§7.10.7Μακεδόνων δὲ καὶ Περσέως κεχειρωμένων πολέμῳ διὰ τὸ ἐς Σαπαίους ἀδίκημα, ἄνδρες τῆς Ῥωμαίων βουλῆς δέκα ἐπέμφθησαν καταστησόμενοι πρὸς τὸ ἐπιτηδειότατον Ῥωμαίοις τὰ ἐν Μακεδονίᾳ.
サパイオイ人に対する不義行為のゆえに、マケドニア人とペルセウスが戦争において征服されたとき、ローマの元老院から十人の使節が、マケドニアの諸事をローマ人にとって最も好都合なように整えるために派遣された。
ἥκοντας δὲ ἐς τὴν Ἑλλάδα ὑπήρχετο ὁ Καλλικράτης οὔτε ἔργον τῶν ἐς τὴν κολακείαν οὔτε λόγον οὐδένα ἐς αὐτοὺς παριείς·
彼らがギリシアに到着すると、カリクラテスは彼らへの媚びへつらいに関するいかなる行動も言葉も怠ることなく、彼らに取り入った。
ἕνα δέ τινα ἐξ αὐτῶν ἄνδρα οὐδαμῶς ἐς δικαιοσύνην πρόθυμον, τοῦτον τὸν ἄνδρα προσεποιήσατο ὁ Καλλικράτης ἐς τοσοῦτον ὥστε αὐτὸν καὶ ἐς τὸ συνέδριον ἐσελθεῖν τὸ Ἀχαιῶν ἔπεισεν.
そして、彼らのうちの一人、およそ正義に対して熱心ではないある男を、カリクラテスは非常に深く味方に引き入れたので、彼をアカイア人の会議にまで立ち入らせるように説得した。
§7.10.8ὁ δὲ ὡς ἐς τὸν σύλλογον ἐσῆλθεν, ἔλεγεν ὡς πολεμοῦντι πρὸς Ῥωμαίους Περσεῖ χρήματα οἱ δυνατώτατοι τῶν Ἀχαιῶν παράσχοιεν, συνάραιντο δὲ καὶ ἐς τὰ ἄλλα·
その男は会議に入ると、ローマ人と戦争状態にあるペルセウスに対して、アカイア人の最も有力な者たちが資金を提供し、その他のことでも協力したと主張した。
ἐκέλευσεν οὖν καταγνῶναι τοὺς Ἀχαιοὺς θάνατον·
それゆえ、彼はアカイア人たちに(これらの者たちに対して)死刑を宣告するよう求めた。
εἰ δὲ ἐκεῖνοι καταγνοῖεν, τότε καὶ αὐτὸς τὰ ὀνόματα ἐρεῖν ἔφασκε τῶν ἀνδρῶν.
もし彼らが宣告を下すならば、そのとき自分もその者たちの名前を言うだろう、と彼は言った。
λέγειν τε δὴ ἐδόκει παντάπασιν ἄδικα καὶ αὐτὸν ἠξίουν οἱ ἐς τὸν σύλλογον ἐληλυθότες ἤδη, εἰ Περσεῖ τὰ αὐτὰ Ἀχαιῶν τινες ἔπραξαν, ὀνομαστὶ αὐτῶν ἑκάστου μνησθῆναι, πρότερον δὲ οὐ σφᾶς καταγινώσκειν εἰκὸς εἶναι.
しかし、彼の言い分はまったく不正なことと思われたため、すでに会議に集まっていた者たちは、もしアカイア人のうちの誰かがペルセウスと同じ目的で行動したというのなら、彼らの個々の名を名指しで挙げるべきであり、それ以前に自分たちが有罪を宣告するのは不当であると主張した。
§7.10.9ἔνθα δὴ ὡς ἠλέγχετο ὁ Ῥωμαῖος, ἀπετόλμησεν εἰπεῖν ὡς οἱ ἐστρατηγηκότες Ἀχαιῶν ἐνέχονται πάντες τῇ αἰτίᾳ·
その時、ローマ人はこのように論破されると、厚かましくも、アカイア人の将軍を務めた者たちは全員その嫌疑にかかっていると言い放った。
πάντας γὰρ φρονῆσαι τὰ Μακεδόνων τε καὶ Περσέως.
なぜなら彼らは全員マケドニア人とペルセウスの側に心を寄せていたからだというのである。
ὁ μὲν δὴ ταῦτα ἔλεγεν ὑπὸ διδασκαλίᾳ Καλλικράτους·
彼はカリクラテスの唆しのもとでこれらのことを語っていた。
ἀναστὰς δὲ μετʼ αὐτὸν Ξένων—ἦν δὲ ὁ Ξένων οὗτος οὐκ ἐλαχίστου λόγου παρὰ Ἀχαιοῖς— “οὕτωσ” ἔφη “κατὰ τὴν αἰτίαν ἔχει ταύτην·
彼の後に立ち上がったクセノン――このクセノンはアカイア人の間で非常に重んじられていた人物であるが――は、こう言った。 「この嫌疑についてはこういうことだ。
ἐστρατήγησα μὲν Ἀχαιῶν καὶ ἐγώ, ἀδικίας δὲ οὐδὲν ἐς Ῥωμαίους οὔτε εὐνοίας μοι μέτεστιν ἐς Περσέα·
私もアカイア人の将軍を務めたが、ローマ人に対するいかなる不義もなく、ペルセウスへの好意も私にはない。
καὶ τοῦδε ἕνεκα ἐθέλω μὲν ἐν συνεδρίῳ τῷ Ἀχαιῶν, ἐθέλω δὲ καὶ ἐν αὐτοῖς Ῥωμαίοις ὑπέχειν κρίσιν.
