§6.26.1θέατρον δὲ ἀρχαῖον, μεταξὺ τῆς ἀγορᾶς καὶ τοῦ Μηνίου τὸ θέατρόν τε καὶ ἱερόν ἐστι Διονύσου·
劇場は古いものであり、広場とメニオス川の間にその劇場と、ディオニュソスの聖域がある。
τέχνη τὸ ἄγαλμα Πραξιτέλους, θεῶν δὲ ἐν τοῖς μάλιστα Διόνυσον σέβουσιν Ἠλεῖοι καὶ τὸν θεόν σφισιν ἐπιφοιτᾶν ἐς τῶν Θυίων τὴν ἑορτὴν λέγουσιν.
神像はプラクシテレスの作であり、神々のうちでエリース人はディオニュソスを何よりも崇拝しており、その神がテュイアの祭りに彼らのもとを訪れると言っている。
ἀπέχει μέν γε τῆς πόλεως ὅσον τε ὀκτὼ στάδια ἔνθα τὴν ἑορτὴν ἄγουσι Θυῖα ὀνομάζοντες·
彼らがテュイアと呼んで祭りを執り行う場所は、市からおよそ八スタディオン離れている。
λέβητας δὲ ἀριθμὸν τρεῖς ἐς οἴκημα ἐσκομίσαντες οἱ ἱερεῖς κατατίθενται κενούς, παρόντων καὶ τῶν ἀστῶν καὶ ξένων, εἰ τύχοιεν ἐπιδημοῦντες·
神官たちは、合計三つの釜を空のまま建物の中に運び入れて置き、それには市民や、たまたま滞在している外国人も立ち会う。
σφραγῖδας δὲ αὐτοί τε οἱ ἱερεῖς καὶ τῶν ἄλλων ὅσοις ἂν κατὰ γνώμην ᾖ ταῖς θύραις τοῦ οἰκήματος ἐπιβάλλουσιν, ἐς δὲ τὴν ἐπιοῦσαν τά τε §6.26.2σημεῖα ἐπιγνῶναι πάρεστί σφισι καὶ ἐσελθόντες ἐς τὸ οἴκημα εὑρίσκουσιν οἴνου πεπλησμένους τοὺς λέβητας.
神官たち自身と、望む他の人々は誰でも、建物の扉に封印を施し、そして翌日に彼らはその封印を確認し、建物に入ると、釜がワインで満ちているのを見出す。
ταῦτα Ἠλείων τε οἱ δοκιμώτατοι ἄνδρες, σὺν αὐτοῖς δὲ καὶ ξένοι κατώμνυντο ἔχειν κατὰ τὰ εἰρημένα, ἐπεὶ αὐτός γε οὐκ ἐς καιρὸν ἀφικόμην τῆς ἑορτῆς·
このことをエリース人の最も信頼できる男たち、そして彼らとともに外国人も、言われた通りであると誓って証言していた。 というのも、私自身は祭りの時期に間に合わなかったからである。
λέγουσι δὲ καὶ Ἄνδριοι παρὰ ἔτος σφίσιν ἐς τοῦ Διονύσου τὴν ἑορτὴν ῥεῖν οἶνον αὐτόματον ἐκ τοῦ ἱεροῦ.
またアンドロス人も、二年ごとにディオニュソスの祭りに、神殿から自動的にワインが流れると言っている。
εἰ πιστεύειν χρὴ ταῦτα Ἕλλησιν, ἀποδέχοιτο ἄν τις τῷ λόγῳ γε τῷ αὐτῷ καὶ ὅσα Αἰθίοπες οἱ ὑπὲρ Συήνης ἐς τοῦ ἡλίου τὴν τράπεζαν λέγουσιν.
もしこれらのことをギリシア人に信じるべきであるならば、同じ論理によって、スエネの上方に住むエチオピア人が太陽の食卓について言っていることも、受け入れられるであろう。
§6.26.3ἐν ἀκροπόλει δὲ τῇ Ἠλείων ἐστὶν ἱερὸν Ἀθηνᾶς· ἐλέφαντος δὲ τὸ ἄγαλμα καὶ χρυσοῦ.
エリースの不落の城にはアテーナーの神殿があり、その像は象牙と金でできている。
εἶναι μὲν δὴ Φειδίου φασὶν αὐτήν, πεποίηται δὲ ἀλεκτρυὼν ἐπὶ τῷ κράνει, ὅτι οὗτοι προχειρότατα ἔχουσιν ἐς μάχας οἱ ἀλεκτρυόνες·
彼らはこれがペイディアスの作であると言っており、兜の上には雄鶏が作られている。
δύναιτο δʼ ἂν καὶ Ἀθηνᾶς τῆς Ἐργάνης ἱερὸς ὁ ὄρνις νομίζεσθαι.
