Humanitext Reader

保萨尼亚斯 · 希腊志 §7.11.1-7.11.8

加卢斯的干预与奥罗波斯争端

第 273 段,共 465 段 · 希腊语

内容简介

罗马派遣的加卢斯在拉刻代蒙与阿耳戈斯的领土纠纷中态度傲慢,并将裁决权可耻地交给了卡利克拉特斯。与此同时,雅典因贫困洗劫奥罗波斯引发了冲突,奥罗波斯人通过贿赂亚该亚将军梅纳尔基达斯和卡利克拉特斯以求得亚该亚人的援助。

§7.11.1Ῥωμαῖοι δὲ αὖθις ἄνδρα ἐκ τῆς βουλῆς καταπέμπουσιν ἐς τὴν Ἑλλάδα· ὄνομα μὲν τῷ ἀνδρὶ ἦν Γάλλος, ἀπέσταλτο δὲ Λακεδαιμονίοις καὶ Ἀργείοις ὑπὲρ γῆς ἀμφισβητουμένης γενέσθαι δικαστής.
罗马人再次从元老院派遣了一名男子前往希腊;此人名为加卢斯,他被派遣去为拉刻代蒙人和阿耳戈斯人之间争议的土地担任裁判官。
οὗτος ὁ Γάλλος ἐς τὸ Ἑλληνικὸν πολλὰ μὲν εἶπε, πολλὰ δὲ καὶ ἔπραξεν ὑπερήφανα, Λακεδαιμονίους δὲ καὶ Ἀργείους τὸ παράπαν ἔθετο ἐν χλευασίᾳ·
这位加卢斯对希腊人说了许多傲慢的话,也做了许多傲慢的事,并且完全把拉刻代蒙人和阿耳戈斯人当作戏弄的对象。
§7.11.2πόλεσι γὰρ ἐς τοσοῦτο ἡκούσαις ἀξιώματος καὶ ὑπὲρ τῶν ὅρων τῆς χώρας τὰ μὲν παλαιότερα ἐς οὐκ ἀφανῆ πόλεμον καὶ ἔργα οὕτως ἀφειδῆ προαχθείσαις, κριθείσαις δὲ καὶ ὕστερον παρὰ δικαστῇ κοινῷ Φιλίππῳ τῷ Ἀμύντου, αὐτὸς μέν σφισιν ὁ Γάλλος ἀπηξίωσε δικαστὴς καταστῆναι, Καλλικράτει δὲ ἁπάσης τῆς Ἑλλάδος ἀνδρὶ ἀλάστορι ἐπιτρέπει τὴν κρίσιν.
因为对于那些已经达到如此崇高地位、且在古时为了领土边界而被卷入不小的战争并进行了如此残酷战斗的城市,甚至后来在共同的裁判官阿敏塔斯之子腓力面前接受过裁决的城市,加卢斯本人竟然不屑于为它们担任裁判官,而是把判决权交给了卡利克拉特斯——这个全希腊的毁灭性恶灵。
§7.11.3ἀφίκοντο δὲ ὡς τὸν Γάλλον καὶ Αἰτωλῶν οἱ Πλευρῶνα οἰκοῦντες, συντελείας τῆς ἐς Ἀχαιοὺς ἐθέλοντες ἄφεσιν εὕρασθαι·
居住在普勒乌龙的埃托利亚人也来到加卢斯那里,希望能免除他们对亚该亚人的贡纳。
καὶ αὐτοῖς ἐπετράπη μὲν ὑπὸ τοῦ Γάλλου πρεσβείαν ἐπὶ σφῶν αὐτῶν ἰδίᾳ παρὰ Ῥωμαίους ἀποστεῖλαι, ἐπετράπη δὲ ὑπὸ Ῥωμαίων συνεδρίου τοῦ Ἀχαιῶν ἀποστῆναι.
加卢斯允许他们自己单独派遣使团去见罗马人,而罗马人也允许他们脱离亚该亚人的会议。
προσεπεστάλη δὲ ὑπὸ τῆς βουλῆς τῷ Γάλλῳ πόλεις ὁπόσας ἐστὶν οἷός τε πλείστας ἀφεῖναι συλλόγου τοῦ Ἀχαιῶν.
此外,元老院向加卢斯下达了附加指令,要求他尽可能多地让城市脱离亚该亚人的集会。
§7.11.4ὁ μὲν δὴ τὰ ἐντεταλμένα ἐποίει, Ἀθηναίων δὲ ὁ δῆμος ἀνάγκῃ πλέον ἢ ἑκουσίως διαρπάζουσιν Ὠρωπὸν ὑπήκοόν σφισιν οὖσαν· πενίας γὰρ ἐς τὸ ἔσχατον Ἀθηναῖοι τηνικαῦτα ἧκον ἅτε ὑπὸ Μακεδόνων πολέμῳ πιεσθέντες μάλιστα Ἑλλήνων.
他确实在执行所受的指令,但雅典的民众迫于无奈而非出于自愿,抢劫了臣属于他们的奥罗波斯;因为雅典人当时已陷入极度的贫困,在希腊人中,他们因马其顿人引起的战争而受到的压迫最为严重。
καταφεύγουσιν οὖν ἐπὶ τὴν Ῥωμαίων βουλὴν οἱ Ὠρώπιοι· καὶ δόξαντες παθεῖν οὐ δίκαια, ἐπεστάλη Σικυωνίοις ὑπὸ τῆς βουλῆς ἐπιβάλλειν σφᾶς Ἀθηναίοις ἐς Ὠρωπίους ζημίαν κατὰ τῆς βλάβης ἧς ἦρξαν τὴν ἀξίαν.
因此,奥罗波斯人求助于罗马元老院;由于元老院认为他们遭受了不公正的对待,便指示西克翁人,为了奥罗波斯人,对雅典人课以与其所造成的损害相当的罚金。
§7.11.5Σικυώνιοι μὲν οὖν οὐκ ἀφικομένοις ἐς καιρὸν τῆς κρίσεως Ἀθηναίοις ζημίαν πεντακόσια τάλαντα ἐπιβάλλουσι, Ῥωμαίων δὲ ἡ βουλὴ δεηθεῖσιν Ἀθηναίοις ἀφίησι πλὴν ταλάντων ἑκατὸν τὴν ἄλλην ζημίαν·
