Humanitext Reader

パウサニアス · ギリシア案内記 §7.9.1-7.9.7

スパルタ問題をめぐるローマ使節とアカイア同盟の対立

270 / 465 箇所 · ギリシア語

要旨

メテッルスやアッピウスらローマの使節団とアカイア連邦との間で、スパルタの亡命者帰還問題をめぐる外交的対立が生じ、最終的にローマの圧倒的影響力によりアカイア側が屈服を余儀なくされる過程が描かれる。

§7.9.1τότε δὲ τῷ Μετέλλῳ καὶ τῇ ἄλλῃ πρεσβείᾳ μὴ ὑπεριδεῖν Λακεδαιμονίων ἤρεσε καὶ Ἀχαιῶν, τοὺς δὲ τὰς ἀρχὰς ἔχοντας ἐς τὸ συνέδριον ἠξίουν συγκαλέσαι τοὺς Ἀχαιούς, ἵνα ἐν κοινῷ διδάξωσιν αὐτοὺς ἠπιώτερον μεταχειρίζεσθαι τὰ ἐν Λακεδαίμονι.
その時、メテッルスと他の使節団は、ラケダイモーン人たちを見過ごさないことに決めた。 そして彼らは、アカイア人のうちで政職にある者たちに対し、アカイア人たちを会議に召集するよう要求した。 それは、ラケダイモーンにおける事柄をもっと穏健に扱うよう、公の場で彼らを説得するためであった。
οἱ δέ σφισιν ἀπεκρίναντο μήτε ἐκείνοις Ἀχαιοὺς ἐς σύλλογον μήτε ἄλλῳ συνάξειν, ὅστις μὴ ἐπὶ τῷ πράγματι ἐφʼ ὅτῳ ποιεῖται τὴν πρόσοδον παρὰ τῆς Ῥωμαίων βουλῆς ἔχει δόγμα.
しかしアカイア人たちは彼らに対し、彼らのためにも、また他の誰のためにも、ローマの元老院から自分たちの交渉の目的について決議を得ていない限りは、アカイア人たちを会議に召集することはないと答えた。
Μέτελλος δὲ καὶ οἱ σὺν αὐτῷ ὑπὸ τῶν Ἀχαιῶν περιυβρίσθαι νομίζοντες, ἐπειδὴ ἀφίκοντο ἐς Ῥώμην, πολλὰ ἐπὶ τῆς βουλῆς καὶ οὐ τὰ πάντα ἀληθῆ κατηγόρουν τῶν Ἀχαιῶν.
メテッルスと彼の同行者たちは、アカイア人たちからひどく侮辱されたと考え、ローマに到着すると、元老院の前でアカイア人たちを大いに、しかもすべてが真実とは限らない内容で告発した。
§7.9.2τούτων δὲ πλείονα ἐνεκάλουν Ἀχαιοῖς Ἀρεὺς καὶ Ἀλκιβιάδας, Λακεδαιμόνιοι μὲν καὶ δόκιμοι τὰ μάλιστα ἐν τῇ Σπάρτῃ, τὰ δὲ ἐς Ἀχαιοὺς οὐ δίκαιοι·
これらの告発よりも多くの非難をアカイア人に浴びせたのは、アレウスとアルキビアデスであった。 彼らはラケダイモーン人であり、スパルタで極めて高名であったが、アカイア人に対する態度においては不当であった。
γενομένους γὰρ ὑπὸ Νάβιδος φυγάδας ὑπεδέξαντο αὐτοὺς οἱ Ἀχαιοὶ καὶ ἀποθανόντος Νάβιδος παρὰ γνώμην Λακεδαιμονίων τοῦ δήμου κατάγουσιν ἐς Σπάρτην.
なぜなら、彼らがナビスによって亡命者とされたとき、アカイア人たちは彼らを受け入れ、ナビスの死後はラケダイモーンの民衆の意に反して、彼らをスパルタに帰還させたからである。
τότε οὖν ἀναβεβηκότες καὶ οὗτοι παρὰ τὴν βουλὴν προθυμότατα ἐνέκειντο Ἀχαιοῖς·
それゆえ、そのとき元老院のもとに上っていた彼らも、極めて熱心にアカイア人を攻撃した。
