§7.12.1Ὠρώπιοι δὲ καὶ ὠφελείας σφίσιν οὐ γενομένης τῆς παρὰ Ἀχαιῶν, ὅμως ὑπὸ Μεναλκίδα τὰ χρήματα ἐξεπράχθησαν·
オロポスの人々は、アカイア人からの援助が得られなかったにもかかわらず、メナルキダスによって金を支払わされた。
ὁ δὲ ὡς τὸ δωροδόκημα εἶχεν ἐν χειρί, ἐποιεῖτο συμφορὰν εἰ καὶ Καλλικράτει μεταδώσει τῶν λημμάτων.
彼は賄賂を手に入れると、その利得の一部をカリクラテスにも分け与えなければならないとしたら、それは破滅的なことだと考えた。
τὰ μὲν δὴ πρῶτα ἀναβολαῖς καὶ ἀπάταις ἐχρῆτο ἐς τὴν δόσιν, μετὰ δὲ οὐ πολὺ ἐτόλμησεν ἀποστερεῖν ἐκ τοῦ εὐθέος.
そこで、初めのうちは支払いを遅らせたり欺いたりしていたが、間もなく露骨に支払いを拒むという挙に出た。
§7.12.2βεβαιοῖ δὴ τὸ λεγόμενον ὡς ἄρʼ ἦν καὶ πῦρ ἐς πλέον ἄλλου πυρὸς καῖον καὶ λύκος ἀγριώτερος λύκων ἄλλων καὶ ὠκύτερος ἱέραξ ἱέρακος πέτεσθαι, εἴγε καὶ Καλλικράτην ἀνοσιώτατον τῶν τότε Μεναλκίδας ὑπερῆρεν ἀπιστίᾳ, Καλλικράτην, ὃς ἐλάσσων παντοίου λήμματος καὶ ἐπὶ οὐδενὶ οἰκείῳ κέρδει πόλει τῇ Ἀθηναίων ἀπηχθημένος παυσάμενον τῆς ἀρχῆς Μεναλκίδαν ἐδίωκεν ἐν τοῖς Ἀχαιοῖς θανάτου δίκην·
このことは、「他の火よりも激しく燃える火があり、他の狼よりも獰猛な狼がおり、他の鷹よりも速く飛ぶ鷹がいる」という諺が真実であることを証明している。 なぜなら、当時最も不道徳であったカリクラテスさえも、メナルキダスはその不誠実さにおいて上回ったからである。 そのカリクラテスというのは、あらゆる不義の利得に屈し、かつ自身の私的な利益のためでもないのにアテナイの街から憎まれていた男であるが、将軍の職を辞したメナルキダスを、アカイア人の前で死罪を求めて告訴した。
πρεσβεῦσαί τε γὰρ Ἀχαιῶν ἐναντία ἔφασκεν αὐτὸν ἐς Ῥώμην καὶ ἐς τὰ μάλιστα γενέσθαι πρόθυμον ἐξελέσθαι τὴν Σπάρτην συνεδρίου τοῦ Ἀχαιῶν.
彼は、メナルキダスがアカイア人の意志に反してローマへ使節として行き、スパルタをアカイア人の連盟から離脱させることに極めて熱心であったと主張したのである。
§7.12.3ἐνταῦθα ὡς ἀφικνεῖτο ἐς πᾶν ὁ Μεναλκίδας κινδύνου, μεταδίδωσι τάλαντα τρία τῶν ἐξ Ὠρωποῦ Μεγαλοπολίτῃ Διαίῳ.
ここでメナルキダスは極限の危険に瀕すると、オロポスから得た金のうち三タラントンをメガロポリスのディアイオスに分け与えた。
ἐγεγόνει δὲ αὐτῷ καὶ ἀρχῆς διάδοχος τῆς Ἀχαιῶν ὁ Δίαιος·
このディアイオスはアカイア人の将軍職における彼の後継者でもあった。
τότε δὲ ὑπὲρ τοῦ λήμματος προθυμούμενος ἔμελλε Μεναλκίδᾳ καὶ ἀκόντων Ἀχαιῶν σωτηρίαν παρέξειν.
当時、ディアイオスはその賄賂のために熱心になり、アカイア人たちが望まないにもかかわらず、メナルキダスに安全を保障することになった。
Ἀχαιοὶ δὲ ἐπὶ μὲν τῇ ἀφέσει τοῦ Μεναλκίδα ἰδίᾳ τε ἕκαστος καὶ ἐν κοινῷ Δίαιον ἐποιοῦντο ἐν αἰτίᾳ·
アカイア人たちはメナルキダスの無罪放免について、個人としても共同体としてもディアイオスを非難した。
Δίαιος δὲ σφᾶς ἀπὸ τῶν ἐς αὐτὸν ἐγκλημάτων μετῆγεν ἐς πραγμάτων ἐλπίδα μειζόνων, προφάσει χρώμενος τοιᾷδε ἐς τὴν ἀπάτην.
