Humanitext Reader

パウサニアス · ギリシア案内記 §6.19.8-6.19.15

エピダムノス人やメガラ人などの宝庫と奉納品

247 / 465 箇所 · ギリシア語

要旨

パウサニアスはオリンピアのアルティスにあるエピダムノス、シバリス、キュレネ、セリヌス、メタポントン、メガラ、ゲラの各宝庫とその奉納品について解説し、各都市の歴史的変遷や製作者について言及する。

§6.19.8ὁ δὲ τρίτος τῶν θησαυρῶν καὶ ὁ τέταρτος ἀνάθημά ἐστιν Ἐπιδαμνίων ἔχει μὲν πόλον ἀνεχόμενον ὑπὸ Ἄτλαντος, ἔχει δὲ Ἡρακλέα καὶ δένδρον τὸ παρὰ Ἑσπερίσι, τὴν μηλέαν, καὶ περιειλιγμένον τῇ μηλέᾳ τὸν δράκοντα, κέδρου μὲν καὶ ταῦτα, Θεοκλέους δὲ ἔργα τοῦ Ἡγύλου·
ὁ δὲ τρίτος τῶν θησαυρῶν καὶ ὁ τέταρτος ἀνάθημά ἐστιν Ἐπιδαμνίων 第3および第4の宝庫はエピダムノス人の奉納物であり、アトラスに支えられた天球を擁し、またヘラクレス、ヘスペリデスの園のリンゴの木、およびそのリンゴの木に巻き付いた蛇を擁している。 これらもまたイトスギで作られており、ヘギュロスの子テオクレスの作品である。
ποιῆσαι δὲ αὐτὸν ὁμοῦ τῷ παιδί φησι τὰ ἐπὶ τοῦ πόλου γράμματα.
天球の上の文字は、彼がその息子と共にこれらを作ったと伝えている。
αἱ δὲ Ἑσπερίδες —μετεκινήθησαν γὰρ ὑπὸ Ἠλείων—αὗται μὲν ἔτι καὶ ἐς ἐμὲ ἦσαν ἐν τῷ Ἡραίῳ·
ヘスペリデスたちについては――エリース人によって移動されたのであるが――、これらは私の時代にもまだヘラ神殿にあった。
τὸν δὲ θησαυρὸν τοῖς Ἐπιδαμνίοις Πύρρος καὶ οἱ παῖδες Λακράτης τε καὶ Ἕρμων ἐποίησαν.
一方、エピダムノス人のためのこの宝庫は、ピュロスとその息子ラクラテスおよびヘルモンが建てたものである。
§6.19.9ᾠκοδόμησαν δὲ καὶ Συβαρῖται θησαυρὸν ἐχόμενον τοῦ Βυζαντίων·
ᾠκοδόμησαν δὲ καὶ Συβαρῖται θησαυρὸν ἐχόμενον τοῦ Βυζαντίων· シバリス人もまた、ビザンティオン人の宝庫に隣接して宝庫を建てた。
ὁπόσοι δὲ περὶ Ἰταλίας καὶ πόλεων ἐπολυπραγμόνησαν τῶν ἐν αὐτῇ, Λουπίας φασὶ κειμένην Βρεντεσίου τε μεταξὺ καὶ Ὑδροῦντος μεταβεβληκέναι τὸ ὄνομα, Σύβαριν οὖσαν τὸ ἀρχαῖον·
イタリアと、その地にある都市について詳しく調べた人々は、ブレンテシオンとヒドロウスの間に位置するルピアが、古くはシバリスという名であったのがその名を変えたのだと言う。
ὁ δὲ ὅρμος ταῖς ναυσὶ χειροποίητος καὶ Ἀδριανοῦ βασιλέως ἐστὶν ἔργον.
その船のための港は人工のもので、ハドリアヌス皇帝の事業である。
§6.19.10πρὸς δὲ τῷ Συβαριτῶν Λιβύων ἐστὶ τῶν ἐν Κυρήνῃ θησαυρός·
πρὸς δὲ τῷ Συβαριτῶν Λιβύων ἐστὶ τῶν ἐν Κυρήνῃ θησαυρός· シバリス人の宝庫の隣には、キュレネのリビア人の宝庫がある。
κεῖνται δὲ βασιλεῖς ἐν αὐτῷ Ῥωμαίων.
その中にはローマの皇帝たちの像が置かれている。
Σικελιώτας δὲ Σελινουντίους ἀνέστησαν μὲν Καρχηδόνιοι πολέμῳ· πρὶν δὲ ἢ τὴν συμφορὰν γενέσθαι σφίσι, θησαυρὸν τῷ ἐν Ὀλυμπίᾳ Διὶ ἐποίησαν.
シケリアのセリヌス人については、カルタゴ人が戦争によって彼らを立ち退かせたが、彼らは自分たちにその災難が降りかかる前に、オリンピアのゼウスのために宝庫を建てていた。
Διόνυσος δέ ἐστιν ἐνταῦθα πρόσωπον καὶ ἄκρους πόδας καὶ τὰς χεῖρας ἐλέφαντος εἰργασμένος.
そこには、顔と手足の先が象牙で作られたディオニュソス像がある。
§6.19.11ἐν δὲ τῷ Μεταποντίνων θησαυρῷ—προσεχὴς γὰρ τῷ Σελινουντίων ἐστὶν οὗτος—ἐν τούτῳ πεποιημένος ἐστὶν Ἐνδυμίων·
ἐν δὲ τῷ Μεταποντίνων θησαυρῷ— メταポントン人の宝庫の中には――これはセリヌス人の宝庫に隣接しているが――、エンデュミオンの像が作られている。
πλὴν δὲ ἐσθῆτός ἐστι τὰ λοιπὰ καὶ τῷ Ἐνδυμίωνι ἐλέφαντος.