これは、これらの雄鶏が戦いに対して極めて用意が整っているからであるが、あるいはこの鳥が、技術の女神アテーナーの聖鳥とみなされることもあり得よう。
§6.26.4Κυλλήνη δὲ σταδίους μὲν εἴκοσιν Ἤλιδος καὶ ἑκατὸν ἀφέστηκε, κεῖται δὲ τετραμμένη τε πρὸς Σικελίαν καὶ ὅρμον παρεχομένη ναυσὶν ἐπιτήδειον·
キュレーネはエリースから百二十スタディオン離れており、シチリアの方を向いて位置し、船に適した港を提供している。
ἐπίνειον δὲ οὖσα Ἠλείων ἀπὸ ἀνδρὸς Ἀρκάδος τὸ ὄνομα εἴληφε.
エリース人の港として、この地はアルカディアの男にちなんで名を得た。
Κυλλήνης δὲ ἐν μὲν Ἠλείων καταλόγῳ λόγον οὐδένα Ὅμηρος ἐποιήσατο, ἐν δὲ ἔπεσι τοῖς ὕστερον δεδήλωκεν ὡς πόλισμα οὖσαν καὶ τὴν Κυλλήνην ἐπίσταται·
キュレーネについて、ホーメーロスはエリースの軍船目録の中では全く言及しなかったが、後述の詩の中では、それが小さな町であることを明らかにしており、キュレーネを知っている。
§6.26.5"
Πουλυδάμας δʼ Ὦτον Κυλλήνιον ἐξενάριξεν,
Φυλείδεω ἕταρον, μεγαθύμων ἀρχὸν Ἐπειῶν.
"ポリュダマースは、偉大なるエペイオス人の指揮官、ピュレウスの子の戦友であるキュレーネのオートスを討ち取った。
"
θεῶν δὲ ἱερὰ ἐν Κυλλήνῃ Ἀσκληπιοῦ, τὸ δὲ Ἀφροδίτης ἐστί·
"キュレーネにはアスクレピオスの神殿、またアプロディーテーの神殿がある。
τοῦ Ἑρμοῦ δὲ τὸ ἄγαλμα, ὃν οἱ ταύτῃ περισσῶς σέβουσιν, ὀρθόν ἐστιν αἰδοῖον ἐπὶ τοῦ βάθρου.
この地の人々がとりわけ崇拝しているヘルメースの像は、台座の上に直立した陽物である。
§6.26.6ἡ δὲ Ἠλεία χώρα τά τε ἄλλα ἐστὶν ἐς καρποὺς καὶ τὴν βύσσον οὐχ ἥκιστα ἐκτρέφειν ἀγαθή.
エリース地方は作物が豊かであり、とりわけ極細亜麻を育てるのに適している。
τὴν μὲν δὴ κανναβίδα καὶ λίνον καὶ τὴν βύσσον σπείρουσιν ὅσοις ἡ γῆ τρέφειν ἐστὶν ἐπιτήδειος·
麻、亜麻、そして極細亜麻は、土地がそれらを育てるのに適している人々が種を蒔く。
οἱ μίτοι δέ, ἀφʼ ὧν τὰς ἐσθῆτας ποιοῦσιν οἱ Σῆρες, ἀπὸ οὐδενὸς φλοιοῦ, τρόπον δὲ ἕτερον γίνονται τοιόνδε.
セーレス人が衣服を作るための糸は、いかなる樹皮からでもなく、次のような別の方法で生じる。
ἔστιν ἐν τῇ γῇ ζωύφιόν σφισιν, ὃν σῆρα καλοῦσιν Ἕλληνες, ὑπὸ δὲ αὐτῶν Σηρῶν ἄλλο πού τι καὶ οὐ σὴρ ὀνομάζεται·
彼らの土地には、ギリシア人がセールと呼ぶ虫がいるが、セーレス人自身は別の名前で呼んでおり、セールとは呼んでいない。
§6.26.7μέγεθος μέν ἐστιν αὐτοῦ διπλάσιον ἢ κανθάρων ὁ μέγιστος, τὰ δὲ ἄλλα εἴκασται τοῖς ἀράχναις, οἳ ὑπὸ τοῖς δένδρεσιν ὑφαίνουσι, καὶ δὴ καὶ πόδας ἀριθμὸν ὀκτὼ κατὰ ταὐτὰ ἔχει τοῖς ἀράχναις.
