§7.10.1τότε μὲν δὴ ἐς τοσοῦτο ἐπράχθη·
当時、事態はそこまで進んだ。
τολμημάτων δὲ τὸ ἀνοσιώτατον, τὴν πατρίδα καὶ ἄνδρας προδιδόναι πολίτας ἐπὶ οἰκείοις κέρδεσιν, ἔμελλε καὶ Ἀχαιοῖς κακῶν ἄρξειν, οὔποτε ἐκ τοῦ χρόνου παντὸς τὴν Ἑλλάδα ἐκλιπόν.
しかし、あらゆる暴挙のうちで最も不義なるもの、すなわち私利私欲のために祖国と同胞たる市民を裏切るという行為は、アカイア人にとっても災厄の始まりとなるに違いなく、それはすべての時代を通じて決してギリシアから絶えることがなかった。
ἐπὶ μέν γε Δαρείου τοῦ Ὑστάσπου βασιλεύοντος Περσῶν Ἴωσι τὰ πράγματα ἐφθάρη Σαμίων πλὴν ἑνός τε καὶ δέκα ἀνδρῶν τῶν ἄλλων τριηράρχων τὸ ναυτικὸν τὸ Ἰώνων προδόντων·
たとえば、ヒュスタスペスの子ダレイオスがペルシアを支配していたとき、サモス人のうち十一人の船長を除く他のすべての者がイオニアの艦隊を裏切ったため、イオニア人にとって事態は破滅した。
§7.10.2μετὰ δὲ Ἴωνας κεχειρωμένους ἠνδραποδίσαντο καὶ Ἐρέτριαν Μῆδοι, προδόται δὲ ἐγένοντο οἱ εὐδοκιμοῦντες μάλιστα ἐν Ἐρετρίᾳ Φίλαγρος Κυνέου καὶ Εὔφορβος Ἀλκιμάχου.
イオニア人が征服された後、メディア人はエレトリアをも奴隷化したが、その際、エレトリアにおいて最も高名な人々であった、キュネアスの子ピラグロスとアルキマコスの子エウポルボスが裏切り者となった。
Ξέρξῃ δὲ ἐπὶ τὴν Ἑλλάδα ἐλαύνοντι Θεσσαλία τε διʼ Ἀλευάδου προεδόθη, Θήβας δὲ Ἀτταγῖνος καὶ Τιμηγενίδας προδιδόασι φερόμενοι τὰ πρῶτα ἐν Θήβαις.
また、クセルクセスがギリシアへ進軍したとき、テッサリアはアレウアデスを通じて裏切られ、テーバイはテーバイで第一の地位を占めていたアッタギノスとティメゲニダスが裏切った。
Πελοποννησίων δὲ καὶ Ἀθηναίων πολεμησάντων Ξενίας Ἠλεῖος ἐπεχείρησεν Ἦλιν Λακεδαιμονίοις καὶ Ἄγιδι προδοῦναι, οἵ τε Λυσάνδρου καλούμενοι ξένοι χρόνον §7.10.3οὐδένα ἀνίεσαν πατρίδας ἐγχειρίζοντες Λυσάνδρῳ τὰς ἑαυτῶν.
ペロポネソス人とアテナイ人が戦争をしていたとき、エリス人のクセニアスは、エリスをラケダイモーン人とアギスに裏切ろうと企て、いわゆるリュサンドロスの客友と呼ばれた者たちは、自らの祖国をリュサンドロスに引き渡すことを片時も止めなかった。
κατὰ δὲ τὴν Φιλίππου βασιλείαν τοῦ Ἀμύντου Λακεδαίμονα πόλεων μόνην οὐ προδοθεῖσαν τῶν ἐν Ἕλλησιν εὕροι τις ἄν·
アミュンタスの子フィリッポスの治世においては、ギリシアの都市の中でラケダイモーンだけが裏切られなかった唯一の都市であることを、人は見出すであろう。
αἱ δὲ ἄλλαι πόλεις αἱ ἐν τῇ Ἑλλάδι ὑπὸ προδοσίας μᾶλλον ἢ ὑπὸ νόσου πρότερον τῆς λοιμώδους ἐφθάρησαν.
ギリシアの他の都市は、かつての疫病よりもむしろ裏切りによって破滅させられたのである。
Ἀλεξάνδρῳ δὲ τῷ Φιλίππου παρέσχεν ἡ εὐτυχία μικρὰ ἀνδρῶν προδοτῶν καὶ οὐκ ἄξια λόγου προσδεηθῆναι.
