§6.20.1τὸ δὲ ὄρος τὸ Κρόνιον κατὰ τὰ ἤδη λελεγμένα μοι παρὰ τὴν κρηπῖδα καὶ τοὺς ἐπʼ αὐτῇ παρήκει θησαυρούς.
クロニオンの山は、私がすでに述べたように、基壇と、その上にある宝庫に沿って伸びている。
ἐπὶ δὲ τοῦ ὄρους τῇ κορυφῇ θύουσιν οἱ Βασίλαι καλούμενοι τῷ Κρόνῳ κατὰ ἰσημερίαν τὴν ἐν τῷ ἦρι, Ἐλαφίῳ μηνὶ παρὰ Ἠλείοις.
そして山の頂上では、バシライと呼ばれる人々が、エリースの人々にとってのエラピオス月にあたる春分の日に、クロノスに犠牲を捧げる。
§6.20.2ἐν δὲ τοῖς πέρασι τοῦ Κρονίου κατὰ τὸ πρὸς τὴν ἄρκτον ἔστιν ἐν μέσῳ τῶν θησαυρῶν καὶ τοῦ ὄρους ἱερὸν Εἰλειθυίας, ἐν δὲ αὐτῷ Σωσίπολις Ἠλείοις ἐπιχώριος δαίμων ἔχει τιμάς.
クロニオン山の端の、北に向かう側には、宝庫と山の中間にエイレイテュイアの神殿があり、その中では、エリースの人々にとって地元の神であるソシポリスが崇拝されている。
τὴν μὲν δὴ Εἰλείθυιαν ἐπονομάζοντες Ὀλυμπίαν, ἱερασομένην αἱροῦνται τῇ θεῷ κατὰ ἔτος ἕκαστον·
彼らはエイレイテュイアをオリンピアと呼び、この女神のために毎年、女の神官となる者を一人選ぶ。
ἡ δὲ πρεσβῦτις ἡ θεραπεύουσα τὸν Σωσίπολιν νόμῳ τε ἁγιστεύει τῷ Ἠλείων καὶ αὐτὴ λουτρά τε ἐσφέρει τῷ θεῷ καὶ μάζας κατατίθησιν αὐτῷ μεμαγμένας μέλιτι.
そして、ソシポリスに仕える老女は、エリースの人々の法に従って潔めの儀式を行い、彼女自身が神に沐浴の水を運び、蜂蜜で練った麦餅を神のために供える。
§6.20.3ἐν μὲν δὴ τῷ ἔμπροσθεν τοῦ ναοῦ—διπλοῦς γὰρ δὴ πεποίηται—τῆς τε Εἰλειθυίας βωμὸς καὶ ἔσοδος ἐς αὐτό ἐστιν ἀνθρώποις·
神殿の前部には――神殿は二重に作られているのであるが――エイレイテュイアの祭壇があり、人々がそこに入る入り口がある。
ἐν δὲ τῷ ἐντὸς ὁ Σωσίπολις ἔχει τιμάς, καὶ ἐς αὐτὸ ἔσοδος οὐκ ἔστι πλὴν τῇ θεραπευούσῃ τὸν θεὸν ἐπὶ τὴν κεφαλὴν καὶ τὸ πρόσωπον ἐφειλκυσμένῃ ὕφος λευκόν·
しかし奥の部分ではソシポリスが崇拝されており、そこへ入ることは、頭と顔に白いヴェールを引き下ろした、神に仕える女性以外には許されない。
παρθένοι δὲ ἐν τῷ τῆς Εἰλειθυίας ὑπομένουσαι καὶ γυναῖκες ὕμνον ᾄδουσι, καθαγίζουςαι δὲ καὶ θυμιάματα παντοῖα αὐτῷ ἐπισπένδειν οὐ νομίζουσιν οἶνον.
エイレイテュイアの神殿の中に残る処女たちや女性たちは、賛歌を歌い、彼にあらゆる種類の香を捧げて清めるが、酒を注ぎかけることは習慣としていない。
καὶ ὅρκος παρὰ τῷ Σωσιπόλιδι ἐπὶ μεγίστοις καθέστηκεν.
また、ソシポリスのそばでの誓いは、きわめて重大な事柄において執り行われる。
§6.20.4λέγεται δὲ καὶ Ἀρκάδων ἐς τὴν Ἠλείαν ἐσβεβληκότων στρατιᾷ καὶ τῶν Ἠλείων σφίσιν ἀντικαθημένων γυναῖκα ἀφικομένην παρὰ τῶν Ἠλείων τοὺς στρατηγούς, νήπιον παῖδα ἔχουσαν ἐπὶ τῷ μαστῷ, λέγειν ὡς τέκοι μὲν αὐτὴ τὸν παῖδα, διδοίη δὲ ἐξ ὀνειράτων συμμαχήσοντα Ἠλείοις.
