§6.20.1τὸ δὲ ὄρος τὸ Κρόνιον κατὰ τὰ ἤδη λελεγμένα μοι παρὰ τὴν κρηπῖδα καὶ τοὺς ἐπʼ αὐτῇ παρήκει θησαυρούς.
克罗尼翁山,正如我之前所说,沿着基坛和其上的宝库延伸。
ἐπὶ δὲ τοῦ ὄρους τῇ κορυφῇ θύουσιν οἱ Βασίλαι καλούμενοι τῷ Κρόνῳ κατὰ ἰσημερίαν τὴν ἐν τῷ ἦρι, Ἐλαφίῳ μηνὶ παρὰ Ἠλείοις.
在山顶上,被称为巴希莱的人在春分时,即伊利斯人的埃拉菲奥斯月,向克罗诺斯献祭。
§6.20.2ἐν δὲ τοῖς πέρασι τοῦ Κρονίου κατὰ τὸ πρὸς τὴν ἄρκτον ἔστιν ἐν μέσῳ τῶν θησαυρῶν καὶ τοῦ ὄρους ἱερὸν Εἰλειθυίας, ἐν δὲ αὐτῷ Σωσίπολις Ἠλείοις ἐπιχώριος δαίμων ἔχει τιμάς.
在克罗尼翁山的边缘靠北一侧,在宝库与山之间,有艾雷提亚的神殿,在其内,伊利斯人当地的神提索西波利斯享有崇敬。
τὴν μὲν δὴ Εἰλείθυιαν ἐπονομάζοντες Ὀλυμπίαν, ἱερασομένην αἱροῦνται τῇ θεῷ κατὰ ἔτος ἕκαστον· ἡ δὲ πρεσβῦτις ἡ θεραπεύουσα τὸν Σωσίπολιν νόμῳ τε ἁγιστεύει τῷ Ἠλείων καὶ αὐτὴ λουτρά τε ἐσφέρει τῷ θεῷ καὶ μάζας κατατίθησιν αὐτῷ μεμαγμένας μέλιτι.
他们称艾雷提亚为奥林匹亚,并每年选举一位女性担任该女神的女祭司;而侍奉索西波利斯的年长妇女则根据伊利斯人的法律进行圣礼,她自己为该神送去沐浴之水,并为他献上用蜂蜜调制的麦饼。
§6.20.3ἐν μὲν δὴ τῷ ἔμπροσθεν τοῦ ναοῦ—διπλοῦς γὰρ δὴ πεποίηται—τῆς τε Εἰλειθυίας βωμὸς καὶ ἔσοδος ἐς αὐτό ἐστιν ἀνθρώποις· ἐν δὲ τῷ ἐντὸς ὁ Σωσίπολις ἔχει τιμάς, καὶ ἐς αὐτὸ ἔσοδος οὐκ ἔστι πλὴν τῇ θεραπευούσῃ τὸν θεὸν ἐπὶ τὴν κεφαλὴν καὶ τὸ πρόσωπον ἐφειλκυσμένῃ ὕφος λευκόν· παρθένοι δὲ ἐν τῷ τῆς Εἰλειθυίας ὑπομένουσαι καὶ γυναῖκες ὕμνον ᾄδουσι, καθαγίζουςαι δὲ καὶ θυμιάματα παντοῖα αὐτῷ ἐπισπένδειν οὐ νομίζουσιν οἶνον.
在神殿的前半部分——因为神殿确实是建成双重的——既有艾雷提亚的祭坛,也有供人们进入的入口;但在内侧的部分,索西波利斯享有崇敬,除了用白纱蒙住头部和脸部的侍奉神的女祭司外,任何人不得进入;而在艾雷提亚神殿中等候的处女和妇女们唱着赞歌,并用各种香料进行圣化,但她们并不习惯向他献奠酒。
καὶ ὅρκος παρὰ τῷ Σωσιπόλιδι ἐπὶ μεγίστοις καθέστηκεν.
此外,在索西波利斯面前起誓是针对最重大的事务而设的。
§6.20.4λέγεται δὲ καὶ Ἀρκάδων ἐς τὴν Ἠλείαν ἐσβεβληκότων στρατιᾷ καὶ τῶν Ἠλείων σφίσιν ἀντικαθημένων γυναῖκα ἀφικομένην παρὰ τῶν Ἠλείων τοὺς στρατηγούς, νήπιον παῖδα ἔχουσαν ἐπὶ τῷ μαστῷ, λέγειν ὡς τέκοι μὲν αὐτὴ τὸν παῖδα, διδοίη δὲ ἐξ ὀνειράτων συμμαχήσοντα Ἠλείοις.