于是,西克翁人对未按时出庭受审的雅典人课以五百塔兰托的罚金。 但罗马元老院在听取雅典人的请求后,免除了除一百塔兰托以外的其余罚金。
ἐξέτισαν δὲ οὐδὲ ταῦτα οἱ Ἀθηναῖοι, ἀλλὰ ὑποσχέσεσι καὶ δώροις ὑπελθόντες Ὠρωπίους ὑπάγονται σφᾶς ἐς ὁμολογίαν φρουράν τε Ἀθηναίων ἐσελθεῖν ἐς Ὠρωπὸν καὶ ὁμήρους λαβεῖν παρὰ Ὠρωπίων Ἀθηναίους· ἢν δὲ αὖθις ἐς Ἀθηναίους γένηται ἔγκλημα Ὠρωπίοις, τὴν φρουρὰν τότε ἀπάγειν παρʼ αὐτῶν Ἀθηναίους, ἀποδοῦναι δὲ καὶ ὀπίσω τοὺς ὁμήρους.
然而雅典人甚至没有支付这笔钱,而是用承诺和礼物拉拢奥罗波斯人,引诱他们达成协议,规定雅典的卫队进入奥罗波斯,且雅典人从奥罗波斯人那里取得人质;如果奥罗波斯人再次对雅典人提出控诉,雅典人到时就撤走卫队,并归还人质。
§7.11.6χρόνος τε δὴ οὐ πολὺς ὁ μεταξὺ ἤνυστο, καὶ τῶν φρουρῶν ἀδικοῦσιν ἄνδρες Ὠρωπίους.
其间没过多久,卫队中的一些人侵害了奥罗波斯人。
οἱ μὲν δὴ ἐς τὰς Ἀθήνας ἀπέστελλον ὁμήρους τε ἀπαιτήσοντας καὶ φρουράν σφισιν ἐξάγειν κατὰ τὰ συγκείμενα ἐροῦντας· Ἀθηναῖοι δὲ οὐδέτερα ἔφασαν ποιήσειν, ἀνθρώπων γὰρ τῶν ἐπὶ τῇ φρουρᾷ καὶ οὐ τοῦ Ἀθηναίων δήμου τὸ ἁμάρτημα εἶναι· τοὺς μέντοι αὐτὰ εἰργασμένους ἐπηγγέλλοντο ὑφέξειν δίκην.
奥罗波斯人便派人前往雅典,要求归还人质,并按照协议撤走卫队;但雅典人宣称这两件事他们都不会做,因为过错在于卫队中的个人,而非雅典民众;不过,他们承诺会让实际作恶的人接受惩罚。
§7.11.7οἱ δὲ Ὠρώπιοι καταφεύγοντες ἐπὶ Ἀχαιοὺς ἐδέοντο τιμωρῆσαί σφισιν· Ἀχαιοῖς δὲ ἤρεσκε μὴ τιμωρεῖν φιλίᾳ τε καὶ αἰδοῖ τῇ Ἀθηναίων.
奥罗波斯人求助于亚该亚人,恳求他们予以相助;但亚该亚人由于对雅典人的友好和尊重,认为不予相助才是合适的。
ἐνταῦθα οἱ Ὠρώπιοι Μεναλκίδᾳ, Λακεδαιμονίῳ μὲν γένος, στρατηγοῦντι δὲ ἐν τῷ τότε Ἀχαιῶν, ὑπισχνοῦνται δέκα ταλάντων δόσιν, ἤν σφισιν ἐπικουρεῖν Ἀχαιοὺς ἄγῃ·
此时,奥罗波斯人向当时担任亚该亚人将军的拉刻代蒙人梅纳尔基达斯许诺,如果他能带领亚该亚人援助他们,就赠予他十塔兰托。
ὁ δὲ ἀπὸ τῶν χρημάτων μεταδώσειν Καλλικράτει τὸ ἥμισυ ὑπισχνεῖτο, ἰσχύοντι διὰ φιλίαν τὴν Ρωμαίων ἐν Ἀχαιοῖς μέγιστον.
梅纳尔基达斯则承诺将这笔钱的一半分给卡利克拉特斯,后者因与罗马人的友好关系而在亚该亚人中拥有最大的权势。
§7.11.8προσγενομένου δὲ τοῦ Καλλικράτους πρὸς τὴν Μεναλκίδου γνώμην ἐκεκύρωτο κατὰ Ἀθηναίων ἀμύνειν Ὠρωπίοις. καί τις ἐξαγγέλλει ταῦτα ἐς τοὺς Ἀθηναίους·
由于卡利克拉特斯赞同了梅纳尔基达斯的意见,决定援助奥罗波斯人对抗雅典人。
οἱ δὲ ὡς ἕκαστος τάχους εἶχεν ἐς τὸν Ὠρωπὸν ἐλθόντες καὶ αὖθις κατασύραντες εἴ τι ἐν ταῖς προτέραις παρεῖτό σφισιν ἁρπαγαῖς, ἀπάγουσι τὴν φρουράν.
有人将此事通报给雅典人;雅典人便以最快的速度赶到奥罗波斯,再次将前一次抢劫中遗漏的所有东西洗劫一空,并撤走了卫队。
Ἀχαιοὺς δὲ ὑστερήσαντας τῆς βοηθείας Μεναλκίδας μὲν καὶ Καλλικράτης ἐσβάλλειν ἐς τὴν Ἀττικὴν ἔπειθον· ἀνθισταμένων δὲ ἄλλων τε αὐτοῖς καὶ οὐχ ἥκιστα τῶν ἐκ Λακεδαίμονος, ἀνεχώρησεν ὀπίσω τὸ στράτευμα.
由于亚该亚人救援迟到,梅纳尔基达斯和卡利克拉特斯便劝说亚该亚人入侵阿提卡;但在其他人、特别是由拉刻代蒙来的人的反对下,军队撤回了。

