Humanitext Reader

保萨尼亚斯 · 希腊志 §6.10.1-6.10.9

拳击手格劳科斯的故事与优胜者雕像

第 236 段,共 465 段 · 希腊语

内容简介

本节叙述了卡律斯托斯拳击手格劳科斯的生平与胜利、在重装步兵赛跑中获获胜的达马雷托斯家族的雕像、埃皮达姆诺斯人克莱奥斯塞尼斯奉献的战车,以及其他多尊少年组获胜者的雕像及其制作者。

§6.10.1ἐπὶ δὲ τοῖς κατειλεγμένοις ἕστηκεν ὁ Καρύστιος Γλαῦκος· εἶναι δέ φασιν ἐξ Ἀνθηδόνος τῆς Βοιωτῶν τὸ ἄνωθεν αὐτὸν γένος ἀπὸ Γλαύκου τοῦ ἐν θαλάσσῃ δαίμονος.
在上述列举的人之后立着卡律斯托斯人格劳科斯;人们说他自古以来的祖先来自波奥提亚的安塞冬,源于海洋之神格劳科斯。
πατρὸς δὲ οὗτος ὁ Καρύστιος ἦν Δημύλου, καὶ γῆν φασιν αὐτὸν κατʼ ἀρχὰς ἐργάζεσθαι· ἐκπεσοῦσαν δὲ ἐκ τοῦ ἀρότρου τὴν ὕνιν πρὸς τὸ ἄροτρον καθήρμοσε τῇ χειρὶ ἀντὶ σφύρας χρώμενος, καί πως §6.10.2ἐθεάσατο ὁ Δημύλος τὸ ὑπὸ τοῦ παιδὸς ποιούμενον καὶ ἐπὶ τούτῳ πυκτεύσοντα ἐς Ὀλυμπίαν αὐτὸν ἀνήγαγεν.
这位卡律斯托斯人是德米洛斯之子,据说他起初务农;当犁头从犁上脱落时,他把自己的手当作铁锤,将犁头重新装回犁上,并且不知怎么地德米洛斯目睹了儿子所做的事,并因此带他去奥林匹亚参加拳击比赛。
ἔνθα δὴ ὁ Γλαῦκος ἅτε οὐκ ἐμπείρως ἔχων τῆς μάχης ἐτιτρώσκετο ὑπὸ τῶν ἀνταγωνιζομένων, καὶ ἡνίκα πρὸς τὸν λειπόμενον ἐξ αὐτῶν ἐπύκτευεν, ἀπαγορεύειν ὑπὸ πλήθους τῶν τραυμάτων ἐνομίζετο· καί οἱ τὸν πατέρα βοῆσαί φασιν “ὦ παῖ τὴν ἀπʼ ἀρότρου”.
在那里,格劳科斯因为没有战斗经验,被对手打得伤痕累累,在与最后剩下的一名对手进行拳击时,人们以为他要因伤势过重而放弃了;据说他的父亲对他大喊:“孩子,来一下犁头的那一击!
οὕτω γε δὴ βιαιοτέραν ἐς τὸν ἀνταγωνιζόμενον ἐνεγκὼν τὴν πληγὴν αὐτίκα εἶχε τὴν νίκην.
”就这样,他给对手施加了更猛烈的一击,立刻赢得了胜利。
§6.10.3στεφάνους δὲ λέγεται καὶ ἄλλους Πύθια μὲν δὶς λαβεῖν, Νεμείων δὲ καὶ Ἰσθμίων ὀκτάκις ἐν ἑκατέρῳ ἀγῶνι.
据说他还获得了其他桂冠,在皮托运动会上获得两次,在内梅亚和地峡运动会的每一项比赛中各获得八次。
