Humanitext Reader

パウサニアス · ギリシア案内記 §7.1.1-7.1.9

アカイアの起源とクスートス一族の移動

259 / 465 箇所 · ギリシア語

要旨

アカイア地方の地名の由来と、クスートスとその息子たちの流転を説明する。さらにアカイア人がドーリース人に追放されてイオーン人の領地に侵入し、イオーン人がアテーナイに逃れて受け入れられた経緯を述べる。

§7.1.1ἡ δὲ τῆς Ἠλείας μέση καὶ Σικυωνίας, καθήκουσα μὲν ἐπὶ τὴν πρὸς ἕω θάλασσαν, Ἀχαΐαν δὲ ὄνομα τὸ ἐφʼ ἡμῶν ἔχουσα ἀπὸ τῶν ἐνοικούντων, αὐτή τε Αἰγιαλὸς τὸ ἀρχαῖον καὶ οἱ νεμόμενοι τὴν γῆν ἐκαλοῦντο Αἰγιαλεῖς, λόγῳ μὲν τῷ Σικυωνίων ἀπὸ Αἰγιαλέως βασιλεύσαντος ἐν τῇ νῦν Σικυωνίᾳ, εἰσὶ δὲ οἵ φασιν ἀπὸ τῆς χώρας, εἶναι γὰρ τὰ πολλὰ αὐτῆς αἰγιαλόν.
エリース地方とシキュオーン地方の中間に位置し、東の海に達し、私たちの時代には住民にちなんでアカイアという名を持っている土地は、古くはアイギアロスと呼ばれ、その地を治める人々はアイギアレウス人と呼ばれていた。 シキュオーン人の説によれば、これは現在のシキュオーン地方で王となったアイギアレウスにちなむとされるが、その土地の大部分が海岸であるからだと主張する人々もいる。
§7.1.2χρόνῳ δὲ ὕστερον ἀποθανόντος Ἕλληνος Ξοῦθον οἱ λοιποὶ τοῦ Ἕλληνος παῖδες διώκουσιν ἐκ Θεσσαλίας, ἐπενεγκόντες αἰτίαν ὡς ἰδίᾳ χρήματα ὑφελόμενος ἔχοι τῶν πατρῴων·
後にヘッレーンが死ぬと、ヘッレーンの残りの息子たちは、父の遺産を不当に私物化したという容疑をかけて、クスートスをテッサリアから追放した。
ὁ δὲ ἐς Ἀθήνας φυγὼν θυγατέρα Ἐρεχθέως ἠξιώθη λαβεῖν καὶ παῖδας Ἀχαιὸν καὶ Ἴωνα ἔσχεν ἐξ αὐτῆς.
クスートスはアテーナイに逃れてエレクテウスの娘を妻に迎えることを許され、彼女との間に息子アカイオスとイオーンをもうけた。
ἀποθανόντος δὲ Ἐρεχθέως τοῖς παισὶν αὐτοῦ δικαστὴς Ξοῦθος ἐγένετο ὑπὲρ τῆς ἀρχῆς, καὶ—ἔγνω γὰρ τὸν πρεσβύτατον Κέκροπα βασιλέα εἶναι—οἱ λοιποὶ τοῦ Ἐρεχθέως παῖδες ἐξελαύνουσιν ἐκ τῆς χώρας αὐτόν·
エレクテウスが死ぬと、クスートスは王位をめぐってエレクテウスの息子たちの調停者となり、最年長のケクロプスを王と裁定したため、エレクテウスの残りの息子たちはクスートスをその土地から追放した。
§7.1.3ἀφικομένῳ δὲ ἐς τὸν Αἰγιαλὸν καὶ οἰκήσαντι αὐτῷ μὲν ἐγένετο ἐνταῦθα ἡ τελευτή, τῶν δέ οἱ παίδων Ἀχαιὸς μὲν ἐκ τοῦ Αἰγιαλοῦ παραλαβὼν καὶ ἐξ Ἀθηνῶν ἐπικούρους κατῆλθεν ἐς Θεσσαλίαν καὶ ἔσχε τὴν πατρῴαν ἀρχήν, Ἴωνι δὲ ἐπὶ τοὺς Αἰγιαλεῖς στρατιὰν καὶ ἐπὶ Σελινοῦντα τὸν βασιλέα αὐτῶν ἀθροίζοντι ἀγγέλους ἔπεμπεν ὁ Σελινοῦς, τὴν θυγατέρα Ἑλίκην, ἣ μόνη οἱ παῖς ἦν, γυναῖκα αὐτῷ διδοὺς καὶ αὐτὸν Ἴωνα ἐπὶ τῇ ἀρχῇ παῖδα ποιούμενος.
アイギアロスに到着してそこに定住したクスートスは、その地で最期を迎えた。 彼の子らのうち、アカイオスはアイギアロスとアテーナイから援軍を引き連れてテッサリアに帰還し、父祖の支配権を手に入れた。 一方でイオーンがアイギアレウス人たちとその王セリヌースに対して軍勢を集めていたとき、セリヌースは使者を送り、自身の唯一の子である娘ヘリケーを妻として与え、イオーン自身を王位の継承者として養子に迎えた。
