§6.20.8ἔστι δὲ ἐπὶ τῷ πέρατι τῶν ἀγαλμάτων ἃ ἐπὶ ζημίαις ἐποιήσαντο ἀθλητῶν, ἐπὶ τούτῳ τῷ πέρατί ἐστιν ἣν Κρυπτὴν ὀνομάζουσιν ἔσοδον·
競技者たちへの罰金で建てられた像の列の端に、まさにこの端に、「クリュプテ」と呼ばれる入り口がある。
διὰ δὲ αὐτῆς τούς τε Ἑλλανοδίκας ἐσιέναι ἐς τὸ στάδιον καὶ τοὺς ἀγωνιστάς.
そして、この入り口を通ってヘラノディカイたちと競技者たちがスタディオンに入るのである。
τὸ μὲν δὴ στάδιον γῆς χῶμά ἐστι, πεποίηται δὲ ἐν αὐτῷ καθέδρα τοῖς τιθεῖσι τὸν ἀγῶνα.
スタディオンは土の盛り土であり、その中には競技を主催する者たちのための席が作られている。
ἔστι δὲ ἀπαντικρὺ τῶν Ἑλλανοδικῶν βωμὸς λίθου λευκοῦ·
ヘラノディカイの向かい側には、白い石の祭壇がある。
§6.20.9ἐπὶ τούτου καθεζομένη τοῦ βωμοῦ θεᾶται γυνὴ τὰ Ὀλύμπια, ἱέρεια Δήμητρος Χαμύνης, τιμὴν ταύτην ἄλλοτε ἄλλη λαμβάνουσα παρὰ Ἠλείων.
この祭壇の上に座って、一人の女性がオリンピア競技を観戦する。 それはデメテル・カミュネの女祭司であり、エリースの人々からこの栄誉をその時その時で異なる女性が受ける。
παρθένους δὲ οὐκ εἴργουσι θεᾶσθαι.
しかし、乙女たちが観戦することは禁じられていない。
πρὸς δὲ τοῦ σταδίου τῷ πέρατι, ᾗ τοῖς σταδιαδρόμοις ἄφεσις πεποίηται, Ἐνδυμίωνος μνῆμα ἐνταῦθα λόγῳ Ἠλείων ἐστίν.
スタディオンの端で、スタディオン走者たちのスタートラインが作られている場所に、エリース人の説によれば、エンデュミオンの墓がそこにある。
§6.20.10ὑπερβάλλοντι δὲ ἐκ τοῦ σταδίου, καθότι οἱ Ἑλλανοδίκαι καθέζονται, κατὰ τοῦτο χωρίον ἐς τῶν ἵππων ἀνειμένον τοὺς δρόμους καὶ ἡ ἄφεσίς ἐστι τῶν ἵππων.
スタディオンから、ヘラノディカイたちが座っている場所を越えて進むと、そこには馬たちの競走のために割り当てられた場所があり、また馬たちのスタート地点がある。
παρέχεται μὲν οὖν σχῆμα ἡ ἄφεσις κατὰ πρῷραν νεώς, τέτραπται δὲ αὐτῆς τὸ ἔμβολον ἐς τὸν δρόμον·
さて、このスタート地点は船の舳先のような形をしており、その衝角はコースの方を向いている。
καθότι δὲ τῇ Ἀγνάπτου στοᾷ προσεχής ἐστιν ἡ πρῷρα, κατὰ τοῦτο εὐρεῖα γίνεται, δελφὶς δὲ ἐπὶ κανόνος κατὰ ἄκρον μάλιστα τὸ ἔμβολον πεποίηται χαλκοῦς.
舳先がアグナプトスの柱廊に接している部分は、そこにおいて幅が広くなっており、そのまさに衝角の先端には、棒の上にブロンズ製のイルカが作られている。
§6.20.11ἑκατέρα μὲν δὴ πλευρὰ τῆς ἀφέσεως πλέον ἢ τετρακοσίους πόδας παρέχεται τοῦ μήκους, ᾠκοδόμηται δὲ ἐν αὐταῖς οἰκήματα·
スタート地点の両側はそれぞれ400フィート以上の長さがあり、それらの側壁には小部屋が建てられている。
ταῦτα κλήρῳ τὰ οἰκήματα διαλαγχάνουσιν οἱ ἐσιόντες ἐς τὸν ἀγῶνα τῶν ἵππων.