τοῦ Γλαύκου δὲ τὴν εἰκόνα ἀνέθηκε μὲν ὁ παῖς αὐτοῦ, Γλαυκίας δὲ Αἰγινήτης ἐποίησε· σκιαμαχοῦντος δὲ ὁ ἀνδριὰς παρέχεται σχῆμα, ὅτι ὁ Γλαῦκος ἦν ἐπιτηδειότατος τῶν κατʼ αὐτὸν χειρονομῆσαι πεφυκώς.
格劳科斯的雕像是他的儿子奉献的,由埃伊纳人格劳基阿斯制作;雕像呈现出与影子搏击的姿态,因为格劳科斯在同代人中天生最擅长运用手部招式。
ἀποθανόντα δὲ οἱ Καρύστιοι ταφῆναί φασιν αὐτὸν ἐν νήσῳ καλουμένῃ Γλαύκου καὶ ἐς ἡμᾶς ἔτι.
卡律斯托斯人说,他死后被安葬在一个至今仍被称为“格劳科斯岛”的岛上。
§6.10.4Δαμαρέτῳ δὲ Ἡραιεῖ υἱῷ τε τοῦ Δαμαρέτου καὶ υἱωνῷ δύο ἐν Ὀλυμπίᾳ γεγόνασιν ἑκάστῳ νῖκαι, Δαμαρέτῳ μὲν πέμπτῃ ἐπὶ ταῖς ἑξήκοντα Ὀλυμπιάδι, ὅτε ἐνομίσθη πρῶτον ὁ τοῦ ὁπλίτου δρόμος, καὶ ὡσαύτως τῇ ἐφεξῆς—πεποίηται ὁ ἀνδριὰς ἀσπίδα τε κατὰ τὰ αὐτὰ ἔχων τοῖς ἐφʼ ἡμῶν καὶ κράνος ἐπὶ τῇ κεφαλῇ καὶ κνημῖδας ἐπὶ τοῖς ποσί· ταῦτα μὲν δὴ ἀνὰ χρόνον ὑπό τε Ἠλείων καὶ ὑπὸ Ἑλλήνων τῶν ἄλλων ἀφῃρέθη τοῦ δρόμου—, Θεοπόμπῳ δὲ τῷ Δαμαρέτου καὶ αὖθις ἐκείνου παιδὶ ὁμωνύμῳ ἐπὶ πεντάθλῳ, Θεοπόμπῳ δὲ τῷ δευτέρῳ πάλης ἐγένοντο αἱ νῖκαι.
赫莱亚的达马雷托斯,以及达马雷托斯的儿子和孙子,在奥林匹亚每人各获得两次胜利:达马雷托斯是在第六十五届奥林匹克运动会(当时首次引入重装步兵赛跑)以及同样在紧接着的下一届中获胜——其雕像在制作时拿着与我们时代的盾牌相同的盾,头上戴着头盔,腿上绑着护胫;随着时间的流逝,这些装备被伊利斯人和其他希腊人从赛跑中去除了——;达马雷托斯之子塞奥蓬波斯,以及他同名的儿子是在五项全能中获胜,而第二位塞奥蓬波斯则是在角力中获得胜利。
§6.10.5τὴν δὲ εἰκόνα Θεοπόμπου μὲν τοῦ παλαίσαντος τὸν ποιήσαντα οὐκ ἴσμεν, τὰς δὲ τοῦ πατρὸς αὐτοῦ καὶ τοῦ πάππου φησὶ τὸ ἐπίγραμμα Εὐτελίδα τε εἶναι καὶ Χρυσοθέμιδος Ἀργείων· οὐ μὴν παρʼ ὅτῳ γε ἐδιδάχθησαν δεδήλωκεν, ἔχει γὰρ δὴ οὕτως· " Εὐτελίδας καὶ Χρυσόθεμις τάδε ἔργα τέλεσσαν Ἀργεῖοι, τέχναν εἰδότες ἐκ προτέρων.
我们不知道摔跤手塞奥蓬波斯的雕像制作者是谁,但碑文宣称他父亲和祖父的雕像是阿哥斯人欧特利达斯和克律索塞米斯的作品;然而,碑文并没有表明他们师从何人,因为内容是这样的: “阿哥斯人欧特利达斯与克律索塞米斯完成了这些作品,他们从先辈那里学会了这门手艺。