据说,当阿卡迪亚人率军入侵伊利斯,而伊利斯人与其对峙时,一个女人来到伊利斯人的将军们面前,怀里抱着一个哺乳的婴儿,说她自己生下了这个孩子,但根据梦境的启示,她将孩子送来作为盟友协助伊利斯人战斗。
οἱ δὲ ἐν ταῖς ἀρχαῖς—πιστὰ γὰρ τὴν ἄνθρωπον ἡγοῦντο εἰρηκέναι—τιθέασι τὸ παιδίον πρὸ τοῦ στρατεύματος γυμνόν.
那些当政者——因为他们相信这女人说的是实话——把赤裸的婴儿置于军队的前方。
§6.20.5ἐπῄεσάν τε δὴ οἱ Ἀρκάδες καὶ τὸ παιδίον ἐνταῦθα ἤδη δράκων ἦν· ταραχθεῖσι δὲ ἐπὶ τῷ θεάματι τοῖς Ἀρκάσι καὶ ἐνδοῦσιν ἐς φυγὴν ἐπέκειντο οἱ Ἠλεῖοι, καὶ νίκην τε ἐπιφανεστάτην ἀνείλοντο καὶ ὄνομα τῷ θεῷ τίθενται Σωσίπολιν.
阿卡迪亚人向前进攻,而此时那婴儿已经变成了一条巨蛇;阿卡迪亚人因这一景象而陷入混乱并开始逃跑,伊利斯人乘势紧追,不仅赢得了极其辉煌的胜利,还给这位神起名叫索西波利斯。
ἔνθα δέ σφισιν ὁ δράκων ἔδοξεν ἐσδῦναι μετὰ τὴν μάχην, τὸ ἱερὸν ἐποίησαν ἐνταῦθα· σὺν δὲ αὐτῷ σέβεσθαι καὶ τὴν Εἰλείθυιαν ἐνόμισαν, ὅτι τὸν παῖδά σφισιν ἡ θεὸς αὕτη προήγαγεν ἐς ἀνθρώπους.
在战斗结束后,他们认为巨蛇钻入地下的地方,便在那里建造了神殿;他们还决定与他一起崇敬艾雷提亚,因为正是这位女神为他们将这个孩子带到了人间。
§6.20.6τοῖς δὲ τῶν Ἀρκάδων ἀποθανοῦσιν ἐν τῇ μάχῃ ἐστὶ τὸ μνῆμα ἐπὶ τοῦ λόφου διαβάντων τὸν Κλάδεον ὡς ἐπὶ ἡλίου δυσμάς.
在战斗中阵亡的阿卡迪亚人的坟墓坐落在山上,越过克拉德乌斯河往日落方向去的地方。
πλησίον δὲ τῆς Εἰλειθυίας ἐρείπια Ἀφροδίτης Οὐρανίας ἱεροῦ λείπεται, θύουσι δὲ καὶ αὐτόθι ἐπὶ τῶν βωμῶν.
在艾雷提亚神殿附近,留有阿佛洛狄忒·乌拉尼亚神殿的废墟,人们在那里也于祭坛上进行献祭。
§6.20.7ἔστι δὲ ἐντὸς τῆς Ἄλτεως κατὰ τὴν πομπικὴν ἔσοδον Ἱπποδάμειον καλούμενον, ὅσον πλέθρου χωρίον περιεχόμενον θριγκῷ· ἐς τοῦτο ἅπαξ κατὰ ἔτος ἕκαστον ἔστι ταῖς γυναιξὶν ἔσοδος, αἳ θύουσι τῇ Ἱπποδαμείᾳ καὶ ἄλλα ἐς τιμὴν δρῶσιν αὐτῆς.
在阿尔提斯内部,靠近游行入口的地方,有被称为希波达墨伊翁的场所,这是一块面积约一普勒特隆并由矮墙围起的土地;每年仅有一次,妇女们获准进入这里,她们向希波达米亚献祭并举行其他敬仰她的仪式。
τὴν δὲ Ἱπποδάμειάν φασιν ἐς Μιδέαν τὴν ἐν τῇ Ἀργολίδι ἀποχωρῆσαι, ἅτε τοῦ Πέλοπος ἐπὶ τῷ Χρυσίππου θανάτῳ μάλιστα ἐς ἐκείνην ἔχοντος τὴν ὀργήν· αὐτοὶ δὲ ὕστερον ἐκ μαντείας κομίσαι φασὶ τῆς Ἱπποδαμείας τὰ ὀστᾶ ἐν Ὀλυμπίᾳ.
据说希波达米亚退隐到了阿哥利斯的米底亚,因为佩洛普斯因克律西波斯之死而对她心怀极大的愤怒;但他们自己说,后来根据神谕,他们将希波达米亚的遗骨带回并安葬在奥林匹亚。