Humanitext Reader

パウサニアス · ギリシア案内記 §6.10.1-6.10.9

拳闘選手グラウコスの逸話と走者たちの像

236 / 465 箇所 · ギリシア語

要旨

カリュストスの拳闘選手グラウコスの逸話や、重装歩兵競走で活躍したダマレトス一族の像、エピダムノスのクレオスセネスによる戦車奉納、およびその他複数の少年競技優勝者の像とその制作者について記述している。

§6.10.1ἐπὶ δὲ τοῖς κατειλεγμένοις ἕστηκεν ὁ Καρύστιος Γλαῦκος·
列挙された人々の後に、カリュストス出身のグラウコスが立っている。
εἶναι δέ φασιν ἐξ Ἀνθηδόνος τῆς Βοιωτῶν τὸ ἄνωθεν αὐτὸν γένος ἀπὸ Γλαύκου τοῦ ἐν θαλάσσῃ δαίμονος.
彼らは、その遠い祖先はボイオティアのアンテドン出身であり、海の神であるグラウコスに由来すると言っている。
πατρὸς δὲ οὗτος ὁ Καρύστιος ἦν Δημύλου, καὶ γῆν φασιν αὐτὸν κατʼ ἀρχὰς ἐργάζεσθαι·
このカリュストス人はデミュロスという父の子であり、初めは土地を耕していたと言われている。
ἐκπεσοῦσαν δὲ ἐκ τοῦ ἀρότρου τὴν ὕνιν πρὸς τὸ ἄροτρον καθήρμοσε τῇ χειρὶ ἀντὶ σφύρας χρώμενος, καί πως §6.10.2ἐθεάσατο ὁ Δημύλος τὸ ὑπὸ τοῦ παιδὸς ποιούμενον καὶ ἐπὶ τούτῳ πυκτεύσοντα ἐς Ὀλυμπίαν αὐτὸν ἀνήγαγεν.
そして、鋤から外れ落ちた刃を、彼は手のひらを槌の代わりに用いて鋤に嵌め戻したが、どういうわけかデミュロスは息子がしたことを見て、このことのために拳闘をさせようと彼をオリンピアへ連れて行った。
ἔνθα δὴ ὁ Γλαῦκος ἅτε οὐκ ἐμπείρως ἔχων τῆς μάχης ἐτιτρώσκετο ὑπὸ τῶν ἀνταγωνιζομένων, καὶ ἡνίκα πρὸς τὸν λειπόμενον ἐξ αὐτῶν ἐπύκτευεν, ἀπαγορεύειν ὑπὸ πλήθους τῶν τραυμάτων ἐνομίζετο·
そこにおいてグラウコスは、戦いに不慣れであったために、対戦相手たちから傷を負わされ、そのうちの最後に残った相手と拳闘をしていたときには、あまりに多くの傷のために諦めかけていると思われた。
καί οἱ τὸν πατέρα βοῆσαί φασιν “ὦ παῖ τὴν ἀπʼ ἀρότρου”.
そのとき、父が彼にこう叫んだと言われている。 「息子よ、あの鋤の一撃を」。
οὕτω γε δὴ βιαιοτέραν ἐς τὸν ἀνταγωνιζόμενον ἐνεγκὼν τὴν πληγὴν αὐτίκα εἶχε τὴν νίκην.
こうして、彼は対戦相手により強力な一撃を加え、直ちに勝利を収めた。
§6.10.3στεφάνους δὲ λέγεται καὶ ἄλλους Πύθια μὲν δὶς λαβεῖν, Νεμείων δὲ καὶ Ἰσθμίων ὀκτάκις ἐν ἑκατέρῳ ἀγῶνι.
彼はまた他の冠も獲得したと言われており、ピュティア祭では2度、ネメア祭とイストミア祭ではそれぞれの競技会において8度獲得した。
τοῦ Γλαύκου δὲ τὴν εἰκόνα ἀνέθηκε μὲν ὁ παῖς αὐτοῦ, Γλαυκίας δὲ Αἰγινήτης ἐποίησε·