" Ἴκκος δὲ ὁ Νικολαΐδα Ταραντῖνος τόν τε Ὀλυμπικὸν στέφανον ἔσχεν ἐπὶ πεντάθλῳ καὶ ὕστερον γυμναστὴς ἄριστος λέγεται τῶν ἐφʼ αὑτοῦ γενέσθαι·
” 塔兰托人尼科莱达斯之子伊科斯在五项全能中获得了奥林匹克桂冠,据说后来成为他那个时代最优秀的体育教练。
§6.10.6μετὰ δὲ Ἴκκον καταπαλαίσας παῖδας Παντάρκης ἕστηκεν Ἠλεῖος ὁ ἐρώμενος Φειδίου.
在伊科斯之后,立着在少年角力中获胜的伊利斯人潘塔尔克斯,他是菲迪亚斯所钟爱的人。
ἐπὶ δὲ τῷ Παντάρκει Κλεοσθένους ἐστὶν ἅρμα ἀνδρὸς Ἐπιδαμνίου· τοῦτο ἔργον μέν ἐστιν Ἀγελάδα, ἕστηκε δὲ ὄπισθεν τοῦ Διὸς τοῦ ἀπὸ τῆς μάχης τῆς Πλαταιᾶσιν ἀνατεθέντος ὑπὸ Ἑλλήνων.
在潘塔尔克斯旁边是埃皮达姆诺斯人克莱奥斯塞尼斯的战车;这是阿盖拉达斯的作品,立于希腊人为普拉塔亚战役所奉献的宙斯像后方。
ἐνίκα μὲν δὴ τὴν ἕκτην Ὀλυμπιάδα καὶ ἑξηκοστὴν ὁ Κλεοσθένης, ἀνέθηκε δὲ ὁμοῦ τοῖς ἵπποις αὑτοῦ τε εἰκόνα καὶ τὸν ἡνίοχον.
克莱奥斯塞尼斯在第六十六届奥林匹克运动会中获胜,并与马匹一同奉献了他自己和御者的雕像。
§6.10.7ἐπιγέγραπται δὲ καὶ τῶν ἵππων τὰ ὀνόματα Φοῖνιξ καὶ Κόραξ, ἑκατέρωθεν δὲ οἱ παρὰ τὸ ζυγόν, κατὰ μὲν τὰ δεξιὰ Κνακίας, ἐν δὲ τῇ ἀριστερᾷ Σάμος· καὶ ἐλεγεῖον τόδε ἐστὶν ἐπὶ τῷ ἅρματι· " Κλεοσθένης μʼ ἀνέθηκεν ὁ Πόντιος ἐξ Ἐπιδάμνου, νικήσας ἵπποις καλὸν ἀγῶνα Διός.
铭文还刻有马匹的名字“菲尼克斯”和“科拉克斯”,以及轭旁两侧的马,右边是“克纳基亚斯”,左边是“萨莫斯”;战车上还有这样一首挽歌诗: “来自埃皮达姆诺斯的蓬蒂奥斯之子克莱奥斯塞尼斯奉献了我,他用马匹在宙斯的优美竞技中赢得了胜利。
" §6.10.8τῶν δὲ ἱπποτροφησάντων ἐν Ἕλλησι πρῶτος ἐς Ὀλυμπίαν εἰκόνα ἀνέθηκεν ὁ Κλεοσθένης οὗτος.
” 在希腊人中养马的人里,这位克莱奥斯塞尼斯是第一个在奥林匹亚奉献自己雕像的人。
τὰ γὰρ Μιλτιάδου τοῦ Ἀθηναίου καὶ Εὐαγόρου τοῦ Λάκωνος ἀναθήματα, τοῦ μὲν ἅρματά ἐστιν, οὐ μὴν καὶ αὐτὸς ἐπὶ τοῖς ἅρμασιν Εὐαγόρας· τὰ Μιλτιάδου δέ, ὁποῖα ἐς Ὀλυμπίαν ἀνέθηκεν, ἑτέρωθι δὴ δηλώσω τοῦ λόγου.