Ἀχαιοὶ δέ σφισιν ἀπελθοῦσιν ἐπιβάλλουσιν ἐν τῷ συνεδρίῳ θάνατον ζημίαν.
これに対し、アカイア人たちは彼らが立ち去ったあとに、会議において彼らに死刑を科した。
§7.9.3Ῥωμαίων δὲ ἡ βουλὴ πέμπουσιν ἄλλους τε ἄνδρας καὶ Ἄππιον Λακεδαιμονίοις καὶ Ἀχαιοῖς τὰ δίκαια ὁρίσαι.
ローマの元老院は、ラケダイモーン人とアカイア人の権利関係を画定するために、他の者たちとともにとりわけアッピウスを派遣した。
Ἄππιος δὲ καὶ οἱ σὺν αὐτῷ ἔμελλον μὲν οὐδὲ ὀφθέντες Ἀχαιοῖς ἔσεσθαι καθʼ ἡδονήν, οἳ Ἀρέα καὶ Ἀλκιβιάδαν ἅμʼ αὐτοῖς ἐπήγοντο ἐν τῷ τότε Ἀχαιοῖς ἐχθίστους·
アッピウスと彼の同行者たちは、アカイア人にとっては見られただけでも気に入るはずがない人々であった。 なぜなら、彼らはそのときアカイア人にとって最も忌まわしい存在であったアレウスとアルキビアデスを同伴していたからである。
ἐλύπησαν δὲ καὶ ἐς πλέον τοὺς Ἀχαιούς, ἐπειδὴ ἐς τὸν σύλλογον αὐτῶν ἐπελθόντες σὺν ὀργῇ μᾶλλον ἐποιοῦντο ἢ πειθοῖ τοὺς λόγους.
さらに、彼らはアカイア人の会議に乗り込み、説得によってというよりはむしろ怒りを伴って発言したため、アカイア人たちをいっそう憤慨させた。
§7.9.4Λυκόρτας δὲ ὁ Μεγαλοπολίτης, οὔτε ἀξιώματι οὐδενὸς Ἀρκάδων ὕστερος καί τι καὶ φρόνημα κατὰ φιλίαν προσειληφὼς τὴν Φιλοποίμενος, λόγῳ τε ἀπέφαινε τὰ ὑπὲρ τῶν Ἀχαιῶν δίκαια καὶ ὁμοῦ τοῖς λόγοις καὶ μέμψιν τινὰ ὑπέτεινεν ἐς τοὺς Ῥωμαίους.
メガロポリスのリュコルタスは、アルカディア人の誰にも威厳において劣らず、またフィロポイメーンとの友情を通じてある種の自負を身につけていたが、弁論によってアカイア人側の正当性を明らかにし、その言葉とともに、ローマ人に対するある種の抗議も暗に示した。
Ἄππιος δὲ καὶ οἱ σὺν αὐτῷ Λυκόρταν λέγοντα ἐποιοῦντο ἐν χλευασμῷ καὶ Ἀρέως ἀποψηφίζονται καὶ Ἀλκιβιάδα μηδὲν ἀδίκημα ἐξ αὐτῶν ἐς Ἀχαιοὺς εἶναι, Λακεδαιμονίοις τε ἀποστεῖλαι πρέσβεις ἐφιᾶσιν ἐς Ῥώμην, ἐναντία ἐφιέντες ἢ Ῥωμαίοις συγκείμενα ἦν καὶ Ἀχαιοῖς·
しかし、アッピウスと彼の同行者たちはリュコルタスの発言をあざ笑い、アレウスとアルキビアデスについては、彼らによってアカイア人に対して行われた不正は存在しないと無罪を宣告した。 そして、ラケダイモーン人がローマへ使節を派遣することを許可したが、これはローマ人とアカイア人の間で合意されていたこととは反対の許可であった。
Ἀχαιῶν μὲν γὰρ εἴρητο ἀπὸ τοῦ κοινοῦ παρὰ τὴν Ῥωμαίων βουλὴν ἀπιέναι πρέσβεις, ἰδίᾳ δὲ ἀπείρητο μὴ πρεσβεύεσθαι τὰς πόλεις ὅσαι συνεδρίου τοῦ Ἀχαιῶν μετεῖχον.
