
当他们来到他恰好落脚的地方时,他便向他们吐露了全部的意图,即罗马元老院认为,拉刻代蒙人和科林斯本身都不应再隶属于亚该亚同盟,且阿戈斯、奥伊特山附近的赫拉克利亚以及阿卡迪亚的奥尔霍梅努斯人也应从亚该亚人的会议中释放出来;因为他们与亚该亚人毫无血统关系,且这些城市是在后来才加入亚该亚同盟的。
§7.14.2ταῦτα Ὀρέστου λέγοντος οἱ ἄρχοντες τῶν Ἀχαιῶν οὐδὲ τὸν πάντα ὑπομείναντες ἀκοῦσαι λόγον ἔθεον ἐς τὸ ἐκτὸς τῆς οἰκίας καὶ ἐκάλουν Ἀχαιοὺς ἐς ἐκκλησίαν·
当奥雷斯特斯说这些话时,亚该亚人的执政官们甚至无法耐着性子听完整个提议,就跑出屋去,召集亚该亚人召开公民大会。
οἱ δὲ ὡς τὰ ἐγνωσμένα ἐπύθοντο ὑπὸ Ῥωμαίων, αὐτίκα ἐτρέποντο ἐπὶ τοὺς Σπαρτιάτας οἳ Κορίνθῳ τότε ἔτυχον ἐπιδημοῦντες, συνήρπαζον δὲ πάντα τινὰ καὶ ὃν Λακεδαιμόνιον σαφῶς ὄντα ἠπίσταντο καὶ ὅτῳ κουρᾶς ἢ ὑποδημάτων ἕνεκα ἢ ἐπὶ τῇ ἐσθῆτι ἢ κατʼ ὄνομα προσγένοιτο ὑπόνοια· τοὺς δὲ αὐτῶν καὶ καταφυγεῖν ἔνθα Ὀρέστης ᾤκει φθάνοντας ὅμως καὶ ἐντεῦθεν ἐβιάζοντο ἕλκειν.
而当人们获悉罗马人所作出的决定时,便立刻把矛头指向当时恰好在科林斯侨居的斯巴达人,他们抓捕了每一个人——既包括他们明确知晓是拉刻代蒙人的人,也包括因发型、鞋子、衣服或名字而受到怀疑的人;甚至对于他们之中那些抢先逃到奥雷斯特斯住所的人,他们也企图强行从那里将他们拖出来。
§7.14.3Ὀρέστης δὲ καὶ οἱ σὺν αὐτῷ τῆς τε τόλμης ἐπέχειν τοὺς Ἀχαιοὺς ἐπειρῶντο καὶ ἐκέλευον μεμνῆσθαι σφᾶς ὡς ἀδικημάτων καὶ ὕβρεως ἄρχουσιν ἐς Ῥωμαίους.
奥雷斯特斯和随行人员试图制止亚该亚人的暴行,并告诫他们要记住,他们是在对罗马人发动不义与侮辱。
ἡμέραις δὲ ὕστερον οὐ πολλαῖς οἱ Ἀχαιοὶ Λακεδαιμονίων μὲν αὐτῶν ὅσους εἶχον συνειληφότες, κατατίθενται σφᾶς ἐς δεσμωτήριον, τοὺς ξένους δὲ ἀπʼ αὐτῶν διακρίνοντες ἠφίεσαν.
没过几天,亚该亚人将他们所逮捕的拉刻代蒙人本邦人都关进了监狱,而将外邦人从他们之中甄别出来并予以释放。
ἀποστέλλουσι δὲ καὶ ἐς Ῥώμην ἄλλους τε Ἀχαιῶν τῶν ἐν τέλει καὶ Θεαρίδαν· ὡς δὲ ἀπῆλθον, ἐντυχόντες κατὰ τὴν ἄνοδον Ῥωμαίων πρέσβεσιν ἐπὶ τὰ Λακεδαιμονίων καὶ Ἀχαιῶν ὕστερον ἢ Ὀρέστης ἀπεσταλμένοις, ὀπίσω καὶ αὐτοὶ τρέπονται.