アルカディア人が軍勢を率いてエリースの地に侵入し、エリース人が彼らに対峙して陣を敷いていた時、エリースの将軍たちのもとに、乳房に乳児を抱いた女性がやってきて、自分はその子を産んだのであるが、夢のお告げに従ってエリース人のために戦う同盟者として彼を引き渡す、と言ったと伝えられている。
οἱ δὲ ἐν ταῖς ἀρχαῖς—πιστὰ γὰρ τὴν ἄνθρωπον ἡγοῦντο εἰρηκέναι—τιθέασι τὸ παιδίον πρὸ τοῦ στρατεύματος γυμνόν.
当局者たちは――その女性が真実を語っていると考えたので――赤子を裸にして軍勢の前に置いた。
§6.20.5ἐπῄεσάν τε δὴ οἱ Ἀρκάδες καὶ τὸ παιδίον ἐνταῦθα ἤδη δράκων ἦν·
アルカディア人が進軍してくると、その時まさに、赤子はすでに蛇になっていた。
ταραχθεῖσι δὲ ἐπὶ τῷ θεάματι τοῖς Ἀρκάσι καὶ ἐνδοῦσιν ἐς φυγὴν ἐπέκειντο οἱ Ἠλεῖοι, καὶ νίκην τε ἐπιφανεστάτην ἀνείλοντο καὶ ὄνομα τῷ θεῷ τίθενται Σωσίπολιν.
この光景に混乱し、背を向けて逃走するアルカディア人にエリース人が襲いかかり、きわめて輝かしい勝利を収め、その神にソシポリスという名を与えた。
ἔνθα δέ σφισιν ὁ δράκων ἔδοξεν ἐσδῦναι μετὰ τὴν μάχην, τὸ ἱερὸν ἐποίησαν ἐνταῦθα·
そして、戦いの後に蛇が地面に潜り込んだと彼らに思われた場所に、彼らは神殿を建てた。
σὺν δὲ αὐτῷ σέβεσθαι καὶ τὴν Εἰλείθυιαν ἐνόμισαν, ὅτι τὸν παῖδά σφισιν ἡ θεὸς αὕτη προήγαγεν ἐς ἀνθρώπους.
また彼らは、エイレイテュイアをも彼とともに崇拝することとした。 なぜなら、この女神こそがその赤子を彼らのために人間の世界へともたらしたからである。
§6.20.6τοῖς δὲ τῶν Ἀρκάδων ἀποθανοῦσιν ἐν τῇ μάχῃ ἐστὶ τὸ μνῆμα ἐπὶ τοῦ λόφου διαβάντων τὸν Κλάδεον ὡς ἐπὶ ἡλίου δυσμάς.
戦いで死んだアルカディア人の墓は、クラデオス川を渡って西の方角へ進んだ丘の上にある。
πλησίον δὲ τῆς Εἰλειθυίας ἐρείπια Ἀφροδίτης Οὐρανίας ἱεροῦ λείπεται, θύουσι δὲ καὶ αὐτόθι ἐπὶ τῶν βωμῶν.
エイレイテュイアの神殿の近くには、アプロディテ・ウラニアの神殿の遺構が残っており、そこでも祭壇の上で犠牲が捧げられている。
§6.20.7ἔστι δὲ ἐντὸς τῆς Ἄλτεως κατὰ τὴν πομπικὴν ἔσοδον Ἱπποδάμειον καλούμενον, ὅσον πλέθρου χωρίον περιεχόμενον θριγκῷ·
アルティスの内部で、行列の入り口のあたりには、ヒッポダメイオと呼ばれる、石塀で囲まれた約1プレトロンの広さの場所がある。
ἐς τοῦτο ἅπαξ κατὰ ἔτος ἕκαστον ἔστι ταῖς γυναιξὶν ἔσοδος, αἳ θύουσι τῇ Ἱπποδαμείᾳ καὶ ἄλλα ἐς τιμὴν δρῶσιν αὐτῆς.
ここには年に一度だけ、女性たちが立ち入ることができ、彼女たちはヒッポダメイアに犠牲を捧げ、その栄誉のために他の儀式を執り行う。
τὴν δὲ Ἱπποδάμειάν φασιν ἐς Μιδέαν τὴν ἐν τῇ Ἀργολίδι ἀποχωρῆσαι, ἅτε τοῦ Πέλοπος ἐπὶ τῷ Χρυσίππου θανάτῳ μάλιστα ἐς ἐκείνην ἔχοντος τὴν ὀργήν·
ヒッポダメイアはアルゴリスのミデアへと退いたと言われているが、それはペロプスがクリュシッポスの死の件で、彼女に対して特に激しい怒りを抱いていたからである。
αὐτοὶ δὲ ὕστερον ἐκ μαντείας κομίσαι φασὶ τῆς Ἱπποδαμείας τὰ ὀστᾶ ἐν Ὀλυμπίᾳ.
しかし、彼ら自身は、後にお告げに従って、ヒッポダメイアの遺骨をオリンピアへと持ち帰ったと言っている。