因为至于雅典人米尔蒂亚得斯和拉科尼亚人欧阿戈拉斯的奉献物,后者的是战车,但欧阿戈拉斯本人并不在战车上;而关于米尔蒂亚得斯在奥林匹亚奉献了什么,我将在本叙述的其他地方说明。
Ἐπιδάμνιοι δὲ χώραν μὲν ἥνπερ καὶ ἐξ ἀρχῆς, πόλιν δὲ οὐ τὴν ἀρχαίαν ἐπὶ ἡμῶν ἔχουσιν, ἐκείνης δὲ ἀφεστηκυῖαν ὀλίγον· ὄνομα δὲ τῇ πόλει τῇ νῦν Δυρράχιον ἀπὸ τοῦ οἰκιστοῦ.
埃皮达姆诺斯人所占领的土地确实与最初相同,但在我们这个时代,他们所拥有的并不是古老的城市,而是离它不远的一座城市;现在的城市名叫迪拉基乌姆,得名于其建立者。
§6.10.9Λυκῖνον δὲ Ἡραιέα καὶ Ἐπικράδιον Μαντινέα καὶ Τέλλωνα Ὀρεσθάσιον καὶ Ἠλεῖον Ἀγιάδαν ἐν παισὶν ἀνελομένους νίκας, Λυκῖνον μὲν δρόμου, τοὺς δὲ ἐπʼ αὐτῷ κατειλεγμένους πυγμῆς, Ἐπικράδιον μὲν καὶ Ἀγιάδαν, τὸν μὲν αὐτῶν Πτόλιχος Αἰγινήτης ἐποίησε, τὸν δὲ Ἀγιάδαν Σήραμβος, γένος καὶ οὗτος Αἰγινήτης· Λυκίνου δέ ἐστιν ὁ ἀνδριὰς Κλέωνος τέχνη· τὸν δὲ Τέλλωνα ὅστις εἰργάσατο, οὐ μνημονεύουσιν.
赫莱亚人柳基诺斯、曼蒂尼亚人埃皮克拉迪奥斯、奥雷斯塔西翁人泰隆以及伊利斯人阿吉亚达斯在少年组获得了胜利,柳基诺斯是在短跑中,而排在他后面被列举的人是在拳击中;在埃皮克拉迪奥斯和阿吉亚达斯中,前者的雕像是埃伊纳人普托利霍斯制作的,阿吉亚达斯的则是塞安博斯制作的,他也是埃伊纳人;柳基诺斯的雕像是克莱翁的作品,但谁制作了泰隆的雕像,人们已经记不得了。

词汇与语法注释

  1. §6.10.1τὸ ἄνωθεν — 用作副词的宾格,意为“自古以来”或“按其祖先”,修饰 `γένος` 或限定整个关于出身的表述。
  2. §6.10.2τὴν ἀπʼ ἀρότρου — 阴性单数宾格冠词 `τὴν` 后面省略了诸如 `πληγήν`(一击)之类的名词,这可以从前文(用手锤击犁头)的语境中推测出来。父亲以此敦促儿子将在农活中使用的猛烈力量应用到拳击中。
  3. §6.10.4ἀφῃρέθη τοῦ δρόμου — 被动语态动词 `ἀφῃρέθη`(被去除)与表示分离的属格 `τοῦ δρόμου`(从赛跑中)连用。
  4. §6.10.9τοὺς δὲ ἐπʼ αὐτῷ — 介词 `ἐπί` 连用与格 `αὐτῷ`(指代柳基诺斯)表示顺序,意为在名单中“在他之后”或“紧接着他”。

引用这一段

保萨尼亚斯, 希腊志 §6.10.1-6.10.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:6.10.1-6.10.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。