§7.11.1Ῥωμαῖοι δὲ αὖθις ἄνδρα ἐκ τῆς βουλῆς καταπέμπουσιν ἐς τὴν Ἑλλάδα·
ローマ人は再び元老院から一人の男をギリシアへ派遣した。
ὄνομα μὲν τῷ ἀνδρὶ ἦν Γάλλος, ἀπέσταλτο δὲ Λακεδαιμονίοις καὶ Ἀργείοις ὑπὲρ γῆς ἀμφισβητουμένης γενέσθαι δικαστής.
その男の名はガルスであり、ラケダイモン人とアルゴス人の間の係争中の土地について裁判官となるために派遣されていた。
οὗτος ὁ Γάλλος ἐς τὸ Ἑλληνικὸν πολλὰ μὲν εἶπε, πολλὰ δὲ καὶ ἔπραξεν ὑπερήφανα, Λακεδαιμονίους δὲ καὶ Ἀργείους τὸ παράπαν ἔθετο ἐν χλευασίᾳ·
このガルスはギリシア人に対して多くの傲慢なことを語り、かつ行い、ラケダイモン人とアルゴス人をまったく侮辱した。
§7.11.2πόλεσι γὰρ ἐς τοσοῦτο ἡκούσαις ἀξιώματος καὶ ὑπὲρ τῶν ὅρων τῆς χώρας τὰ μὲν παλαιότερα ἐς οὐκ ἀφανῆ πόλεμον καὶ ἔργα οὕτως ἀφειδῆ προαχθείσαις, κριθείσαις δὲ καὶ ὕστερον παρὰ δικαστῇ κοινῷ Φιλίππῳ τῷ Ἀμύντου, αὐτὸς μέν σφισιν ὁ Γάλλος ἀπηξίωσε δικαστὴς καταστῆναι, Καλλικράτει δὲ ἁπάσης τῆς Ἑλλάδος ἀνδρὶ ἀλάστορι ἐπιτρέπει τὴν κρίσιν.
というのも、これほどの威信に達し、かつ領土の境界を巡って古くは少なからぬ戦争やあのように過酷な戦闘へと駆り立てられ、さらに後には共通の裁判官であるアミュンタスの子フィリッポスによって裁かれたことさえある諸都市に対して、ガルス自身は彼らのために裁判官となることを拒み、全ギリシアの破滅をもたらす悪霊ともいうべき男カリクラテスにその判決を委ねたからである。
§7.11.3ἀφίκοντο δὲ ὡς τὸν Γάλλον καὶ Αἰτωλῶν οἱ Πλευρῶνα οἰκοῦντες, συντελείας τῆς ἐς Ἀχαιοὺς ἐθέλοντες ἄφεσιν εὕρασθαι·
また、アイトリア人のうちでプレウロンに住む者たちもガルスのところへやって来て、アカイア人への貢納の免除を得ることを望んだ。
καὶ αὐτοῖς ἐπετράπη μὲν ὑπὸ τοῦ Γάλλου πρεσβείαν ἐπὶ σφῶν αὐτῶν ἰδίᾳ παρὰ Ῥωμαίους ἀποστεῖλαι, ἐπετράπη δὲ ὑπὸ Ῥωμαίων συνεδρίου τοῦ Ἀχαιῶν ἀποστῆναι.
そして彼らはガルスによって、自分たちだけで個別にローマ人へ使節を派遣することを許され、さらにローマ人によってアカイア人の連盟から離脱することを許された。
προσεπεστάλη δὲ ὑπὸ τῆς βουλῆς τῷ Γάλλῳ πόλεις ὁπόσας ἐστὶν οἷός τε πλείστας ἀφεῖναι συλλόγου τοῦ Ἀχαιῶν.