なぜなら、アカイア人の使節は連邦(全体)からローマの元老院に向けて出発することが取り決められていた一方で、アカイア人の会議に参加している都市が個別に使節を送ることは禁止されていたからである。
§7.9.5ἀντιπρεσβευσαμένων δὲ καὶ Ἀχαιῶν Λακεδαιμονίοις καὶ λόγων ῥηθέντων ὑπὸ ἀμφοτέρων ἐπὶ τῆς βουλῆς, τοὺς αὐτοὺς ἀποστέλλουσιν αὖθις οἱ Ῥωμαῖοι Λακεδαιμονίοις γενέσθαι καὶ Ἀχαιοῖς δικαστάς, Ἄππιον καὶ ὅσοι σὺν ἐκείνῳ πρότερον ἐς τὴν Ἑλλάδα ἀφίκοντο.
アカイア人もまたラケダイモーン人に対抗して使節を送り、元老院の前で双方の意見が述べられた後、ローマ人は再び同じ人々、すなわちアッピウスと、以前に彼とともにギリシアに到着した者たちを、ラケダイモーン人とアカイア人のための裁判官として派遣した。
οἱ δὲ τούς τε ἐκβληθέντας ὑπὸ Ἀχαιῶν κατάγουσιν ἐς Σπάρτην καὶ ὅσων πρὸ κρίσεως ἀπελθόντων κατέγνωστο ὑπὸ τῶν Ἀχαιῶν ἀδικεῖν, καὶ τὰ ἐπὶ τούτοις τιμήματα ἔλυσαν·
彼らはアカイア人によって追放された者たち、および裁判を前に出国してアカイア人によって罪があると宣告されていた者たちをスパルタに帰還させ、これらの罪に対する罰則を取り消した。
καὶ συντελείας μὲν Λακεδαιμονίους τῆς ἐς τὸ Ἀχαϊκὸν οὐκ ἀφιᾶσι, περὶ δὲ τῇ ἑκάστου ψυχῇ ξενικά σφισι διδόασιν εἶναι δικαστήρια, ὅσα δὲ ἄλλα ἐγκλήματα, λαμβάνειν τε αὐτοὺς καὶ ἐν τῷ Ἀχαϊκῷ ὑπέχειν τὰς κρίσεις.
また、ラケダイモーン人をアカイア連邦への拠出から免除しなかったものの、各人の生命にかかわる事柄については外国の裁判所が彼らに与えられるようにし、その他のすべての告訴については、彼ら自身がアカイア連邦内で裁判を受け、またそれ(判決)を受け入れることとした。
ἐτειχίσθη δὲ καὶ ἐξ ἀρχῆς αὖθις Σπαρτιάταις ὁ κύκλος τοῦ ἄστεως.
また、スパルタ人にとって都市の周囲の城壁も再び最初から建設された。
§7.9.6Λακεδαιμονίων δὲ οἱ κατελθόντες, βουλεύοντες παντοῖα ἐπὶ Ἀχαιοῖς, λυπήσειν σφᾶς ἐπὶ τοιῷδε μάλιστα ἤλπιζον.
帰還したラケダイモーン人たちは、アカイア人に対してあらゆる計画を巡らせていたが、次のようなことによって彼らを最も苦しめることができると期待した。
Μεσσηνίους τοὺς Φιλοποίμενι θανάτου συναιτίους γενέσθαι νομισθέντας καὶ κατὰ τὴν αἰτίαν ταύτην ὑπὸ Ἀχαιῶν ἐκπεπτωκότας, τούτους τε καὶ Ἀχαιῶν αὐτῶν τοὺς φεύγοντας ἀναβῆναι πείθουσιν ἐς Ῥώμην·
フィロポイメーンの死の共犯と見なされ、その罪によってアカイア人によって追放されていたメッセーニア人たち、およびアカイア人自身の亡命者たちに、ローマへ上るよう説得したのである。
σὺν δέ σφισιν ἀνεληλυθότες καὶ αὐτοὶ γενέσθαι τοῖς ἀνδράσιν ἔπρασσον κάθοδον.