グラウコスの像は彼の息子が奉納し、アイギナ出身のグラウキアスが制作した。
σκιαμαχοῦντος δὲ ὁ ἀνδριὰς παρέχεται σχῆμα, ὅτι ὁ Γλαῦκος ἦν ἐπιτηδειότατος τῶν κατʼ αὐτὸν χειρονομῆσαι πεφυκώς.
その像はシャドーボクシングをする姿をしており、それはグラウコスが同時代の人々の中で、拳の型において最も優れた天賦の才を持っていたからである。
ἀποθανόντα δὲ οἱ Καρύστιοι ταφῆναί φασιν αὐτὸν ἐν νήσῳ καλουμένῃ Γλαύκου καὶ ἐς ἡμᾶς ἔτι.
カリュストス人によれば、彼が死んだとき、私たちの時代にいたるまで「グラウコスの島」と呼ばれている島に埋葬されたという。
§6.10.4Δαμαρέτῳ δὲ Ἡραιεῖ υἱῷ τε τοῦ Δαμαρέτου καὶ υἱωνῷ δύο ἐν Ὀλυμπίᾳ γεγόνασιν ἑκάστῳ νῖκαι, Δαμαρέτῳ μὲν πέμπτῃ ἐπὶ ταῖς ἑξήκοντα Ὀλυμπιάδι, ὅτε ἐνομίσθη πρῶτον ὁ τοῦ ὁπλίτου δρόμος, καὶ ὡσαύτως τῇ ἐφεξῆς—πεποίηται ὁ ἀνδριὰς ἀσπίδα τε κατὰ τὰ αὐτὰ ἔχων τοῖς ἐφʼ ἡμῶν καὶ κράνος ἐπὶ τῇ κεφαλῇ καὶ κνημῖδας ἐπὶ τοῖς ποσί·
ヘライア出身のダマレトスと、ダマレトスの息子、そしてその孫には、それぞれオリンピアにおいて2度の勝利があった。 ダマレトスは、重装歩兵競走が初めて導入された第65回オリンピア期と、同様にその次の期に(勝利した)。 —彼の像は、私たちの時代と同じような盾を手に持ち、頭には兜を、足には脛当てを着用して作られている。
ταῦτα μὲν δὴ ἀνὰ χρόνον ὑπό τε Ἠλείων καὶ ὑπὸ Ἑλλήνων τῶν ἄλλων ἀφῃρέθη τοῦ δρόμου—, Θεοπόμπῳ δὲ τῷ Δαμαρέτου καὶ αὖθις ἐκείνου παιδὶ ὁμωνύμῳ ἐπὶ πεντάθλῳ, Θεοπόμπῳ δὲ τῷ δευτέρῳ πάλης ἐγένοντο αἱ νῖκαι.
これらの装備は、時の経過とともにエリス人や他のギリシア人によって競走から除外された。 —また、ダマレトスの息子テオポンポス、およびその同名の子には五種競技において、そして第二のテオポンポスにはレスリングにおいて勝利があった。
§6.10.5τὴν δὲ εἰκόνα Θεοπόμπου μὲν τοῦ παλαίσαντος τὸν ποιήσαντα οὐκ ἴσμεν, τὰς δὲ τοῦ πατρὸς αὐτοῦ καὶ τοῦ πάππου φησὶ τὸ ἐπίγραμμα Εὐτελίδα τε εἶναι καὶ Χρυσοθέμιδος Ἀργείων·
レスリングをした方のテオポンポスの像については、誰が制作したかを私たちは知らない。 しかし、彼の父と祖父の像については、碑文がそれらをアルゴス出身のエウテリダスとクリュソテミスの作品であると述べている。
οὐ μὴν παρʼ ὅτῳ γε ἐδιδάχθησαν δεδήλωκεν, ἔχει γὰρ δὴ οὕτως·
ただし、彼らが誰に師事したかについては明らかにされていない。 なぜなら、碑文は以下のようになっているからである。
" Εὐτελίδας καὶ Χρυσόθεμις τάδε ἔργα τέλεσσαν Ἀργεῖοι, τέχναν εἰδότες ἐκ προτέρων.
