§7.1.1ἡ δὲ τῆς Ἠλείας μέση καὶ Σικυωνίας, καθήκουσα μὲν ἐπὶ τὴν πρὸς ἕω θάλασσαν, Ἀχαΐαν δὲ ὄνομα τὸ ἐφʼ ἡμῶν ἔχουσα ἀπὸ τῶν ἐνοικούντων, αὐτή τε Αἰγιαλὸς τὸ ἀρχαῖον καὶ οἱ νεμόμενοι τὴν γῆν ἐκαλοῦντο Αἰγιαλεῖς, λόγῳ μὲν τῷ Σικυωνίων ἀπὸ Αἰγιαλέως βασιλεύσαντος ἐν τῇ νῦν Σικυωνίᾳ, εἰσὶ δὲ οἵ φασιν ἀπὸ τῆς χώρας, εἶναι γὰρ τὰ πολλὰ αὐτῆς αἰγιαλόν.
The land between Elis and Sicyon, extending to the eastern sea and having in our time the name Achaea from its inhabitants, was itself called Aegialus of old, and those who inhabited the land were called Aegialeans—according to the account of the Sicyonians, from Aegialeus who ruled in what is now Sicyonia, though there are some who say it was from the country, because most of it is coast.
§7.1.2χρόνῳ δὲ ὕστερον ἀποθανόντος Ἕλληνος Ξοῦθον οἱ λοιποὶ τοῦ Ἕλληνος παῖδες διώκουσιν ἐκ Θεσσαλίας, ἐπενεγκόντες αἰτίαν ὡς ἰδίᾳ χρήματα ὑφελόμενος ἔχοι τῶν πατρῴων·
At a later time, after Hellen died, the remaining sons of Hellen drove Xuthus out of Thessaly, bringing the accusation that he had privately taken and kept some of their father's property.
ὁ δὲ ἐς Ἀθήνας φυγὼν θυγατέρα Ἐρεχθέως ἠξιώθη λαβεῖν καὶ παῖδας Ἀχαιὸν καὶ Ἴωνα ἔσχεν ἐξ αὐτῆς.
He, having fled to Athens, was thought worthy to receive the daughter of Erechtheus, and had by her sons Achaeus and Ion.
ἀποθανόντος δὲ Ἐρεχθέως τοῖς παισὶν αὐτοῦ δικαστὴς Ξοῦθος ἐγένετο ὑπὲρ τῆς ἀρχῆς, καὶ—ἔγνω γὰρ τὸν πρεσβύτατον Κέκροπα βασιλέα εἶναι—οἱ λοιποὶ τοῦ Ἐρεχθέως παῖδες ἐξελαύνουσιν ἐκ τῆς χώρας αὐτόν·
After Erechtheus died, Xuthus became the arbitrator for his sons concerning the rule, and—since he decided that Cecrops, the eldest, should be king—the remaining sons of Erechtheus drove him out of the country.
§7.1.3ἀφικομένῳ δὲ ἐς τὸν Αἰγιαλὸν καὶ οἰκήσαντι αὐτῷ μὲν ἐγένετο ἐνταῦθα ἡ τελευτή, τῶν δέ οἱ παίδων Ἀχαιὸς μὲν ἐκ τοῦ Αἰγιαλοῦ παραλαβὼν καὶ ἐξ Ἀθηνῶν ἐπικούρους κατῆλθεν ἐς Θεσσαλίαν καὶ ἔσχε τὴν πατρῴαν ἀρχήν, Ἴωνι δὲ ἐπὶ τοὺς Αἰγιαλεῖς στρατιὰν καὶ ἐπὶ Σελινοῦντα τὸν βασιλέα αὐτῶν ἀθροίζοντι ἀγγέλους ἔπεμπεν ὁ Σελινοῦς, τὴν θυγατέρα Ἑλίκην, ἣ μόνη οἱ παῖς ἦν, γυναῖκα αὐτῷ διδοὺς καὶ αὐτὸν Ἴωνα ἐπὶ τῇ ἀρχῇ παῖδα ποιούμενος.
When he came to Aegialus and settled there, his end came to him in that place, and of his children, Achaeus, having taken allies from Aegialus and from Athens, returned to Thessaly and held his father's domain, while to Ion, who was gathering an army against the Aegialeans and against Selinus their king, Selinus sent messengers, giving him his daughter Helice, who was his only child, as wife, and making Ion himself his son and successor to the rule.
§7.1.4καί πως ταῦτα τῷ Ἴωνι ἐγένετο οὐκ ἄπο γνώμης, καὶ τῶν Αἰγιαλέων τὴν ἀρχὴν Ἴων ἔσχεν ἀποθανόντος Σελινοῦντος, καὶ Ἑλίκην τε ἀπὸ τῆς γυναικὸς ᾤκισεν ἐν τῷ Αἰγιαλῷ πόλιν καὶ τοὺς ἀνθρώπους ἐκάλεσεν Ἴωνας ἀφʼ αὑτοῦ.