しかしディアイオスは、自身に対する告発から彼らの目をそらし、より大きな事態への期待へと向かわせた。 その欺きのために、彼は次のような口実を用いた。
§7.12.4Λακεδαιμόνιοι περὶ ἀμφισβητησίμου χώρας καταφεύγουσιν ἐπὶ τὴν Ῥωμαίων βουλήν·
ラケダイモン人は係争中の土地についてローマの元老院に駆け込んだ。
καταφεύγουσι δὲ αὐτοῖς προεῖπεν ἡ βουλὴ δικάζεσθαι τὰ ἄλλα πλὴν ψυχῆς ἐν συνεδρίῳ τῷ Ἀχαιῶν.
彼らが駆け込んだのに対し、元老院は、死罪に関わる事柄を除くその他の件については、アカイア人の集会において裁判を受けるべきであると告げた。
ἡ μὲν δὴ ταῦτα ἀπεκρίνατο· Δίαιος δὲ οὐ τὸν ὄντα ἔλεγεν Ἀχαιοῖς λόγον, ψυχαγωγῶν δὲ αὐτοὺς ἔφασκε παρὰ τῆς Ῥωμαίων σφίσιν ἐφεῖσθαι βουλῆς καὶ θάνατον ἀνδρὸς καταγνῶναι τῶν ἐκ Σπάρτης.
元老院はそのように回答したのであるが、ディアイオスはアカイア人に対して真実の報告をせず、彼らを欺くために、ローマの元老院からスパルタの者であっても死刑を宣告することが自分たちに許された、と主張した。
§7.12.5οἱ μὲν δὴ δικάζειν Λακεδαιμονίοις ἠξίουν καὶ ὑπὲρ τῆς ἑκάστου ψυχῆς, Λακεδαιμόνιοι δὲ οὔτε ἀληθῆ συνεχώρουν Δίαιον λέγειν καὶ ἀνάγειν ἤθελον ἐπὶ τὴν Ῥωμαίων βουλήν.
そこでアカイア人たちは、ラケダイモン人に対して個人の生命に関わる件についても裁判を行う権利があると主張したが、ラケダイモン人はディアイオスが真実を語っているとは認めず、この件をローマの元老院に差し戻そうとした。
Ἀχαιοὶ δὲ ἀντελαμβάνοντο αὖθις ἄλλου λόγου, πόλεις ὅσαι τελοῦσιν ἐς Ἀχαιοὺς μηδεμίαν ἐφʼ ἑαυτῆς καθεστηκέναι κυρίαν ἄνευ τοῦ κοινοῦ τοῦ Ἀχαιῶν παρὰ Ῥωμαίους ἰδίᾳ πρεσβείαν ἀποστέλλειν.
一方、アカイア人たちは再び別の議論を持ち出し、アカイア人に帰属する諸都市は、アカイア人の共同体の承認なしに、単独でローマ人へ私的に使節を派遣する権限はいかなる都市も持っていない、と対抗した。
§7.12.6πόλεμός τε δὴ ἀπὸ τῶν ἀμφισβητημάτων τούτων Ἀχαιοῖς καὶ Λακεδαιμονίοις ἤρχετο καὶ Λακεδαιμόνιοι συνιέντες οὐκ ἀξιόμαχοι πρὸς Ἀχαιοὺς εἶναι πρεσβείαις ἐχρῶντο πρὸς τὰς πόλεις αὐτῶν καὶ ἰδίᾳ πρὸς τὸν Δίαιον λόγοις.
こうして、これらの争いからアカイア人とラケダイモン人との間に戦争が始まろうとしていた。 ラケダイモン人は自分たちがアカイア人に対して十分な戦力を持っていないことを理解していたので、彼らの諸都市に使節を送り、また個人的にディアイオスと交渉した。
αἱ μὲν δὴ κατὰ τὰ αὐτὰ αἱ πόλεις ἐποιοῦντο τὰς ἀποκρίσεις, οὔ σφισιν ἔξοδον ἐπαγγέλλοντος στρατηγοῦ παρακούειν εἶναι νόμον·
諸都市は一様に、将軍が出陣を命じる時にそれに従わないことは国法により許されない、と回答した。
Δίαιος γὰρ ἦρχε τῶν Ἀχαιῶν καὶ ἔφασκεν οὐ τῇ Σπάρτῃ, τοῖς δὲ ταράσσουσιν αὐτὴν πολεμήσων ἀφίξεσθαι.
ディアイオスがアカイア人を率いており、彼はスパルタに対してではなく、スパルタを混乱させている者たちに対して戦うために赴くのだ、と主張していたからである。
§7.12.7ἐρομένων δὲ τῶν γερόντων ὁπόσους ἡγοῖτο ἀδικεῖν, ἐσπέμπει σφίσι τεσσάρων ὀνόματα ἀνδρῶν καὶ εἴκοσι πρωτευόντων τὰ πάντα ἐν Σπάρτῃ.