それゆえに、私はアカイア人の会議においても、またローマ人自身の間においても、裁判を受ける用意がある。
” ὁ μὲν δὴ ὑπὸ συνειδότος ἐπαρρησιάζετο ἀγαθοῦ·
」彼は非の打ち所のない良心によって、率直に語ったのである。
§7.10.10ὁ δὲ ἐπελάβετο αὐτίκα ὁ Ῥωμαῖος τῆς προφάσεως, καὶ ὁπόσοις Καλλικράτης ἐπῆγεν αἰτίαν Περσεῖ σφᾶς φρονῆσαι τὰ αὐτά, ἀνέπεμπεν ἐν δικαστηρίῳ κρίσιν τῷ Ῥωμαίων ὑφέξοντας.
するとそのローマ人はすぐにその口実にとびつき、カリクラテスが、ペルセウスと同じ目的を共有していたという嫌疑をかけたすべての者たちを、ローマ人の法廷で裁判を受けさせるために送還した。
ὃ μή πω κατειλήφει πρότερον Ἕλληνας·
これは、それ以前には決してギリシア人に起こったことのない事態であった。
οὐδὲ γὰρ Μακεδόνων οἱ ἰσχύσαντες μέγιστον, Φίλιππος Ἀμύντου καὶ Ἀλέξανδρος, τοὺς ἀνθεστηκότας σφίσιν Ἑλλήνων ἐς Μακεδονίαν ἐβιάσαντο ἀποσταλῆναι, διδόναι δὲ αὐτοὺς ἐν Ἀμφικτύοσιν εἴων λόγον.
なぜなら、マケドニア人のうちで最も強大な権力を持ったアミュンタスの子フィリッポスやアレクサンドロスでさえ、自分たちに敵対したギリシア人たちをマケドニアへ送還することを強要はせず、隣国同盟会議において彼らが弁明するのを許したからである。
§7.10.11τότε δὲ ἐκ τοῦ Ἀχαιῶν ἔθνους ὅντινα καὶ ἀναίτιον Καλλικράτης ἐθελήσειεν αἰτιάσασθαι, ἀνάγεσθαι πάντα τινὰ ἐκεκύρωτο ἐς Ῥώμην·
しかしこの時は、アカイア人の民族の中から、カリクラテスがたとえ無実であっても告発したいと思う者は誰であれ、ことごとくローマへ送還されることが決定された。
καὶ ἐγένοντο ὑπὲρ χιλίους οἱ ἀναχθέντες.
そして、送還された者は千人を超えた。
τούτους ὑπὸ Ἀχαιῶν οἱ Ῥωμαῖοι προκατεγνῶσθαι νομίζοντες ἔς τε Τυρσηνίαν καὶ ἐς τὰς ἐκεῖ διέπεμψαν πόλεις, καὶ Ἀχαιῶν ἄλλοτε ἄλλας ὑπὲρ τῶν ἀνδρῶν πρεσβείας τε καὶ ἱκεσίας ἐπιπεμπόντων λόγον ἐποιοῦντο οὐδένα.
ローマ人たちは、これらの人々がアカイア人自身によってあらかじめ有罪宣告を下されているとみなして、彼らをトゥルセニアおよびそこにある都市へと分散して送り、アカイア人が時を違えて、彼らのために様々な使節や嘆願を重ねて派遣したものの、彼らはそれを全く顧みなかった。
§7.10.12ἑπτακαιδεκάτῳ δὲ ὕστερον ἔτει τριακοσίους ἢ καὶ ἐλάσσονας, οἳ μόνοι περὶ Ἰταλίαν Ἀχαιῶν ἔτι ἐλείποντο, ἀφιᾶσιν, ἀποχρώντως κολασθῆναι σφᾶς ἡγούμενοι.
しかし十七年後、イタリア周辺にまだ残っていた唯一のアカイア人である三百人あるいはそれ以下の人々を、彼らは十分に処罰されたとみなして釈放した。
ὅσοι δὲ ἀποδράντες ᾤχοντο ἢ εὐθὺς ἡνίκα ἀνήγοντο ἐς Ῥώμην ἢ ὕστερον ἐκ τῶν πόλεων ἐς ἃς ὑπὸ Ῥωμαίων ἐπέμφθησαν, πρόφασις οὐδεμία ἦν τούτους ἁλόντας μὴ ὑποσχεῖν δίκην.
しかし、ローマへ送還される途中で、あるいは後にローマ人によって送られた先の都市から逃亡した者たちについては、捕らえられた場合に刑罰を免れるための口実は一切なかった。