その大きさは、最大の甲虫の二倍であり、他の点では木の下で糸を紡ぎ蜘蛛に似ており、脚の数も蜘蛛と同じく八本である。
ταῦτα τὰ ζῷα τρέφουσιν οἱ Σῆρες οἴκους κατασκευασάμενοι χειμῶνός τε καὶ θέρους ὥρᾳ ἐπιτηδείους·
セーレス人は、冬と夏の季節に適した部屋を造って、これらの動物を育てる。
τὸ δὲ ἔργον τῶν ζῴων κλῶσμα εὑρίσκεται λεπτὸν τοῖς ποσὶν αὐτῶν περιειλιγμένον.
この動物の作り出すものは、彼らの足に巻き付いている細い糸として見出される。
§6.26.8τρέφουσι δὲ αὐτὰ ἐπὶ μὲν τέσσαρα ἔτη παρέχοντες τροφήν σφισιν ἔλυμον, πέμπτῳ δὲ—οὐ γὰρ πρόσω βιωσόμενα ἴσασι—κάλαμον διδόασιν ἐσθίειν χλωρόν·
彼らはこれらを、キビを餌として与えながら四年間育て、五年目には――というのも、それ以上長くは生きられないことを知っているからであるが――緑の葦を食べるために与える。
ἡ δέ ἐστιν ἡδίστη τροφὴ πασῶν τῷ ζῴῳ, καὶ ἐμφορηθὲν τοῦ καλάμου ῥήγνυταί τε ὑπὸ πλησμονῆς καὶ ἀποθανόντος οὕτω τὸ πολὺ τῆς ἁρπεδόνης εὑρίσκουσιν ἔνδον.
これがこの動物にとってすべての食べ物のうちで最も好むものであり、葦を満腹になるまで食べると、満腹のために破裂し、死んだのちにそのようにして多くの糸が体内に見出される。
γινώσκεται δὲ ἡ Σηρία νῆσος ἐν μυχῷ θαλάσσης κειμένη τῆς Ἐρυθρᾶς.
セーリア島は、紅海の奥深くに位置していることが知られている。
§6.26.9ἤκουσα δὲ καὶ ὡς οὐχ ἡ Ἐρυθρά, ποταμὸς δὲ ὃν Σῆρα ὀνομάζουσιν, οὗτός ἐστιν ὁ ποιῶν νῆσον αὐτήν, ὥσπερ καὶ Αἰγύπτου τὸ Δέλτα ὑπὸ τοῦ Νείλου καὶ οὐχ ὑπὸ μιᾶς περιέχεσθαι θαλάσσης·
しかし私は、紅海ではなく、彼らがセールと呼ぶ川がこの島を造り出しているのであり、ちょうどエジプトのデルタがナイル川によって囲まれていて、単一の海に囲まれているのではないのと同様であるということも聞いた。
τοιαύτην ἑτέραν καὶ τὴν Σηρίαν νῆσον εἶναι.
セーリア島もまた、そのようなもう一つの島であるというのである。
οὗτοι μὲν δὴ τοῦ Αἰθιόπων γένους αὐτοί τέ εἰσιν οἱ Σῆρες καὶ ὅσοι τὰς προσεχεῖς αὐτῇ νέμονται νήσους, Ἄβασαν καὶ Σακαίαν· οἱ δὲ αὐτοὺς οὐκ Αἰθίοπας, Σκύθας δὲ ἀναμεμιγμένους Ἰνδοῖς φασὶν εἶναι.
これらのセーレス人自身、および隣接する島々、アバサやサカイアに住む人々はエチオピア人種であるが、彼らをエチオピア人ではなく、インド人と混ざったスキタイ人であると言う人々もいる。
§6.26.10ταῦτα μὲν δὴ οὕτω λέγεται·
これらはそのように言われている。
ἀνδρὶ δὲ ἐς Ἀχαΐαν ἰόντι ἐξ Ἤλιδος ἑπτὰ καὶ πεντήκοντα στάδιοι καὶ ἑκατὸν ἐπὶ ποταμόν εἰσι Λάρισον, καὶ Ἠλείοις ὅροι πρὸς Ἀχαιοὺς τῆς χώρας ὁ ποταμός ἐστιν ἐφʼ ἡμῶν ὁ Λάρισος·
エリースからアカイアへ行く者にとって、百五十七スタディオンでラリソス川に達し、エリース人とアカイア人の土地の境界は、私たちの時代にはラリソス川である。
τὰ δὲ ἔτι ἀρχαιότερα ἄκρα σφίσι πρὸς θαλάσσῃ ὅρος ἦν ὁ Ἄραξος.
しかし、さらに古い時代には、彼らにとっての境界は海に臨むアラクソス岬であった。