「アルゴス人のエウテリダスとクリュソテミスがこれらの作品を完成させた。 先人たちから技術を学んで。
" Ἴκκος δὲ ὁ Νικολαΐδα Ταραντῖνος τόν τε Ὀλυμπικὸν στέφανον ἔσχεν ἐπὶ πεντάθλῳ καὶ ὕστερον γυμναστὴς ἄριστος λέγεται τῶν ἐφʼ αὑτοῦ γενέσθαι·
」タラス出身のニコライダスの息子イコスは、五種競技においてオリンピアの冠を獲得し、のちに彼の時代で最も優れた体育教師になったと言われている。
§6.10.6μετὰ δὲ Ἴκκον καταπαλαίσας παῖδας Παντάρκης ἕστηκεν Ἠλεῖος ὁ ἐρώμενος Φειδίου.
イコスののちには、少年レスリングで打ち勝った、フェイディアスの愛人であったエリス出身のパンタルケスが立っている。
ἐπὶ δὲ τῷ Παντάρκει Κλεοσθένους ἐστὶν ἅρμα ἀνδρὸς Ἐπιδαμνίου·
パンタルケスの隣には、エピダムノス出身の男クレオスセネスの戦車がある。
τοῦτο ἔργον μέν ἐστιν Ἀγελάδα, ἕστηκε δὲ ὄπισθεν τοῦ Διὸς τοῦ ἀπὸ τῆς μάχης τῆς Πλαταιᾶσιν ἀνατεθέντος ὑπὸ Ἑλλήνων.
これはアゲラダスの作品であり、プラタイアでの戦いののちにギリシア人たちによって奉納されたゼウス像の背後に立っている。
ἐνίκα μὲν δὴ τὴν ἕκτην Ὀλυμπιάδα καὶ ἑξηκοστὴν ὁ Κλεοσθένης, ἀνέθηκε δὲ ὁμοῦ τοῖς ἵπποις αὑτοῦ τε εἰκόνα καὶ τὸν ἡνίοχον.
クレオスセネスは第66回オリンピア期に勝利し、馬たちと共に彼自身の像と御者の像を奉納した。
§6.10.7ἐπιγέγραπται δὲ καὶ τῶν ἵππων τὰ ὀνόματα Φοῖνιξ καὶ Κόραξ, ἑκατέρωθεν δὲ οἱ παρὰ τὸ ζυγόν, κατὰ μὲν τὰ δεξιὰ Κνακίας, ἐν δὲ τῇ ἀριστερᾷ Σάμος·
また、馬たちの名前も刻まれており、ポイニクスとコラクス、そして軛の傍らの両脇には、右側にクナキアス、左側にサモスが配置されている。
καὶ ἐλεγεῖον τόδε ἐστὶν ἐπὶ τῷ ἅρματι·
そして戦車の上には次のようなエレゲイア詩が刻まれている。
" Κλεοσθένης μʼ ἀνέθηκεν ὁ Πόντιος ἐξ Ἐπιδάμνου, νικήσας ἵπποις καλὸν ἀγῶνα Διός. "
「エピダムノス出身のポンティオスの息子クレオスセネスが私を奉納した。 馬たちによって、ゼウスの美しき競技に勝利して。
§6.10.8τῶν δὲ ἱπποτροφησάντων ἐν Ἕλλησι πρῶτος ἐς Ὀλυμπίαν εἰκόνα ἀνέθηκεν ὁ Κλεοσθένης οὗτος.
」ギリシア人の中で馬を飼育した人々の中で、このクレオスセネスが最初にオリンピアに自らの像を奉納した。
τὰ γὰρ Μιλτιάδου τοῦ Ἀθηναίου καὶ Εὐαγόρου τοῦ Λάκωνος ἀναθήματα, τοῦ μὲν ἅρματά ἐστιν, οὐ μὴν καὶ αὐτὸς ἐπὶ τοῖς ἅρμασιν Εὐαγόρας· τὰ Μιλτιάδου δέ, ὁποῖα ἐς Ὀλυμπίαν ἀνέθηκεν, ἑτέρωθι δὴ δηλώσω τοῦ λόγου.