衣を除いて、エンデュミオンの他の部分も象牙でできている。
Μεταποντίνους δὲ ἥτις μὲν ἐπέλαβεν ἀπολέσθαι πρόφασις, οὐκ οἶδα·
メタポントン人に滅亡をもたらした原因が何であるかは私にはわからない。
ἐπʼ ἐμοῦ δὲ ὅτι μὴ θέατρον καὶ περίβολοι τείχους ἄλλο ἐλείπετο οὐδὲν Μεταποντίου.
しかし、私の時代には、劇場と城壁の囲い以外にはメタポントンのものは何も残っていなかった。
§6.19.12Μεγαρεῖς δὲ οἱ πρὸς τῇ Ἀττικῇ θησαυρόν τε ᾠκοδομήσαντο καὶ ἀναθήματα ἀνέθεσαν ἐς τὸν θησαυρὸν κέδρου ζῴδια χρυσῷ διηνθισμένα, τὴν πρὸς Ἀχελῷον Ἡρακλέους μάχην·
Μεγαρεῖς δὲ οἱ πρὸς τῇ Ἀττικῇ アッティカに隣接するメガラ人は、宝庫を建て、その宝庫の中に、金で装飾を施したイトスギの小像、すなわちアケロオスとヘラクレスの戦いを奉納した。
Ζεὺς δὲ ἐνταῦθα καὶ ἡ Δηιάνειρα καὶ Ἀχελῷος καὶ Ἡρακλῆς ἐστιν, Ἄρης τε τῷ Ἀχελῴῳ βοηθῶν.
そこにはゼウス、デイアネイラ、アケロオス、ヘラクレスがおり、アケロオスを助けるアレスもいる。
εἱστήκει δὲ καὶ Ἀθηνᾶς ἄγαλμα ἅτε οὖσα τῷ Ἡρακλεῖ σύμμαχος·
また、ヘラクレスの同盟者としてのアテナの像も立っていた。
αὕτη παρὰ τὰς Ἑσπερίδας ἀνάκειται νῦν τὰς ἐν τῷ Ἡραίῳ.
このアテナ像は、現在はヘラ神殿のヘスペリデス像の傍らに奉納されている。
§6.19.13τοῦ θησαυροῦ δὲ ἐπείργασται τῷ ἀετῷ ὁ γιγάντων καὶ θεῶν πόλεμος·
τοῦ θησαυροῦ δὲ ἐπείργασται τῷ ἀετῷ ὁ γιγάντων καὶ θεῶν πόλεμος· 宝庫の破風には、ギガスたちと神々の戦いが浮き彫りで施されている。
ἀνάκειται δὲ καὶ ἀσπὶς ὑπὲρ τοῦ ἀετοῦ, τοὺς Μεγαρέας ἀπὸ Κορινθίων ἀναθεῖναι τὸν θησαυρὸν λέγουσα.
また破風の上には盾も奉納されており、メガラ人がコリントス人から得た戦利品によってこの宝庫を建てたことを伝えている。
ταύτην Μεγαρεῦσιν ἡγοῦμαι τὴν νίκην Ἀθήνῃσιν ἄρχοντος γενέσθαι Φόρβαντος, ἄρχοντος δὲ διὰ τοῦ αὑτοῦ βίου παντός·
メガラ人におけるこの勝利は、アテナイでフォルバスがアルコンであった時、それも生涯にわたってその職にあった時に起こったと私は考えている。
ἐνιαύσιαι γὰρ οὐκ ἦσάν πω τότε Ἀθηναίοις αἱ ἀρχαί, οὐ μὴν οὐδὲ ὑπὸ Ἠλείων ἀνεγράφοντό πω τηνικαῦτα αἱ Ὀλυμπιάδες.
というのも、当時アテナイ人にとって執政職はまだ1年任期のものではなかったからであり、またその頃はエリース人によってオリンピア期が記録されることもまだなかったからである。
§6.19.14λέγονται δὲ καὶ Ἀργεῖοι μετασχεῖν πρὸς τοὺς Κορινθίους Μεγαρεῦσι τοῦ ἔργου.
λέγονται δὲ καὶ Ἀργεῖοι アルゴス人もまた、コリントス人に対するメガラ人のこの戦闘に加担したと言われている。
τὸν δὲ ἐν Ὀλυμπίᾳ θησαυρὸν ἔτεσιν ὕστερον τῆς μάχης ἐποίησαν οἱ Μεγαρεῖς·
オリンピアの宝庫は、メガラ人が戦いの数年後に建てたものであるが、奉納物については彼らが古くから所有していたと思われる。
τὰ δὲ ἀναθήματα ἐκ παλαιοῦ σφᾶς ἔχειν εἰκός, ἅ γε ὁ Λακεδαιμόνιος †Δόντας Διποίνου καὶ Σκύλλιδος μαθητὴς ἐποίησε.
というのも、それらはラケダイモン人ドンタス(ディポイノスとスクリスの弟子)が作ったものだからである。
§6.19.15τελευταῖος δὲ τῶν θησαυρῶν πρὸς αὐτῷ μέν ἐστιν ἤδη τῷ σταδίῳ, Γελῴων δὲ ἀνάθημα τόν τε θησαυρὸν καὶ τὰ ἀγάλματα εἶναι τὰ ἐν αὐτῷ λέγει τὸ ἐπίγραμμα·
τελευταῖος δὲ τῶν θησαυρῶν 宝庫の最後は、すでにスタディオンのすぐそばにあり、ゲラ人の奉納物である。 宝庫とそこにある像が彼らの奉納物であることを銘文が伝えている。
οὐ μέντοι ἀνακείμενά γε ἔτι ἀγάλματά ἐστιν.
しかしながら、像はもはや奉納されたまま残ってはいない。