§7.1.4καί πως ταῦτα τῷ Ἴωνι ἐγένετο οὐκ ἄπο γνώμης, καὶ τῶν Αἰγιαλέων τὴν ἀρχὴν Ἴων ἔσχεν ἀποθανόντος Σελινοῦντος, καὶ Ἑλίκην τε ἀπὸ τῆς γυναικὸς ᾤκισεν ἐν τῷ Αἰγιαλῷ πόλιν καὶ τοὺς ἀνθρώπους ἐκάλεσεν Ἴωνας ἀφʼ αὑτοῦ.
そしてどういうわけか、このことはイオーンにとって望まぬことではなく、セリヌースが死ぬとイオーンがアイギアレウス人たちの支配権を握った。 そして彼は妻にちなんでヘリケーという都市をアイギアロスに建設し、人々を自分の名にちなんでイオーン人と呼んだ。
τοῦτο οὐ μεταβολὴ τοῦ ὀνόματος, προσθήκη δέ σφισιν ἐγένετο·
これは名前の変更ではなく、彼らにとっての名称の追加であった。
Αἰγιαλεῖς γὰρ ἐκαλοῦντο Ἴωνες.
というのも、彼らはアイギアレウス・イオーン人と呼ばれたからである。
τῇ χώρᾳ δὲ ἔτι καὶ μᾶλλον διέμεινεν ὄνομα τὸ ἐξ ἀρχῆς·
しかし土地には、最初からの名前がさらに強く残り続けた。
Ὁμήρῳ γοῦν ἐν καταλόγῳ τῶν μετὰ Ἀγαμέμνονος ἐξήρκεσε τὸ ἀρχαῖον δηλῶσαι τῆς γῆς ὄνομα·
ともかくホーメーロスは、アガメムノーンに従う者たちの目録の中で、この土地の古い名を示すだけで十分であった。
" Αἰγιαλόν τʼ ἀνὰ πάντα καὶ ἀμφʼ Ἑλίκην εὐρεῖαν.
「アイギアロスの全土と、広大なヘリケーの周辺。
" §7.1.5τότε δὲ ἐπὶ τῆς Ἴωνος βασιλείας πολεμησάντων Ἀθηναίοις Ἐλευσινίων καὶ Ἀθηναίων Ἴωνα ἐπαγαγομένων ἐπὶ ἡγεμονίᾳ τοῦ πολέμου, τὸν μὲν ἐν τῇ Ἀττικῇ τὸ χρεὼν ἐπιλαμβάνει, καὶ Ἴωνος ἐν τῷ δήμῳ μνῆμα τῷ Ποταμίων ἐστίν·
」その当時、イオーンの治世においてエレウシース人がアテーナイ人と戦い、アテーナイ人がイオーンを戦争の指導者として迎えたとき、アッティカにおいて死がイオーンを捉えた。 そしてポタモイのデーモスにイオーンの墓がある。
οἱ δὲ ἀπόγονοι τοῦ Ἴωνος τὸ Ἰώνων ἔσχον κράτος, ἐς ὃ ὑπʼ Ἀχαιῶν ἐξέπεσον καὶ αὐτοὶ καὶ ὁ δῆμος.
イオーンの子孫たちはイオーン人の支配権を保持していたが、アカイア人によって彼ら自身も民衆も追放された。
τοῖς δὲ Ἀχαιοῖς τηνικαῦτα ὑπῆρξε καὶ αὐτοῖς ἐκ Λακεδαίμονος καὶ Ἄργους ὑπὸ Δωριέων ἐξεληλάσθαι·
アカイア人たちにはその時、ドーリース人によってラケダイモーンとアルゴスから追放されるという事態が生じていたのである。
§7.1.6τὰ δὲ ἐς Ἴωνας καὶ Ἀχαιούς, ὁπόσα ἐπράχθη σφίσιν ἐπʼ ἀλλήλους, ἐπέξεισιν αὐτίκα ὁ λόγος μοι προδιηγησαμένῳ καθʼ ἥντινα αἰτίαν τοῖς Λακεδαίμονα οἰκοῦσι καὶ Ἄργος πρὸ τῆς τῶν Δωριέων καθόδου μόνοις Πελοποννησίων ὑπῆρξεν Ἀχαιοῖς καλεῖσθαι.
イオーン人とアカイア人の間で互いに対してなされた事柄については、ドーリース人の帰還以前に、ラケダイモーンとアルゴスに住む人々だけがペロポネーソス人の中でアカイア人と呼ばれるようになった原因を私がまず説明した後に、私の語りですぐに詳述することにしよう。
Ἄρχανδρος Ἀχαιοῦ καὶ Ἀρχιτέλης ἐς Ἄργος ἀφίκοντο ἐκ τῆς Φθιώτιδος, ἐλθόντες δὲ ἐγένοντο Δαναοῦ γαμβροί, καὶ Αὐτομάτην μὲν Ἀρχιτέλης, Σκαιὰν δὲ ἔλαβεν Ἄρχανδρος.
アカイオスの子アルカンドロスとアルキテレースはプティオーティスからアルゴスにやって来て、到着するとダナオスの婿となり、アルキテレースはアウトマテーを、アルカンドロスはスカイアーを妻に迎えた。
δηλοῦσι δὲ ἐν Ἄργει καταμείναντες οὐχ ἥκιστα ἐν τῷδε·
彼らがアルゴスに留まったことは、とりわけ次のことによって明らかである。