また元老院からガルスに対し、アカイア人の集会から離脱させうるだけの多くの都市を離脱させるよう指示が追加された。
§7.11.4ὁ μὲν δὴ τὰ ἐντεταλμένα ἐποίει, Ἀθηναίων δὲ ὁ δῆμος ἀνάγκῃ πλέον ἢ ἑκουσίως διαρπάζουσιν Ὠρωπὸν ὑπήκοόν σφισιν οὖσαν·
彼は命じられたことを実行していたが、アテナイの民衆は、自らに服属していたオロポスを、自発的というよりはむしろ必要に迫られて略奪した。
πενίας γὰρ ἐς τὸ ἔσχατον Ἀθηναῖοι τηνικαῦτα ἧκον ἅτε ὑπὸ Μακεδόνων πολέμῳ πιεσθέντες μάλιστα Ἑλλήνων.
というのも、アテナイ人は当時、ギリシア人の中で最もマケドニア人との戦争によって苦しめられていたため、極限の貧困に陥っていたからである。
καταφεύγουσιν οὖν ἐπὶ τὴν Ῥωμαίων βουλὴν οἱ Ὠρώπιοι·
それゆえ、オロポスの人々はローマの元老院に駆け込んだ。
καὶ δόξαντες παθεῖν οὐ δίκαια, ἐπεστάλη Σικυωνίοις ὑπὸ τῆς βουλῆς ἐπιβάλλειν σφᾶς Ἀθηναίοις ἐς Ὠρωπίους ζημίαν κατὰ τῆς βλάβης ἧς ἦρξαν τὴν ἀξίαν.
そして彼らが不当な扱いを受けたと見なされたため、元老院はシキュオン人に対し、アテナイ人が与えた被害の額に応じた罰金を、オロポスの人々のためにアテナイ人に課すよう指示した。
§7.11.5Σικυώνιοι μὲν οὖν οὐκ ἀφικομένοις ἐς καιρὸν τῆς κρίσεως Ἀθηναίοις ζημίαν πεντακόσια τάλαντα ἐπιβάλλουσι, Ῥωμαίων δὲ ἡ βουλὴ δεηθεῖσιν Ἀθηναίοις ἀφίησι πλὴν ταλάντων ἑκατὸν τὴν ἄλλην ζημίαν·
そこでシキュオン人は、裁判の期日に現れなかったアテナイ人に対して、五百タラントンの罰金を課した。 しかしローマの元老院は、嘆願したアテナイ人に対し、百タラントンを除く残りの罰金を免除した。
ἐξέτισαν δὲ οὐδὲ ταῦτα οἱ Ἀθηναῖοι, ἀλλὰ ὑποσχέσεσι καὶ δώροις ὑπελθόντες Ὠρωπίους ὑπάγονται σφᾶς ἐς ὁμολογίαν φρουράν τε Ἀθηναίων ἐσελθεῖν ἐς Ὠρωπὸν καὶ ὁμήρους λαβεῖν παρὰ Ὠρωπίων Ἀθηναίους·
だがアテナイ人はこの額すら支払わず、約束と贈り物によってオロポスの人々を懐柔し、次の合意へと引き入れた。 すなわち、アテナイ人の守備隊がオロポスに入ること、そしてアテナイ人がオロポスの人々から人質を受け取ることである。
ἢν δὲ αὖθις ἐς Ἀθηναίους γένηται ἔγκλημα Ὠρωπίοις, τὴν φρουρὰν τότε ἀπάγειν παρʼ αὐτῶν Ἀθηναίους, ἀποδοῦναι δὲ καὶ ὀπίσω τοὺς ὁμήρους.
もし再びオロポスの人々からアテナイ人に対して不満が生じた場合には、その時にアテナイ人は守備隊を彼らの元から撤収させ、さらに人質も返還する、ということになっていた。
§7.11.6χρόνος τε δὴ οὐ πολὺς ὁ μεταξὺ ἤνυστο, καὶ τῶν φρουρῶν ἀδικοῦσιν ἄνδρες Ὠρωπίους.
