Humanitext Reader

パウサニアス · ギリシア案内記 §6.11.1-6.11.9

タソス人テアゲネスの生涯と像をめぐる奇譚

237 / 465 箇所 · ギリシア語

要旨

オリンピア等の競技で活躍したタソス人テアゲネスの逸話が語られる。彼の出生の伝説、怪力による像の持ち帰り、死後の像をめぐる事件とデルポイの神託によるその回収・再奉納が記されている。

§6.11.1ἐφεξῆς τούτων ἀναθήματά ἐστιν Ἠλείων, Φίλιππος ὁ Ἀμύντου καὶ Ἀλέξανδρος ὁ Φιλίππου καὶ Σέλευκός τε καὶ Ἀντίγονος·
これらに続いてエリス人たちの奉納物があり、アミュンタスの子フィリッポス、フィリッポスの子アレクサンドロス、そしてセレウコスとアンティゴノスである。
τοῖς μὲν δὴ ἐφʼ ἵππων, Ἀντιγόνῳ δὲ ἀνὴρ πεζός ἐστιν ἡ εἰκών.
彼らのうち、前者たちについては馬に乗った姿であり、アンティゴノスについては歩兵の姿がその像である。
§6.11.2τῶν δὲ βασιλέων τῶν εἰρημένων ἕστηκεν οὐ πόρρω Θεαγένης ὁ Τιμοσθένους Θάσιος·
言及された王たちの近くに、ティモステネスの子であるタソス人テアゲネスが立っている。
Θάσιοι δὲ οὐ Τιμοσθένους παῖδα εἶναι Θεαγένην φασίν, ἀλλὰ ἱερᾶσθαι μὲν Ἡρακλεῖ τὸν Τιμοσθένην Θασίῳ, τοῦ Θεαγένους δὲ τῇ μητρὶ Ἡρακλέους συγγενέσθαι φάσμα ἐοικὸς Τιμοσθένει.
タソス人たちは、テアゲネスがティモステネスの子ではなく、ティモステネスはタソスのヘラクレスの神官を務めていたが、テアゲネスの母親のもとにティモステネスに似たヘラクレスの幻影が交わったのだと言っている。
ἔνατόν τε δὴ ἔτος εἶναι τῷ παιδὶ καὶ αὐτὸν ἀπὸ τῶν διδασκάλων φασὶν ἐς τὴν οἰκίαν ἐρχόμενον ἄγαλμα ὅτου δὴ θεῶν ἀνακείμενον ἐν τῇ ἀγορᾷ χαλκοῦν—χαίρειν γὰρ τῷ ἀγάλματι αὐτόν—, ἀνασπάσαι τε δὴ τὸ ἄγαλμα καὶ ἐπὶ τὸν ἕτερον τῶν ὤμων ἀναθέμενον ἐνεγκεῖν παρʼ αὑτόν.
そして、その子が9歳のとき、学校から家に帰る途中で、広場に奉納されていた、ある神の青銅の像を――というのも彼はその像を気に入っていたからだが――引き抜き、両肩の一方にそれを担いで自分の家へと持ち帰ったと言われている。
§6.11.3ἐχόντων δὲ ὀργὴν ἐς αὐτὸν ἐπὶ τῷ πεποιημένῳ τῶν πολιτῶν, ἀνήρ τις αὐτῶν δόκιμος καὶ ἡλικίᾳ προήκων ἀποκτεῖναι μὲν σφᾶς τὸν παῖδα οὐκ ἐᾷ, ἐκεῖνον δὲ ἐκέλευσεν ἐκ τῆς οἰκίας αὖθις κομίσαι τὸ ἄγαλμα ἐς τὴν ἀγοράν·
市民たちがそのしでかしたことに対して彼に怒りを抱いていたが、彼らのうち高名で年配のある男が、彼らがその子を殺すことを許さず、彼に対して家から再びその像を広場へ運んで戻すように命じた。
ὡς δὲ ἤνεγκε, μέγα αὐτίκα ἦν κλέος τοῦ παιδὸς ἐπὶ ἰσχύι, καὶ τὸ ἔργον ἀνὰ πᾶσαν ἐβεβόητο τὴν Ἑλλάδα.
そして彼が運んできたとき、直ちにその子の力に対する大きな名声が生まれ、その行いは全ギリシアに知れ渡った。
§6.11.4ὅσα μὲν δὴ ἔργων τῶν Θεαγένους ἐς τὸν ἀγῶνα ἥκει τὸν Ὀλυμπικόν, προεδήλωσεν ὁ λόγος ἤδη μοι τὰ δοκιμώτατα ἐξ αὐτῶν, Εὔθυμόν τε ὡς κατεμαχέσατο τὸν πύκτην καὶ ὡς ὑπὸ Ἠλείων ἐπεβλήθη τῷ Θεαγένει ζημία.
オリンピアの競技に関するテアゲネスの業績のうち、最も有名なものについては、私の記述がすでに明らかにしている。 すなわち、彼がどのようにして拳闘士エウテュモスを打ち破ったか、またどのようにエリス人によってテアゲネスに罰金が課されたかである。
τότε μὲν δὴ τοῦ παγκρατίου τὴν νίκην ἀνὴρ ἐκ Μαντινείας Δρομεὺς ὄνομα πρῶτος ὧν ἴσμεν ἀκονιτὶ λέγεται λαβεῖν·
そのときには、パンクラティオンの勝利は、マンティネイア出身のドロメウスという名の男が、私たちが知る限り初めて不戦勝で獲得したと言われている。
τὴν δὲ Ὀλυμπιάδα τὴν ἐπὶ ταύτῃ παγκρατιάζων ὁ Θεαγένης ἐκράτει.
しかし、その次のオリンピア期には、テアゲネスがパンクラティオンで競い、勝利した。
§6.11.5γεγόνασι δὲ αὐτῷ καὶ Πυθοῖ νῖκαι τρεῖς, αὗται μὲν ἐπὶ πυγμῇ, Νεμείων δὲ ἐννέα καὶ Ἰσθμίων δέκα παγκρατίου τε ἀναμὶξ καὶ πυγμῆς.
また彼にはピュティア祭での3度の勝利があり、これらは拳闘においてであった。 ネメア祭では9度、イストミア祭では10度、パンクラティオンと拳闘が混ざり合って(の勝利があった)。