Μετανάστην γὰρ τῷ παιδὶ ὄνομα ἔθετο Ἄρχανδρος.
すなわち、アルカンドロスがその子にメタナステース(移住者)という名を授けたことである。
§7.1.7δυνηθέντων δὲ ἔν τε Ἄργει καὶ Λακεδαίμονι τῶν Ἀχαιοῦ παίδων, τοὺς ἀνθρώπους τοὺς ἐνταῦθα ἐξενίκησεν Ἀχαιοὺς κληθῆναι·
アカイオスの子らがアルゴスとラケダイモーンで実権を握ると、そこに住む人々はアカイア人と呼ばれるようになった。
τοῦτο μέν σφισιν ὄνομα ἦν ἐν κοινῷ, Δαναοὶ δὲ Ἀργείοις ἰδίᾳ.
これが彼らの共通の名であり、アルゴス人には個別にダナオス人という名があった。
τότε δὲ ὑπὸ Δωριέων ἐκπεπτωκότες ἔκ τε Ἄργους καὶ ἐκ Λακεδαίμονος ἐπεκηρυκεύοντο Ἴωσιν αὐτοί τε καὶ ὁ βασιλεὺς Τισαμενὸς ὁ Ὀρέστου γενέσθαι σύνοικοί σφισιν ἄνευ πολέμου·
その当時、ドーリース人によってアルゴスとラケダイモーンから追放された彼ら自身と、オレステースの子である王ティサメノスは、戦争を交えることなく共住者となるようイオーン人に使節を送って交渉した。
τῶν δὲ Ἰώνων τοὺς βασιλέας ὑπῄει δέος, μὴ Ἀχαιῶν ἀναμιχθέντων αὐτοῖς Τισαμενὸν ἐν κοινῷ βασιλέα ἕλωνται κατά τε ἀνδραγαθίαν καὶ γένους δόξαν.
しかしイオーン人の王たちには、アカイア人が自分たちと混ざることで、その武勇と家柄の名声のために、共同の王としてティサメノスが選ばれるのではないかという懸念が生じた。
§7.1.8Ἰώνων δὲ οὐ προσεμένων τοὺς Ἀχαιῶν λόγους ἀλλὰ ἐπεξελθόντων σὺν ὅπλοις, Τισαμενὸς μὲν ἔπεσεν ἐν τῇ μάχῃ, Ἴωνας δὲ Ἀχαιοὶ κρατήσαντες ἐπολιόρκουν καταπεφευγότας ἐς Ἑλίκην καὶ ὕστερον ἀφιᾶσιν ἀπελθεῖν ὑποσπόνδους.
イオーン人がアカイア人の提案を受け入れず、武器を持って出撃したため、ティサメノスは戦闘で戦死した。 アカイア人は勝利を収めてイオーン人たちをヘリケーに包囲し、後に休戦協定を結んで彼らを立ち去らせた。
Τισαμενοῦ δὲ τὸν νεκρὸν Ἀχαιῶν ἐν Ἑλίκῃ θαψάντων, ὕστερον χρόνῳ Λακεδαιμόνιοι τοῦ ἐν Δελφοῖς σφισιν ἀνειπόντος χρηστηρίου κομίζουσι τὰ ὀστᾶ ἐς Σπάρτην, καὶ ἦν καὶ ἐς ἐμὲ ἔτι αὐτῷ τάφος, ἔνθα τὰ δεῖπνα Λακεδαιμονίοις ἐστὶ τὰ Φειδίτια καλούμενα.
アカイア人がティサメノスの遺体をヘリケーに埋葬した後、後になってラケダイモーン人はデルポイの神託が彼らに告げたことによって、その遺骨をスパルタへと持ち帰った。 私の時代にもまだ彼の墓が存在しており、そこはラケダイモーン人にとってピディティアと呼ばれる食事が執り行われる場所である。
§7.1.9Ἴωνας δὲ ἀφικομένους ἐς τὴν Ἀττικὴν Ἀθηναῖοι καὶ ὁ βασιλεὺς αὐτῶν Μέλανθος Ἀνδροπόμπου συνοίκους ἐξεδέξαντο Ἴωνός τε δὴ ἕνεκα καὶ ἔργων ἃ ἔπραξε πολεμαρχῶν Ἀθηναίοις·
アッティカに到着したイオーン人たちを、アテーナイ人とその王であるアンドロポンポスの子メラントスは共住者として受け入れた。 これはイオーンのためであり、また彼がアテーナイ人のために戦将として行った功績のためであった。
λέγεται δὲ ὡς ἐν ὑπονοίᾳ ποιούμενοι τοὺς Δωριέας οἱ Ἀθηναῖοι, μὴ οὐδὲ αὐτῶν ἐθέλωσιν ἀπέχεσθαι, ἰσχύος μᾶλλον οἰκείας ἕνεκα ἢ εὐνοίᾳ τῇ ἐς τοὺς Ἴωνας συνοίκους σφᾶς ἐδέξαντο.
しかし、アテーナイ人がドーリース人を警戒し、自分たちをも攻撃してくるのではないかと疑ったため、イオーン人への好意からというよりは、自らの防衛力を強化するために彼らを共住者として受け入れたのだとも言われている。