というのも、アテナイ人ミルティアデスやラコニア人エウアゴラスの奉納物については、後者のものは戦車であるが、彼自身が戦車の上にいるわけではないし、ミルティアデスのものについては、彼がオリンピアに何を奉納したかを私はこの記述の別の場所で明らかにするつもりだからである。
Ἐπιδάμνιοι δὲ χώραν μὲν ἥνπερ καὶ ἐξ ἀρχῆς, πόλιν δὲ οὐ τὴν ἀρχαίαν ἐπὶ ἡμῶν ἔχουσιν, ἐκείνης δὲ ἀφεστηκυῖαν ὀλίγον·
なお、エピダムノス人は、土地は当初からのものを占めているが、都市については、私たちの時代には古代の都市ではなく、それから少し離れた場所にある都市を持っている。
ὄνομα δὲ τῇ πόλει τῇ νῦν Δυρράχιον ἀπὸ τοῦ οἰκιστοῦ.
現在の都市の名は、創建者にちなんでデュッラキオンという。
§6.10.9Λυκῖνον δὲ Ἡραιέα καὶ Ἐπικράδιον Μαντινέα καὶ Τέλλωνα Ὀρεσθάσιον καὶ Ἠλεῖον Ἀγιάδαν ἐν παισὶν ἀνελομένους νίκας, Λυκῖνον μὲν δρόμου, τοὺς δὲ ἐπʼ αὐτῷ κατειλεγμένους πυγμῆς, Ἐπικράδιον μὲν καὶ Ἀγιάδαν, τὸν μὲν αὐτῶν Πτόλιχος Αἰγινήτης ἐποίησε, τὸν δὲ Ἀγιάδαν Σήραμβος, γένος καὶ οὗτος Αἰγινήτης·
ヘライア出身のリュキノス、マンティネイア出身のエピクラディオス、オレスタシオン出身のテロン、およびエリス出身のアギアダスは少年期に勝利を収めたが、リュキノスは徒競走において、また彼の後に列挙された者たちは拳闘においてであった。 エピクラディオスとアギアダスのうち、前者はアイギナ出身のプトリコスが制作し、アギアダスはセランボスが制作したが、彼もまたアイギナ出身であった。
Λυκίνου δέ ἐστιν ὁ ἀνδριὰς Κλέωνος τέχνη· τὸν δὲ Τέλλωνα ὅστις εἰργάσατο, οὐ μνημονεύουσιν.
リュキノスの像はクレオンの作品であり、テロンの像を誰が制作したかは、人々は記憶していない。

語釈・文法注

  1. §6.10.1τὸ ἄνωθεν — 副詞的に用いられている対格で、「遠い祖先から」「元をただせば」を意味し、属格の `γένος` を修飾、あるいは文全体にかかっている。
  2. §6.10.2τὴν ἀπʼ ἀρότρου — 女性単数対格冠詞 `τὴν` の後ろに、前出の文脈から推測される名詞(「一撃」 `πληγήν` など)が省略されている。父が農作業での荒々しい叩き方を拳闘に応用するよう促した叫び。
  3. §6.10.4ἀφῃρέθη τοῦ δρόμου — 動詞 `ἀφαιρέω`(取り除く)の受動態 `ἀφῃρέθη` に、分離の属格 `τοῦ δρόμου`(競走から)が結合している。
  4. §6.10.9τοὺς δὲ ἐπʼ αὐτῷ — 前置詞 `ἐπί` と与格 `αὐτῷ`(リュキノスを指す)の組み合わせで、「彼の次に」「彼の後に」という順序を表している。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §6.10.1-6.10.9. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:6.10.1-6.10.9

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。