ἐν Φθίᾳ δὲ τῇ Θεσσαλῶν πυγμῆς μὲν ἢ παγκρατίου παρῆκε τὴν σπουδήν, ἐφρόντιζε δὲ ὅπως καὶ ἐπὶ δρόμῳ ἐμφανὴς ἐν Ἕλλησιν εἴη, καὶ τοὺς ἐσελθόντας ἐς τὸν δόλιχον ἐκράτησεν·
テッサリアのプティアにおいては、拳闘やパンクラティオンへの熱意は捨て置き、徒競走においてもギリシア人の中で顕著になるように心がけ、長距離競走に参加した人々を破った。
ἦν δέ οἱ πρὸς Ἀχιλλέα ἐμοὶ δοκεῖν τὸ φιλοτίμημα, ἐν πατρίδι τοῦ ὠκίστου τῶν καλουμένων ἡρώων ἀνελέσθαι δρόμου νίκην.
私の考えるところでは、いわゆる英雄たちのうちで最も足の速い者の故郷において、徒競走の勝利を獲得したいという、アキレウスに対する競争心が彼にあったのだろう。
τοὺς δὲ σύμπαντας στεφάνους τετρακοσίους τε ἔσχε καὶ χιλίους.
彼は全部で1400個の冠を獲得した。
§6.11.6ὡς δὲ ἀπῆλθεν ἐξ ἀνθρώπων, ἀνὴρ τῶν τις ἀπηχθημένων ζῶντι αὐτῷ παρεγίνετο ἀνὰ πᾶσαν νύκτα ἐπὶ τοῦ Θεαγένους τὴν εἰκόνα καὶ ἐμαστίγου τὸν χαλκὸν ἅτε αὐτῷ Θεαγένει λυμαινόμενος·
彼が他界したとき、彼の生前に敵対していた男の一人が、毎夜テアゲネスの像のところへ来て、テアゲネス自身を虐げているかのようにその青銅を鞭打った。
καὶ τὸν μὲν ὁ ἀνδριὰς ἐμπεσὼν ὕβρεως παύει, τοῦ ἀνθρώπου δὲ τοῦ ἀποθανόντος οἱ παῖδες τῇ εἰκόνι ἐπεξῄεσαν φόνου.
そしてその像は倒れ落ちることでその者の暴挙を止めさせたが、死んだその男の息子たちは、その像を殺人の罪で告訴した。
καὶ οἱ Θάσιοι καταποντοῦσι τὴν εἰκόνα ἐπακολουθήσαντες γνώμῃ τῇ Δράκοντος, ὃς Ἀθηναίοις θεσμοὺς γράψας φονικοὺς ὑπερώρισε καὶ τὰ ἄψυχα, εἴγε ἐμπεσόν τι ἐξ αὐτῶν ἀποκτείνειεν ἄνθρωπον.
そしてタソス人たちは、ドラコンの意見に従って像を海に沈めた。 ドラコンは、アテナイ人たちのために殺人に関する法律を起草した際、無生物であっても、それらのいずれかが倒れ落ちて人を殺した場合には、国外追放としたからである。
§6.11.7ἀνὰ χρόνον δέ, ὡς τοῖς Θασίοις οὐδένα ἀπεδίδου καρπὸν ἡ γῆ, θεωροὺς ἀποστέλλουσιν ἐς Δελφούς, καὶ αὐτοῖς ἔχρησεν ὁ θεὸς καταδέχεσθαι τοὺς δεδιωγμένους.
しかし時が経つにつれ、タソス人たちの土地が何の実りももたらさなくなったため、彼らは使節をデルポイに派遣した。 そして神は彼らに、追放された者たちを連れ戻すようにと神託を下した。
καὶ οἱ μὲν ἐπὶ τῷ λόγῳ τούτῳ καταδεχθέντες οὐδὲν τῆς ἀκαρπίας παρείχοντο ἴαμα·
そこで彼らは、この神託に基づいて連れ戻したが、不作に対するいかなる治療法ももたらさなかった。
δεύτερα οὖν ἐπὶ τὴν Πυθίαν ἔρχονται, λέγοντες ὡς καὶ ποιήσασιν αὐτοῖς τὰ χρησθέντα διαμένοι τὸ ἐκ τῶν θεῶν μήνιμα.
そこで彼らは再びピュティアのもとへ赴き、神託されたことを実行したにもかかわらず、神々からの怒りが続いていると述べた。
§6.11.8ἐνταῦθα ἀπεκρίνατό σφισιν ἡ Πυθία·
そこでピュティアは彼らに答えた。
" Θεαγένην δʼ ἄμνηστον ἀφήκατε τὸν μέγαν ὑμέων.
「しかし汝らは、汝らのうちで大いなるテアゲネスを忘れ去られたままに放置している。
" ἀπορούντων δὲ αὐτῶν ὁποίᾳ μηχανῇ τοῦ Θεαγένους τὴν εἰκόνα ἀνασώσωνται, φασὶν ἁλιέας ἀναχθέντας ἐς τὸ πέλαγος ἐπὶ ἰχθύων θήραν περισχεῖν τῷ δικτύῳ τὴν εἰκόνα καὶ ἀνενεγκεῖν αὖθις ἐς τὴν γῆν·
」彼らが、いかなる手段によってテアゲネスの像を取り戻すべきか途方に暮れていたとき、漁師たちが魚を捕るために海へ出かけ、網でその像を取り囲み、再び陸へと運び上げたと人々は言っている。
Θάσιοι δὲ ἀναθέντες, ἔνθα καὶ ἐξ ἀρχῆς ἔκειτο, νομίζουσιν ἅτε θεῷ θύειν.
そしてタソス人たちは、それが最初から置かれていた場所にそれを再奉納し、神に対するかのように彼に犠牲を捧げている。
§6.11.9πολλαχοῦ δὲ καὶ ἑτέρωθι ἔν τε Ἕλλησιν οἶδα καὶ παρὰ βαρβάροις ἀγάλματα ἱδρυμένα Θεαγένους καὶ νοσήματά τε αὐτὸν ἰώμενον καὶ ἔχοντα παρὰ τῶν ἐπιχωρίων τιμάς.
私はまた他の多くの場所において、ギリシア人の間でも異民族の間でも、テアゲネスの像が立てられており、彼が病を癒やし、現地の人々から栄誉を受けていることを知っている。
ὁ δὲ ἀνδριὰς τοῦ Θεαγένους ἐστὶν ἐν τῇ Ἄλτει, τέχνη τοῦ Αἰγινήτου Γλαυκίου.
そして、テアゲネスの像はアルティスの中にあり、アイギナ出身のグラウキアスの作品である。