他们还向罗马派遣了亚该亚的其他当权者以及塞阿里达斯;但当他们出发后,在去往罗马的路上遇到了比奥雷斯特斯更晚被派来处理拉刻代蒙人与亚该亚人事务的罗马使节,于是他们自己也折返了回来。
§7.14.4Διαίῳ δὲ ἐξήκοντος τοῦ χρόνου τῆς ἀρχῆς στρατηγεῖν ὑπὸ Ἀχαιῶν ᾑρέθη Κριτόλαος.
在迪艾乌斯的任期届满后,克里托劳斯被亚该亚人选为将军。
τοῦτον δριμὺς καὶ σὺν οὐδενὶ λογισμῷ τὸν Κριτόλαον πολεμεῖν πρὸς Ῥωμαίους ἔρως ἔσχε· καὶ—ἔτυχον γὰρ τότε ἤδη οἱ παρὰ Ῥωμαίων ἥκοντες τὰ Λακεδαιμονίων καὶ Ἀχαιῶν δικάσαι—ἀφίκετο μὲν ἐν Τεγέᾳ τῇ Ἀρκάδων τοῖς ἀνδράσιν ἐς λόγους ὁ Κριτόλαος, ἀθροῖσαι δὲ Ἀχαιούς σφισιν ἐς κοινὸν σύλλογον οὐδαμῶς ἤθελεν, ἀλλὰ ἐς μὲν ἐπήκοον τῶν Ῥωμαίων ἔπεμπεν ἀγγέλους κελεύων τοὺς συνέδρους καλεῖν ἐς τὸ Ἀχαϊκόν, ἰδίᾳ δὲ τοῖς συνέδροις ἐπέστελλεν ἐς τὰς πόλεις ἀπολείπεσθαι σφᾶς τοῦ συλλόγου.
一种针对罗马人开战的狂热且毫无理智的激情攫住了这个克里托劳斯;而且——因为当时那些从罗马来裁决拉刻代蒙人与亚该亚人事务的人已经抵达了——克里托劳斯虽然在阿卡迪亚的特格亚与这些人进行了会谈,但他绝不愿为了他们而把亚该亚人召集到共同的会议中,反而,在罗马人听得见的地方,他派遣使者命令召集亚该亚同盟的议员,私底下却向各城市的议员发出指令,让他们缺席会议。
§7.14.5ὡς δὲ οὐκ ἀφίκοντο οἱ συνεδρεύσοντες, ἐνταῦθα ὁ Κριτόλαος μάλιστα ἐπεδείκνυτο ἀπάτῃ πρὸς Ῥωμαίους χρώμενος, ὃς ἄλλην ἐκέλευεν ἀναμένειν αὐτοὺς Ἀχαιῶν σύνοδον, ἐς μῆνα ἐσομένην ἕκτον· αὐτὸς δὲ οὐδὲν ἰδίᾳ διαλέξεσθαί σφισιν ἄνευ τοῦ κοινοῦ τοῦ Ἀχαιῶν ἔφασκε.
由于应该参会的人没有到来,此时克里托劳斯最明显地展现出他对罗马人施展的欺骗,他要求他们等待将在六个月后举行的另一场亚该亚人大会;而他自己则声称,在没有亚该亚人共同会议的情况下,他绝不私下与他们进行任何商谈。
καὶ οἱ μὲν ἐπεὶ ἀπατώμενοι συνῆκαν, ἀπηλλάσσοντο ἐς Ῥώμην· Κριτόλαος δὲ ἐς Κόρινθον Ἀχαιοὺς ἀθροίσας ἀνέπεισε μὲν ἐπιφέρειν ὅπλα ἐπὶ τὴν Σπάρτην, ἀνέπεισε δὲ καὶ Ῥωμαίοις ἐκ τοῦ εὐθέος πόλεμον ἄρασθαι.