馬の競技に参加する者たちは、抽選によってこれらの小部屋を割り当てられる。
πρὸ δὲ τῶν ἁρμάτων ἢ καὶ ἵππων τῶν κελήτων, διήκει πρὸ αὐτῶν καλῴδιον ἀντὶ ὕσπληγος·
戦車や、また騎乗馬たちの前には、スタートゲートの代わりにロープが張られている。
βωμὸς δὲ ὠμῆς πλίνθου τὰ ἐκτὸς κεκονιαμένος ἐπὶ ἑκάστης Ὀλυμπιάδος ποιεῖται κατὰ τὴν πρῷραν μάλιστά που μέσην, ἀετὸς §6.20.12δὲ ἐπὶ τῷ βωμῷ χαλκοῦς κεῖται τὰ πτερὰ ἐπὶ μήκιστον ἐκτείνων.
日干し煉瓦で作られ、外側が漆喰で塗られた祭壇が、オリンピア競技会ごとに、舳先のほぼ中央のあたりに作られ、ブロンズ製の鷲がその祭壇の上に置かれ、その翼をいっぱいに広げている。
ἀνακινεῖ μὲν δὴ τὸ ἐν τῷ βωμῷ μηχάνημα ὁ τεταγμένος ἐπὶ τῷ δρόμῳ·
コースを担当する者が、祭壇の中の仕掛けを動かす。
ἀνακινηθέντος δὲ ὁ μὲν ἐς τὸ ἄνω πεποίηται πηδᾶν ὁ ἀετός, ὡς τοῖς ἥκουσιν ἐπὶ τὴν θέαν γενέσθαι σύνοπτος, ὁ δελφὶς δὲ ἐς ἔδαφος πίπτει.
仕掛けが動かされると、鷲は上方へ飛び上がるように作られており、見物に来た人々からよく見えるようになり、イルカは地面へと落下する。
§6.20.13πρῶται μὲν δὴ ἑκατέρωθεν αἱ πρὸς τῇ στοᾷ τῇ Ἀγνάπτου χαλῶσιν ὕσπληγες, καὶ οἱ κατὰ ταύτας ἑστηκότες ἐκθέουσιν ἵπποι πρῶτοι·
まず、両側のうちアグナプトスの柱廊に最も近いロープが緩められ、その場所に立っていた馬たちが最初に走り出す。
θέοντές τε δὴ γίνονται κατὰ τοὺς εἰληχότας ἑστάναι τὴν δευτέραν τάξιν, καὶ τηνικαῦτα χαλῶσιν αἱ ὕσπληγες αἱ ἐν τῇ δευτέρᾳ τάξει·
そして走りながら、彼らは第二列に立つことを割り当てられた者たちのところへ達し、その時に第二列のロープが緩められる。
διὰ πάντων τε κατὰ τὸν αὐτὸν λόγον συμβαίνει τῶν ἵππων, ἔστʼ ἂν ἐξισωθῶσιν ἀλλήλοις κατὰ τῆς πρῴρας τὸ ἔμβολον·
このようにしてすべての馬について同じ方法で進み、ついに彼らが舳先の衝角のところで互いに並ぶことになる。
τὸ ἀπὸ τούτου δὲ ἤδη καθέστηκεν ἐπίδειξις ἐπιστήμης τε ἡνιόχων καὶ ἵππων ὠκύτητος.
これより先は、もはや御者たちの技術と馬たちの速さを示す競走となる。
§6.20.14τὸ μὲν δὴ ἐξ ἀρχῆς Κλεοίτας ἐστὶν ἄφεσιν μηχανησάμενος, καὶ φρονῆσαί γε φαίνεται ἐπὶ τῷ εὑρήματι, ὡς καὶ ἐπίγραμμα ἐπὶ ἀνδριάντι τῷ Ἀθήνῃσιν ἐπιγράψαι
"
ὃς τὴν ἱππάφεσιν ἐν Ὀλυμπίᾳ εὕρατο πρῶτος,
τεῦξέ με Κλεοίτας υἱὸς Ἀριστοκλέους·
そもそも、このスタート装置を考案したのはクレオイタスであり、彼は自分の発明を非常に誇りに思っていたようで、アテナイにある自身の像に次のような銘文を刻みさえした。 "オリンピアにおける馬のスタート装置を最初に発明した者、アリストクレスの息子クレオイタスが私を作った。
"
Κλεοίτα δέ φασιν ὕστερον Ἀριστείδην σοφίαν τινὰ καὶ αὐτὸν ἐς τὸ μηχάνημα ἐσενέγκασθαι.
"しかし、後にアリステイデスもまた、この仕掛けに独自の工夫を加えたと言われている。