词汇与语法注释

  1. 7.11.2πόλεσι — 句首的与格 πόλεσι 伴随着长串的修饰性分词短语(ἡκούσαις、προαχθείσαις、κριθείσαις),在语法上作为关系与格,或被后文 ἀπηξίωσε 句中的代词 σφισιν 所复指,亦可视为 ἐπιτρέπει 的间接宾语。由于句子冗长,它起到了提示全句论述对象(“对于这些城市……”)的作用。
  2. 7.11.3ὁπόσας ἐστὶν οἷός τε πλείστας — 关系子句 ὁπόσας... πλείστας(尽可能多的)与表示能力的句式 οἷός τέ ἐστιν(他能够)相结合的结构。整句意为“尽可能多地(加卢斯)所能脱离的城市”。
  3. 7.11.4ἐπιβάλλειν σφᾶς Ἀθηναίοις ἐς Ὠρωπίους ζημίαν — 不定式 ἐπιβάλλειν 的主语是宾格的 σφᾶς(指代西克翁人),与格的 Ἀθηναίοις 表示被课以罚金的对象, ζημίαν 是直接宾语(罚金),而 ἐς Ὠρωπίους 则意为“为了奥罗波斯人(的利益)”。整句构成“西克翁人为了奥罗波斯人而对雅典人课以罚金”的不定式结构。
  4. 7.11.8ὡς ἕκαστος τάχους εἶχεν — 连接词 ὡς 与动词 ἔχω 及部分属格(τάχους)相结合的惯用表达,意为“每个人以最快的速度”,用于形容雅典人急匆匆赶往奥罗波斯的情景。

引用这一段

保萨尼亚斯, 希腊志 §7.11.1-7.11.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:7.11.1-7.11.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。