語釈・文法注

  1. 6.19.8ὁ δὲ τρίτος τῶν θησαυρῶν καὶ ὁ τέταρτος — 本文は「第3および第4の宝庫はエピダムノス人の奉納物である」となっているが、直後の6.19.9でビザンティオンの宝庫が言及されていることから、本来は第4がビザンティオンの宝庫であったと考えられ、写本の伝承に混乱が生じている可能性が高い。
  2. 6.19.8ποιῆσαι δὲ αὐτὸν ὁμοῦ τῷ παιδί φησι τὰ ἐπὶ τοῦ πόλου γράμματα — 主語は中性複数名詞の τὰ γράμματα(文字・銘文)であり、動詞 φησί は単数形であるが、中性複数主語に伴う標準的な用法である。不定詞 ποιῆσαι の意味上の主語は対格の αὐτόν(テオクレスを指す)である。
  3. 6.19.11Μεταποντίνους δὲ ἥτις μὲν ἐπέλαβεν ἀπολέσθαι πρόφασις — 先行詞 πρόφασις(原因・口実)が関係節 ἥτις ... ἐπέλαβεν の内部に取り込まれている。ἐπέλαβεν(ἐπιλαμβάνω「襲う、捕らえる」)は対格の Μεταποντίνους を目的語に取り、不定詞 ἀπολέσθαι は結果を表す(「彼らが滅びるような原因」)。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §6.19.8-6.19.15. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:6.19.8-6.19.15

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。