And somehow these things were not displeasing to Ion, and Ion obtained the rule of the Aegialeans after Selinus died, and he founded in Aegialus a city, Helice, named after his wife, and called the people Ionians after himself.
τοῦτο οὐ μεταβολὴ τοῦ ὀνόματος, προσθήκη δέ σφισιν ἐγένετο· Αἰγιαλεῖς γὰρ ἐκαλοῦντο Ἴωνες.
This was not a change of name, but an addition for them; for they were called Aegialean Ionians.
τῇ χώρᾳ δὲ ἔτι καὶ μᾶλλον διέμεινεν ὄνομα τὸ ἐξ ἀρχῆς· Ὁμήρῳ γοῦν ἐν καταλόγῳ τῶν μετὰ Ἀγαμέμνονος ἐξήρκεσε τὸ ἀρχαῖον δηλῶσαι τῆς γῆς ὄνομα· "
Αἰγιαλόν τʼ ἀνὰ πάντα καὶ ἀμφʼ Ἑλίκην εὐρεῖαν. " §7.1.5τότε δὲ ἐπὶ τῆς Ἴωνος βασιλείας πολεμησάντων Ἀθηναίοις Ἐλευσινίων καὶ Ἀθηναίων Ἴωνα ἐπαγαγομένων ἐπὶ ἡγεμονίᾳ τοῦ πολέμου, τὸν μὲν ἐν τῇ Ἀττικῇ τὸ χρεὼν ἐπιλαμβάνει, καὶ Ἴωνος ἐν τῷ δήμῳ μνῆμα τῷ Ποταμίων ἐστίν· οἱ δὲ ἀπόγονοι τοῦ Ἴωνος τὸ Ἰώνων ἔσχον κράτος, ἐς ὃ ὑπʼ Ἀχαιῶν ἐξέπεσον καὶ αὐτοὶ καὶ ὁ δῆμος.
But for the country, its original name remained even more; at any rate, for Homer, in the catalogue of those with Agamemnon, it was sufficient to state the ancient name of the land: "And throughout all Aegialus and around spacious Helice." At that time, during the reign of Ion, when the Eleusinians made war on the Athenians, and the Athenians invited Ion to lead the war, death overtook him in Attica, and there is a tomb of Ion in the deme of Potamioi; and the descendants of Ion held the power over the Ionians until both they and the people were expelled by the Achaeans.
τοῖς δὲ Ἀχαιοῖς τηνικαῦτα ὑπῆρξε καὶ αὐτοῖς ἐκ Λακεδαίμονος καὶ Ἄργους ὑπὸ Δωριέων ἐξεληλάσθαι· §7.1.6τὰ δὲ ἐς Ἴωνας καὶ Ἀχαιούς, ὁπόσα ἐπράχθη σφίσιν ἐπʼ ἀλλήλους, ἐπέξεισιν αὐτίκα ὁ λόγος μοι προδιηγησαμένῳ καθʼ ἥντινα αἰτίαν τοῖς Λακεδαίμονα οἰκοῦσι καὶ Ἄργος πρὸ τῆς τῶν Δωριέων καθόδου μόνοις Πελοποννησίων ὑπῆρξεν Ἀχαιοῖς καλεῖσθαι.
And it had also happened to the Achaeans themselves at that time to have been driven out from Lacedaemon and Argos by the Dorians; My account will immediately detail what was done between the Ionians and Achaeans against one another, after I have first explained for what reason it belonged to those who inhabited Lacedaemon and Argos alone of the Peloponnesians to be called Achaeans before the return of the Dorians.
Ἄρχανδρος Ἀχαιοῦ καὶ Ἀρχιτέλης ἐς Ἄργος ἀφίκοντο ἐκ τῆς Φθιώτιδος, ἐλθόντες δὲ ἐγένοντο Δαναοῦ γαμβροί, καὶ Αὐτομάτην μὲν Ἀρχιτέλης, Σκαιὰν δὲ ἔλαβεν Ἄρχανδρος.
Archandrus and Architeles, the sons of Achaeus, came to Argos from Phthiotis, and having come, they became sons-in-law of Danaus; Architeles took Automate, and Archandrus took Scaea.
δηλοῦσι δὲ ἐν Ἄργει καταμείναντες οὐχ ἥκιστα ἐν τῷδε· Μετανάστην γὰρ τῷ παιδὶ ὄνομα ἔθετο Ἄρχανδρος.
And they show that they remained in Argos not least by this: for Archandrus gave to his son the name Metanastes.