そして彼らとともに上っていき、これらの人々の帰還を実現させようと画策した。
ἅτε δὲ τοῦ Ἀππίου Λακεδαιμονίοις συμπροθυμουμένου μεγάλως, Ἀχαιοῖς δὲ ἐπὶ παντὶ ἀντιβαίνοντος, ἔμελλεν οὐ χαλεπῶς Μεσσηνίων καὶ Ἀχαιῶν τοῖς φεύγουσι τὰ βουλεύματα ἐς δέον χωρήσειν·
アッピウスがラケダイモーン人に大いに加勢し、あらゆることにおいてアカイア人に反対したため、メッセーニア人とアカイア人の亡命者たちの計画は、都合よく進むに違いなかった。
γράμματά τε αὐτίκα ὑπὸ τῆς βουλῆς ἔς τε Ἀθήνας κατεπέμπετο καὶ ἐς Αἰτωλίαν κατάγειν σφᾶς Μεσσηνίους καὶ Ἀχαιοὺς ἐπὶ τὰ οἰκεῖα.
元老院からは直ちにアテナイおよびアイトリアに対し、メッセーニア人とアカイア人を彼らの故郷に帰還させるよう命じる書状が送られた。
§7.9.7τοῦτο Ἀχαιοὺς ἐς τὰ μάλιστα ἠνίασεν, ὡς οὔτε ἄλλως πάσχοντας δίκαια ὑπὸ Ῥωμαίων καὶ ἐς τὸ ἀνωφελὲς προϋπηργμένων σφίσιν ἐς αὐτούς, οἳ ἐπὶ τὰ Φιλίππου καὶ Αἰτωλῶν ἐναντία καὶ αὖθις Ἀντιόχου στρατεύσαντες χάριτι τῇ ἐς Ῥωμαίους ἐγίνοντο ὕστεροι φυγάδων ἀνθρώπων καὶ οὐ καθαρῶν χεῖρας·
このことはアカイア人たちを大いに悩ませた。 なぜなら、彼らはローマ人から不当な扱いを受けていると感じており、ローマ人に対する自分たちのこれまでの貢献が無駄になったと考えたからである。 彼らは、ローマ人への友情のゆえにフィリッポスやアイトリア人、さらにはアンティオコスに対して遠征したにもかかわらず、手の汚れた亡命者たちよりも後回しにされたのである。
ὅμως δὲ εἴκειν σφίσιν ἐδόκει.
しかしながら、彼らに従うことが適当であると彼らは判断した。

語釈・文法注

  1. 7.9.1καὶ Ἀχαιῶν — 後続の τοὺς δὲ τὰς ἀρχὰς ἔχοντας(政職にある者たち)を修飾する部分属格。前半の Λακεδαιμονίων と並列して ὑπεριδεῖν(見過ごす)の目的語とする解釈も不可能ではないが、その場合は直後に文脈が不自然につながるため、アカイア人のうち役職者に対して召集を要求したという構造をとる。
  2. 7.9.4μὴ πρεσβεύεσθαι — 禁止を表す動詞 ἀπείρητο(禁じられていた)の後に、否定を補強するために付け加えられた余剰の否定辞(redundant μή)。全体の意味は「(個別に)使節を派遣することが禁じられていた」となる。
  3. 7.9.7προϋπηργμένων — 動詞 προϋπάρχω(あらかじめ施す、恩恵を与える)の完了分詞中性複数。ここでは絶対格(対格絶対、あるいは属格絶対の代わりに中性複数が使われた形)として用いられており、「(ローマ人に対して彼らによって)過去に施された恩恵が無駄に帰したため」という意味を表す。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §7.9.1-7.9.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:7.9.1-7.9.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。