§7.2.1ἔτεσι δὲ οὐ πολλοῖς ὕστερον Μέδων καὶ Νειλεὺς πρεσβύτατοι τῶν Κόδρου παίδων ἐστασίασαν ὑπὲρ τῆς ἀρχῆς, καὶ οὐκ ἔφασκεν ὁ Νειλεὺς ἀνέξεσθαι βασιλευόμενος ὑπὸ τοῦ Μέδοντος, ὅτι ὁ Μέδων τὸν ἕτερον ἦν τῶν ποδῶν χωλός·
数年後、コドロスの息子たちの中で最年長であるメドーンとネイレイオスが、支配権をめぐって争いを起こした。 そしてネイレイオスは、メドーンが片方の足が不自由であったため、彼によって支配されることに耐えられないと主張した。
δόξαν δέ σφισιν ἀνενεγκεῖν ἐς τὸ χρηστήριον τὸ ἐν Δελφοῖς, δίδωσι Μέδοντι ἡ Πυθία βασιλείαν τὴν Ἀθηναίων.
彼らがデルポイの神託所にこの問題を委ねることを決定すると、ピューティアはメドーンにアテーナイ人の王位を授けた。
οὕτω δὴ ὁ Νειλεὺς καὶ οἱ λοιποὶ τῶν Κόδρου παίδων ἐς ἀποικίαν ἀπεστάλησαν, ἀγαγόντες μὲν καὶ αὐτῶν Ἀθηναίων τὸν βουλόμενον, τὸ δὲ πλεῖστόν σφισιν ἦσαν τοῦ στρατεύματος οἱ Ἴωνες.
このようにして、ネイレイオスとコドロスの残りの息子たちは植民へと送り出され、アテーナイ人自身のうちからも望む者を連れて行ったが、彼らの軍勢の大部分はイオーン人であった。
§7.2.2ἐκ δὲ τῆς Ἑλλάδος τρίτος δὴ οὗτος στόλος ὑπὸ βασιλεῦσιν ἀλλοίοις ὄχλοις τε ἀλλοίοις ἐστάλησαν.
ギリシアからの、異なる王たちのもとで、異なる群衆を伴って送り出された船団としては、これが実に三番目のものであった。
τὰ μὲν γὰρ ἀρχαιότατα Ἰόλαος Θηβαῖος, ἀδελφιδοῦς ὁ Ἡρακλέους, Ἀθηναίοις ἐς Σαρδὼ καὶ Θεσπιεῦσιν ἡγήσατο· γενεᾷ δὲ μιᾷ πρότερον ἢ ἐξέπλευσαν ἐξ Ἀθηνῶν Ἴωνες, Λακεδαιμονίους τε καὶ Μινύας τοὺς ἐκβληθέντας ὑπὸ Πελασγῶν ἐκ Λήμνου Θήρας ὁ Αὐτεσίωνος Θηβαῖος ἤγαγεν ἐς τὴν νῆσον τὴν νῦν μὲν ἀπὸ τοῦ Θήρα τούτου, πρότερον δὲ ὀνομαζομένην Καλλίστην.
というのも、最も古いものは、ヘーラクレースの甥であるテーバイ人イオラーオスが、アテーナイ人とテスピアイ人を率いてサルドーへと向かったものであり、イオーン人がアテーナイから出航する一世代前には、アウテシオーンの子であるテーバイ人テーラースが、ラケダイモーン人と、ペラスゴス人によってレームノスから追放されたミニュアース人たちを、現在はそのテーラースにちなんで、かつてはカッリステーと呼ばれていた島へと導いたからである。
§7.2.3τρίτον δὲ τότε οἱ Κόδρου παῖδες ἐπετάχθησαν Ἴωσιν ἄρχοντες, οὐδέν σφισι γένους τοῦ Ἴωνος μετόν, ἀλλὰ Μεσσήνιοι μὲν τῶν ἐκ Πύλου τὰ πρὸς Κόδρου καὶ Μελάνθου, Ἀθηναῖοι δὲ ὄντες τὰ πρὸς μητρός.
そして三番目として、その時コドロスの子らがイオーン人たちの指導者として任命されたが、彼らにはイオーンの血統は何の関わりもなかった。 彼らはコドロスとメラントスの側からはピュロス出身のメッセーニア人であり、母方からはアテーナイ人であったのである。
Ἴωσι δὲ τοῦ στόλου μετασχόντες ἦσαν οἵδε Ἑλλήνων, Θηβαῖοί τε οἱ ὁμοῦ Φιλώτᾳ γεγονότι ἀπογόνῳ Πηνέλεω καὶ Ὀρχομένιοι Μινύαι συγγενείᾳ τῶν Κόδρου παίδων·
イオーン人とともに船団に参加したギリシア人は以下の人々であった。 ペーネレオースの子孫であるピロータースとともに加わったテーバイ人、およびコドロスの子らとの親族関係ゆえに参加したオルコメノスのミニュアース人たち。
§7.2.4μετέσχον δὲ καὶ Φωκεῖς οἱ ἄλλοι πλὴν Δελφῶν καὶ Ἄβαντες ἐξ Εὐβοίας.