それから間もなくして、守備隊の何人かの男たちがオロポスの人々に対して不正を働いた。
οἱ μὲν δὴ ἐς τὰς Ἀθήνας ἀπέστελλον ὁμήρους τε ἀπαιτήσοντας καὶ φρουράν σφισιν ἐξάγειν κατὰ τὰ συγκείμενα ἐροῦντας·
そこでオロポスの人々はアテナイに、人質の返還を要求し、また合意に従って守備隊を撤収させるよう求める使者を派遣した。
Ἀθηναῖοι δὲ οὐδέτερα ἔφασαν ποιήσειν, ἀνθρώπων γὰρ τῶν ἐπὶ τῇ φρουρᾷ καὶ οὐ τοῦ Ἀθηναίων δήμου τὸ ἁμάρτημα εἶναι·
しかしアテナイ人は、どちらも行わないと言い張った。 なぜなら過失は守備隊の者たちの行為であって、アテナイの民衆のものではないからであるという。
τοὺς μέντοι αὐτὰ εἰργασμένους ἐπηγγέλλοντο ὑφέξειν δίκην.
ただし、その行為を実際に働いた者たちを裁判にかけることは約束した。
§7.11.7οἱ δὲ Ὠρώπιοι καταφεύγοντες ἐπὶ Ἀχαιοὺς ἐδέοντο τιμωρῆσαί σφισιν·
オロポスの人々はアカイア人のもとへ逃れて、自分たちを助けるよう求めた。
Ἀχαιοῖς δὲ ἤρεσκε μὴ τιμωρεῖν φιλίᾳ τε καὶ αἰδοῖ τῇ Ἀθηναίων.
しかしアカイア人にとっては、アテナイ人への友情と敬意のゆえに、助けないのが得策と思われた。
ἐνταῦθα οἱ Ὠρώπιοι Μεναλκίδᾳ, Λακεδαιμονίῳ μὲν γένος, στρατηγοῦντι δὲ ἐν τῷ τότε Ἀχαιῶν, ὑπισχνοῦνται δέκα ταλάντων δόσιν, ἤν σφισιν ἐπικουρεῖν Ἀχαιοὺς ἄγῃ·
そこでオロポス人は、ラケダイモン人血統であり、当時アカイア人の将軍であったメナルキダスに対して、もしアカイア人を動かして自分たちを支援させるなら、十タラントンを与えると約束した。
ὁ δὲ ἀπὸ τῶν χρημάτων μεταδώσειν Καλλικράτει τὸ ἥμισυ ὑπισχνεῖτο, ἰσχύοντι διὰ φιλίαν τὴν Ρωμαίων ἐν Ἀχαιοῖς μέγιστον.
メナルキダスはその金のうち半分を、ローマ人との友情のゆえにアカイア人の間で最大の権力を持っていたカリクラテスに分け与えると約束した。
§7.11.8προσγενομένου δὲ τοῦ Καλλικράτους πρὸς τὴν Μεναλκίδου γνώμην ἐκεκύρωτο κατὰ Ἀθηναίων ἀμύνειν Ὠρωπίοις.
カリクラテスがメナルキダスの意見に賛同したため、アテナイ人に対してオロポスの人々を救援することが決定された。
καί τις ἐξαγγέλλει ταῦτα ἐς τοὺς Ἀθηναίους·
そして誰かがこのことをアテナイ人に知らせた。
οἱ δὲ ὡς ἕκαστος τάχους εἶχεν ἐς τὸν Ὠρωπὸν ἐλθόντες καὶ αὖθις κατασύραντες εἴ τι ἐν ταῖς προτέραις παρεῖτό σφισιν ἁρπαγαῖς, ἀπάγουσι τὴν φρουράν.
そこで彼らは各自が最大の速さでオロポスへ行き、先の略奪で見落としていたものをすべて再び略奪し、守備隊を撤収させた。
Ἀχαιοὺς δὲ ὑστερήσαντας τῆς βοηθείας Μεναλκίδας μὲν καὶ Καλλικράτης ἐσβάλλειν ἐς τὴν Ἀττικὴν ἔπειθον·
アカイア人たちが救援に遅れたため、メナルキダスとカリクラテスは、アッティカに侵攻するようアカイア人たちを説得しようとした。
ἀνθισταμένων δὲ ἄλλων τε αὐτοῖς καὶ οὐχ ἥκιστα τῶν ἐκ Λακεδαίμονος, ἀνεχώρησεν ὀπίσω τὸ στράτευμα.
しかし他の人々、そして何よりもラケダイモン出身の人々が彼らに反対したため、軍隊は引き返した。