罗马人一明白自己受骗,便启程返回罗马;而克里托劳斯在科林斯召集亚该亚人,说服他们对斯巴达动武,并说服他们直接对罗马人宣战。
§7.14.6τὸ μὲν δὴ ἄνδρα βασιλέα καὶ πόλιν ἀνελέσθαι πόλεμον καὶ μὴ εὐτυχῆσαι συνέβη φθόνῳ μᾶλλον ἔκ του δαιμόνων ἢ τοῖς πολεμήσασι ποιεῖ τὸ ἔγκλημα· θρασύτης δὲ ἡ μετὰ ἀσθενείας μανία ἂν μᾶλλον ἢ ἀτυχία καλοῖτο.
的确,一国之君或一个城市发动战争而未能成功,往往是由于某种神明之嫉,而非归咎于发动战争的人;但是,伴随着软弱的鲁莽,应当被称为疯狂而非不幸。
ὃ δὴ καὶ Κριτόλαον καὶ Ἀχαιοὺς ἔβλαψε.
这正是祸害了克里托劳斯和亚该亚人的根源。
παρώξυνε δὲ καὶ Ἀχαιοὺς Πυθέας βοιωταρχῶν τηνικαῦτα ἐν Θήβαις, καὶ οἱ Θηβαῖοι συνεπιλήψεσθαι προθύμως ἐπηγγέλλοντο τοῦ πολέμου·
当时在底比斯担任波奥塔尔赫的皮塞亚斯也煽动了亚该亚人,底比斯人也热切地承诺将共同参与这场战争。
§7.14.7ἑαλώκεσαν δὲ οἱ Θηβαῖοι πρώτην δίκην Μετέλλου δικάζοντος Φωκεῦσιν ἐκτῖσαι ζημίαν, ὅτι ἐσέβαλον σὺν ὅπλοις ἐς γῆν τὴν Φωκίδα, δευτέραν Εὐβοεῦσιν, ἐδῄωσαν γὰρ καὶ Εὐβοέων τὴν χώραν, τρίτην δὲ Ἀμφισσεῦσι, τεμόντες καὶ τὴν Ἀμφισσέων περὶ ἀκμὴν σίτου.
因为底比斯人此前已经在梅特卢斯主持的裁判中被判定有罪:第一,因他们带兵入侵福基斯土地而向福基斯人偿付罚款;第二,同样要向优波亚人偿付,因为他们也蹂躏了优波亚人的领土;第三,向阿姆菲萨人偿付,因为他们还在麦子成熟时毁坏了阿姆菲萨人的土地。

词汇与语法注释

  1. 7.14.1ἀφικομένοις — 与格复数分词。它修饰主句动词 ἀπεγύμνου 的逻辑间接宾语 σφίσιν,或者作为表示时间的与格分词使用(“在他们抵达时”)。
  2. 7.14.2φθάνοντας — 动词 φθάνω 的分词,表示“抢先、比……更早”。此处修饰宾语 τοὺς δὲ,指那些赶在追捕者之前,抢先逃往奥雷斯特斯住所的人。
  3. 7.14.3ἄρχουσιν — 动词 ἄρχω 的直说法语气现在时第三人称复数。由 ὡς 引导的从句的主语是隐指的“亚该亚人”,而 σφᾶς 是不定式 μεμνῆσθαι 的宾格主语,指代亚该亚人自身。
  4. 7.14.6τὸ μὲν δὴ ... ἀνελέσθαι ... καὶ μὴ εὐτυχῆσαι — 冠词 τὸ 使整个不定式从句 ἀνελέσθαι ... καὶ μὴ εὐτυχῆσαι 名词化,作为主句动词 συνέβη 的主语。不定式的逻辑主语是宾格的 ἄνδρα βασιλέα καὶ πόλιν。

引用这一段

保萨尼亚斯, 希腊志 §7.14.1-7.14.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:7.14.1-7.14.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。