§7.1.7δυνηθέντων δὲ ἔν τε Ἄργει καὶ Λακεδαίμονι τῶν Ἀχαιοῦ παίδων, τοὺς ἀνθρώπους τοὺς ἐνταῦθα ἐξενίκησεν Ἀχαιοὺς κληθῆναι· τοῦτο μέν σφισιν ὄνομα ἦν ἐν κοινῷ, Δαναοὶ δὲ Ἀργείοις ἰδίᾳ.
When the sons of Achaeus became powerful in Argos and Lacedaemon, it prevailed that the people there should be called Achaeans; this was their common name, but 'Danaans' was peculiar to the Argives.
τότε δὲ ὑπὸ Δωριέων ἐκπεπτωκότες ἔκ τε Ἄργους καὶ ἐκ Λακεδαίμονος ἐπεκηρυκεύοντο Ἴωσιν αὐτοί τε καὶ ὁ βασιλεὺς Τισαμενὸς ὁ Ὀρέστου γενέσθαι σύνοικοί σφισιν ἄνευ πολέμου· τῶν δὲ Ἰώνων τοὺς βασιλέας ὑπῄει δέος, μὴ Ἀχαιῶν ἀναμιχθέντων αὐτοῖς Τισαμενὸν ἐν κοινῷ βασιλέα ἕλωνται κατά τε ἀνδραγαθίαν καὶ γένους δόξαν.
At that time, having been expelled by the Dorians from both Argos and Lacedaemon, they themselves and their king Tisamenus, the son of Orestes, sent envoys to the Ionians to become fellow-dwellers with them without war; but fear crept over the kings of the Ionians, lest, if the Achaeans were mingled with them, they might choose Tisamenus as common king because of his courage and the glory of his race.
§7.1.8Ἰώνων δὲ οὐ προσεμένων τοὺς Ἀχαιῶν λόγους ἀλλὰ ἐπεξελθόντων σὺν ὅπλοις, Τισαμενὸς μὲν ἔπεσεν ἐν τῇ μάχῃ, Ἴωνας δὲ Ἀχαιοὶ κρατήσαντες ἐπολιόρκουν καταπεφευγότας ἐς Ἑλίκην καὶ ὕστερον ἀφιᾶσιν ἀπελθεῖν ὑποσπόνδους.
And since the Ionians did not accept the proposals of the Achaeans but marched out with arms, Tisamenus fell in the battle, and the Achaeans, having conquered, besieged the Ionians who had fled to Helice, and later let them go under a truce.
Τισαμενοῦ δὲ τὸν νεκρὸν Ἀχαιῶν ἐν Ἑλίκῃ θαψάντων, ὕστερον χρόνῳ Λακεδαιμόνιοι τοῦ ἐν Δελφοῖς σφισιν ἀνειπόντος χρηστηρίου κομίζουσι τὰ ὀστᾶ ἐς Σπάρτην, καὶ ἦν καὶ ἐς ἐμὲ ἔτι αὐτῷ τάφος, ἔνθα τὰ δεῖπνα Λακεδαιμονίοις ἐστὶ τὰ Φειδίτια καλούμενα.
When the Achaeans buried Tisamenus' body in Helice, at a later time the Lacedaemonians, because of an oracle at Delphi which had declared to them to do so, brought his bones to Sparta, and there was even in my time still a tomb for him, where the meals called Phiditia are held for the Lacedaemonians.
§7.1.9Ἴωνας δὲ ἀφικομένους ἐς τὴν Ἀττικὴν Ἀθηναῖοι καὶ ὁ βασιλεὺς αὐτῶν Μέλανθος Ἀνδροπόμπου συνοίκους ἐξεδέξαντο Ἴωνός τε δὴ ἕνεκα καὶ ἔργων ἃ ἔπραξε πολεμαρχῶν Ἀθηναίοις· λέγεται δὲ ὡς ἐν ὑπονοίᾳ ποιούμενοι τοὺς Δωριέας οἱ Ἀθηναῖοι, μὴ οὐδὲ αὐτῶν ἐθέλωσιν ἀπέχεσθαι, ἰσχύος μᾶλλον οἰκείας ἕνεκα ἢ εὐνοίᾳ τῇ ἐς τοὺς Ἴωνας συνοίκους σφᾶς ἐδέξαντο.
The Ionians who came to Attica were received as fellow-dwellers by the Athenians and their king Melanthus, the son of Andropompus, both for the sake of Ion indeed and of the deeds which he had done as war-lord for the Athenians; and it is said that the Athenians, holding the Dorians in suspicion, lest they might not even refrain from them, received them as fellow-dwellers rather for the sake of their own strength than out of goodwill towards the Ionians.