また、デルポイ人を除く他のポーキス人たちや、エウボイアからのアバンテス人も参加した。
τοῖς δὲ Φωκεῦσι Φιλογένης καὶ Δάμων οἱ Εὐκτήμονος Ἀθηναῖοι ναῦς τε διδόασιν ἐς τὸν πλοῦν καὶ αὐτοί σφισιν ἐς τὴν ἀποικίαν ἐγένοντο ἡγεμόνες·
ポーキス人に対しては、エウクテーモーンの子であるアテーナイ人ピロゲネースとダモーンが航海のための船を提供し、彼ら自身がその植民の指導者となった。
ὡς δὲ ταῖς ναυσὶν ἐς τὴν Ἀσίαν κατῆραν, ἐπʼ ἄλλην ἐτρέποντο ἄλλοι τῶν ἐπὶ θαλάσσῃ πόλεων, Νειλεὺς δὲ καὶ ἡ σὺν αὐτῷ μοῖρα ἐς Μίλητον.
彼らが船でアジアに到着すると、別々の人々が沿岸の別々の都市へと向かい、ネイレイオスと彼に伴う一派はミーレトスへと向かった。
§7.2.5Μιλήσιοι δὲ αὐτοὶ τοιάδε τὰ ἀρχαιότατά σφισιν εἶναι λέγουσιν·
ミーレトス人自身は、彼らの最も古い歴史は以下のようであると語っている。
ἐπὶ γενεὰς μὲν δύο Ἀνακτορίαν καλεῖσθαι τὴν γῆν Ἄνακτός τε αὐτόχθονος καὶ Ἀστερίου βασιλεύοντος τοῦ Ἄνακτος, Μιλήτου δὲ κατάραντος στόλῳ Κρητῶν ἥ τε γῆ τὸ ὄνομα μετέβαλεν ἀπὸ τοῦ Μιλήτου καὶ ἡ πόλις.
二世代にわたり、土着のアナクスと、そのアナクスの子アステリオスが統治していた間は、この土地はアナクトリアと呼ばれていた。 しかしミーレトスがクレタ人の船団を率いて上陸すると、土地も都市もそのミーレトスにちなんで名を変えた。
ἀφίκετο δὲ ἐκ Κρήτης ὁ Μίλητος καὶ ὁ σὺν αὐτῷ στρατὸς Μίνω τὸν Εὐρώπης φεύγοντες, οἱ δὲ Κᾶρες οἱ πρότερον νεμόμενοι τὴν χώραν σύνοικοι τοῖς Κρησὶν ἐγένοντο·
ミーレトスと彼に従う軍勢は、エウローペーの子ミーノースを逃れてクレタからやって来たのであり、以前からその地方を治めていたカリア人たちは、クレタ人との共住者となった。
§7.2.6τότε δὲ ὡς ἐκράτησαν τῶν ἀρχαίων Μιλησίων οἱ Ἴωνες, τὸ μὲν γένος πᾶν τὸ ἄρσεν ἀπέκτειναν πλὴν ὅσοι τῆς πόλεως ἁλισκομένης ἐκδιδράσκουσι, γυναῖκας δὲ καὶ θυγατέρας τὰς ἐκείνων γαμοῦσι.
しかしその時、イオーン人たちが古代のミーレトス人たちを打ち負かすと、都市が陥落する際に逃亡した者たちを除くすべての男性を殺害し、彼らの妻や娘たちを妻とした。
τοῦ δὲ Νειλέως ὁ τάφος ἰόντων ἐς Διδύμους ἐστὶν οὐ πόρρω τῶν πυλῶν ἐν ἀριστερᾷ τῆς ὁδοῦ·
ネイレイオスの墓は、ディデュマへ行く途中にあり、門から遠くない道路の左側にある。
τὸ δὲ ἱερὸν τὸ ἐν Διδύμοις τοῦ Ἀπόλλωνος καὶ τὸ μαντεῖόν ἐστιν ἀρχαιότερον ἢ κατὰ τὴν Ἰώνων ἐσοίκησιν, πολλῷ δὲ πρεσβύτερα ἔτι ἢ κατὰ Ἴωνας τὰ ἐς τὴν Ἄρτεμιν τὴν Ἐφεσίαν ἐστίν.
ディデュマにあるアポローンの神殿と神託所は、イオーン人の定住よりも古く、エペソスのアルテミスに関することは、イオーン人の時代よりもさらにはるかに古いものである。