フィリッポスの子アレクサンドロスに対しては、彼の幸運のおかげで、裏切り者たちを必要とすることはあってもごくわずかであり、特筆に値しないほどであった。
§7.10.4ἐπεὶ δὲ τὸ ἐν Λαμίᾳ πταῖσμα ἐγένετο Ἕλλησιν, Ἀντίπατρος μέν, ἅτε διαβῆναι ποιούμενος σπουδὴν πρὸς τὸν ἐν τῇ Ἀσίᾳ πόλεμον, ἐβούλετο εἰρήνην ἐν τάχει συντίθεσθαι, καί οἱ διέφερεν οὐδὲν εἰ Ἀθήνας τε ἐλευθέραν καὶ τὴν πᾶσαν Ἑλλάδα ἀφήσει·
しかし、ラミアにおける敗北がギリシア人に起こったとき、アンティパトロスはアジアでの戦争へ渡ることを急いでいたため、早急に和平を結ぶことを望んでおり、アテナイを自由にしてギリシア全体を解放しようと、彼にとっては一向に構わなかった。
Δημάδης δὲ καὶ ὅσον προδοτῶν Ἀθήνῃσιν ἄλλο ἦν, ἀναπείθουσιν Ἀντίπατρον μηδὲν ἐς Ἕλληνας φρονῆσαι φιλάνθρωπον, ἐκφοβήσαντες δὲ Ἀθηναίων τὸν δῆμον ἔς τε Ἀθήνας καὶ πόλεων τῶν ἄλλων τὰς πολλὰς ἐγένοντο αἴτιοι Μακεδόνων ἐσαχθῆναι φρουράς.
だが、デマデスとアテナイにいた他のすべての裏切り者たちが、アンティパトロスを説得して、ギリシア人に対して何ら寛大な考えを持たないようにさせ、アテナイの民衆を脅迫して、アテナイおよび他の多くの都市にマケドニアの守備隊が導入される原因を作った。
§7.10.5βεβαιοῖ δέ μοι καὶ τόδε τὸν λόγον·
このことは、次のことからも私の主張が裏付けられる。
Ἀθηναῖοι γὰρ μετὰ τὸ ἀτύχημα τὸ ἐν Βοιωτοῖς οὐκ ἐγένοντο Φιλίππου κατήκοοι, ἁλόντων μέν σφισι δισχιλίων, ὡς ἐκρατήθησαν, παρὰ τὸ ἔργον, χιλίων δὲ φονευθέντων·
すなわちアテナイ人は、ボイオティアでの不幸の後、戦闘において二千人が捕虜となり、千人が殺害されたときにも、フィリッポスに服従することはなかった。
ἐν Λαμίᾳ δὲ περὶ διακοσίους πεσόντων καὶ οὐ πλέον τι, Μακεδόσιν ἐδουλώθησαν.
しかしラミアにおいては約二百人が戦死したにすぎないのに、マケドニア人に隷属させられたのである。
οὕτω μὲν οὔποτε τὴν Ἑλλάδα ἐπέλειπον οἱ ἐπὶ προδοσίᾳ νοσήσαντες·
このように、裏切りの病に冒された者たちがギリシアに絶えることは決してなかった。
Ἀχαιοὺς δὲ ἀνὴρ Ἀχαιὸς Καλλικράτης τηνικαῦτα ἐς ἅπαν ἐποίει Ῥωμαίοις ὑποχειρίους.
そしてアカイア人に対しては、アカイアの男カリクラテスが、そのとき彼らを全面的にローマ人に従属させることとなった。
ἀρχὴ δέ σφισιν ἐγίνετο κακῶν Περσεὺς καὶ ἡ Μακεδόνων ἀρχὴ καταλυθεῖσα ὑπὸ Ῥωμαίων.
彼らににとって災厄の始まりとなったのは、ペルセウスと、ローマ人によって滅ぼされたマケドニアの覇権であった。
§7.10.6Περσεῖ τῷ Φιλίππου πρὸς Ῥωμαίους ἄγοντι εἰρήνην κατὰ συνθήκας, ἃς ὁ πατήρ οἱ Φίλιππος ἐποιήσατο, ἐπῆλθεν ὑπερβῆναι τοὺς ὅρκους καὶ ἐπί τε Σαπαίους καὶ Σαπαίων τὸν βασιλέα Ἀβρούπολιν στράτευμα ἀγαγὼν ἐποίησεν ἀναστάτους Ῥωμαίων συμμάχους ὄντας·
フィリッポスの子ペルセウスは、父フィリッポスが結んだ条約に従ってローマ人と平和を保っていたが、誓いを破ることを思い立ち、サパイオイ人およびサパイオイ人の王アブルポリスに対して軍隊を率いて進軍し、ローマ人の同盟者であった彼らを滅ぼした。
Σαπαίων δὲ τούτων καὶ Ἀρχίλοχος ἐν ἰάμβῳ μνήμην ἔσχε.
このサパイオイ人については、アルキロコスもイアンボス詩の中で言及している。