語釈・文法注

  1. §7.1.1ἡ δὲ τῆς Ἠλείας μέση καὶ Σικυωνίας — 女性単数主格の形容詞 μέση(「中間の」)が名詞 χώρα(「土地、地方」)を省略していることを補って解釈する。エリースとシキュオーンの間に位置する地域(後のアカイア)を指す。
  2. §7.1.5τὸ χρεών — 「運命」や「死」を意味する名詞。非人称動詞 χρή から派生した中性分詞が名詞化したもので、ここでは「死が彼を襲った(=彼は死んだ)」という慣用表現として機能している。
  3. §7.1.5τοῖς δὲ Ἀχαιοῖς τηνικαῦτα ὑπῆρξε — ὑπῆρξε は非人称的に用いられ、与格(τοῖς Ἀχαιοῖς)と不定詞(ἐξεληλάσθαι)を伴って「アカイア人自身にとっても〜という事態が生じていた」という意味を表す。
  4. §7.1.9μὴ οὐδὲ αὐτῶν ἐθέλωσιν ἀπέχεσθαι — 懸念・不審を表す ἐν ὑπονοίᾳ ποιούμενοι(「〜を疑って」)の後に続く ὡς 節の代わりに、接続法を伴う μὴ 節が導かれている。さらに否定の οὐδέ が重なり「ドーリース人が彼ら(アテーナイ人)自身をも手放さないのではないか(=攻撃してくるのではないか)」という強い懸念を示す。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §7.1.1-7.1.9. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:7.1.1-7.1.9

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。