語釈・文法注

  1. §6.11.2ὅτου δὴ θεῶν — 不定関係代名詞 ὅστις の単数属格 ὅτου(ὅτου δή で「ある特定の〜、〜の誰か」)に、部分属格の θεῶν が係っている。「神々のうちのある(特定の)誰か(=ある神)」の意。
  2. §6.11.2χαίρειν γὰρ τῷ ἀγάλματι αὐτόν — 主節の φασίν(彼らは言う)に支配された間接話法の中で、その理由を示す γάρ を伴う対格不定詞句(対格の αὐτόν が不定詞 χαίρειν の意味上の主語)。挿入句的に機能している。
  3. §6.11.3ἀποκτεῖναι μὲν σφᾶς τὸν παῖδα οὐκ ἐᾷ — σφᾶς は間接再帰代名詞で、ここでは文脈上、主格の市民たち(直前の属格独立句 ἐχόντων ... τῶν πολιτῶν で示された人々)を指し、不定詞 ἀποκτεῖναι の意味上の主語。全体で「彼ら(市民たち)がその子を殺すことを(年長者が)許さなかった」の意。
  4. §6.11.5ἐμοὶ δοκεῖν — 独立不定詞(あるいは絶対不定詞)の慣用表現で、文全体を修飾し、「私の見解では」「私が思うに」という意味になる。
  5. §6.11.6τῇ εἰκόνι ἐπεξῄεσαν φόνου — 告訴する・追究するを意味する ἐπέξειμι は、告訴の対象(被告)を与格(τῇ εἰκόνι)、告訴の罪名を属格(φόνου)で取る。ここでは「その像を殺人の罪で告訴した」となる。
  6. §6.11.8νομίζουσιν ἅτε θεῷ θύειν — νομίζω が不定詞(θύειν)を伴って「〜するのが習慣である」「通常〜する」という意味で用いられている。ἅτε θεῷ は「神に対するかのように」の意。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §6.11.1-6.11.9. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:6.11.1-6.11.9

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。