長老たちが、彼が何人を罪人と考えているのかと尋ねると、彼はスパルタで万事において主導的な立場にある二十四人の男たちの名前を彼らに送り届けた。
ἐνταῦθα Ἀγασισθένους ἐνίκησε γνώμη δοκίμου καὶ τὰ πρότερα ὄντος, ἀπὸ δὲ τῆς παραινέσεως ταύτης προελθόντος καὶ ἐς πλέον δόξης·
そこで、以前から信望があり、この忠告によってさらに高い名声を得ることになったアガシステネスの意見が容れられた。
ὃς τοὺς ἄνδρας τούτους ἐκέλευσεν ἐκ Λακεδαίμονος ἐθελοντὰς φεύγειν μηδὲ αὐτοῦ μένοντας ἐργάσασθαι τῇ Σπάρτῃ πόλεμον, φυγόντας δὲ ἐς Ῥώμην καταχθήσεσθαι σφᾶς οὐ μετὰ πολὺ ἔφασκεν ὑπὸ Ῥωμαίων.
彼は、これらの男たちにラケダイモンから自発的に亡命し、この地にとどまることでスパルタに戦争をもたらさないようにと勧め、彼らがローマに逃れれば、間もなくローマ人によって連れ戻されるだろうと述べた。
§7.12.8καὶ οἱ μὲν ἀπελθόντες ὑπήγοντο ὑπὸ Σπαρτιατῶν ἐς δικαστήριον τῷ λόγῳ καὶ ἀποθανεῖν ἦσαν κατεγνωσμένοι·
そこで彼らは立ち去ったが、名目上はスパルタ人によって裁判にかけられ、死刑を宣告された。
ἀπεστάλησαν δὲ καὶ ὑπὸ Ἀχαιῶν Καλλικράτης ἐς Ῥώμην καὶ Δίαιος τοῖς φεύγουσιν ἐκ Σπάρτης ἀντιδικήσοντες ἐπὶ τῆς βουλῆς.
またアカイア人からも、スパルタからの亡命者たちに対抗して元老院の前で弁論を行うために、カリクラテスとディアイオスがローマへと派遣された。
καὶ αὐτῶν ὁ μὲν κατὰ τὴν ὁδὸν Καλλικράτης τελευτᾷ νόσῳ, οὐδὲ οἶδα εἰ ἀφικόμενος ἐς Ῥώμην ὠφέλησεν ἄν τι Ἀχαιοὺς ἢ κακῶν σφισιν ἐγένετο μειζόνων ἀρχή·
そして彼らのうち、カリクラテスは途中で病死した。 彼がもしローマに到着していたなら、アカイア人にとって何らかの益となったのか、それともより大きな災いの始まりとなったのかは、私には分からない。
Δίαιος δὲ ἐς ἀντιλογίαν Μεναλκίδᾳ καταστὰς ἐπὶ τῆς βουλῆς πολλὰ μὲν εἶπε, τὰ δὲ ἤκουσεν οὐ σὺν κόσμῳ.
一方、ディアイオスは元老院の前でメナルキダスとの論争に入り、多くのことを語ったが、また見苦しい言葉を多く聞かされることにもなった。
§7.12.9καί σφισιν ἀπεκρίνατο ἡ βουλὴ ἀποστέλλειν πρέσβεις, οἳ κρινοῦσιν ὅσα Λακεδαιμονίοις καὶ Ἀχαιοῖς διάφορα ἦν ἐς ἀλλήλους.
元老院は彼らに対し、ラケダイモン人とアカイア人の間のあらゆる紛争を裁定するための使節を派遣すると回答した。
καὶ τοῖς ἐκ Ῥώμης πρέσβεσι σχολαιτέρα πως ἐγίνετο ἡ ὁδός, ὥστε ἐξαπατᾶν ὑπῆρχεν ἐξ ἀρχῆς Διαίῳ τε Ἀχαιοὺς καὶ Μεναλκίδᾳ Λακεδαιμονίους·
そしてローマからの使節たちの旅程はいくらか遅かったため、ディアイオスにはアカイア人を、メナルキダスにはラケダイモン人を最初から欺く機会が与えられることになった。
τοὺς μὲν δὴ παρῆγεν ὁ Δίαιος ὡς τὰ πάντα ἕπεσθαι Λακεδαιμόνιοί σφισιν ὑπὸ τῆς Ῥωμαίων βουλῆς εἰσιν ἐγνωσμένοι, Λακεδαιμονίους δὲ ὁ Μεναλκίδας ἠπάτα παντελῶς τοῦ συνεδρεύειν ἐς τὸ Ἀχαϊκὸν ὑπὸ Ῥωμαίων αὐτοὺς ἀπηλλάχθαι.
ディアイオスはアカイア人に対し、ラケダイモン人が万事においてアカイア人に従うべきであるとローマの元老院によって決定されたと主張して彼らを欺き、他方でメナルキダスはラケダイモン人を完全に騙し、彼らがアカイア人の連盟に所属することからローマ人によって解放されたのだと告げた。