§6.10.1ἐπὶ δὲ τοῖς κατειλεγμένοις ἕστηκεν ὁ Καρύστιος Γλαῦκος· εἶναι δέ φασιν ἐξ Ἀνθηδόνος τῆς Βοιωτῶν τὸ ἄνωθεν αὐτὸν γένος ἀπὸ Γλαύκου τοῦ ἐν θαλάσσῃ δαίμονος.
After those who have been enumerated stands Glaucus of Carystus; they say that his ancestry from of old was from Anthedon in Boeotia, derived from Glaucus, the deity of the sea.
πατρὸς δὲ οὗτος ὁ Καρύστιος ἦν Δημύλου, καὶ γῆν φασιν αὐτὸν κατʼ ἀρχὰς ἐργάζεσθαι· ἐκπεσοῦσαν δὲ ἐκ τοῦ ἀρότρου τὴν ὕνιν πρὸς τὸ ἄροτρον καθήρμοσε τῇ χειρὶ ἀντὶ σφύρας χρώμενος, καί πως §6.10.2ἐθεάσατο ὁ Δημύλος τὸ ὑπὸ τοῦ παιδὸς ποιούμενον καὶ ἐπὶ τούτῳ πυκτεύσοντα ἐς Ὀλυμπίαν αὐτὸν ἀνήγαγεν.
This Carystian was the son of a father Demylus, and they say that at first he tilled the land; and when the plowshare fell out of the plow, he fitted it back to the plow, using his hand instead of a hammer, and somehow Demylus beheld what was done by his son, and on account of this he brought him to Olympia to box.
ἔνθα δὴ ὁ Γλαῦκος ἅτε οὐκ ἐμπείρως ἔχων τῆς μάχης ἐτιτρώσκετο ὑπὸ τῶν ἀνταγωνιζομένων, καὶ ἡνίκα πρὸς τὸν λειπόμενον ἐξ αὐτῶν ἐπύκτευεν, ἀπαγορεύειν ὑπὸ πλήθους τῶν τραυμάτων ἐνομίζετο· καί οἱ τὸν πατέρα βοῆσαί φασιν “ὦ παῖ τὴν ἀπʼ ἀρότρου”. οὕτω γε δὴ βιαιοτέραν ἐς τὸν ἀνταγωνιζόμενον ἐνεγκὼν τὴν πληγὴν αὐτίκα εἶχε τὴν νίκην.
There indeed Glaucus, since he was not experienced in fighting, was wounded by his opponents, and when he was boxing with the last of them remaining, he was thought to be giving up because of the multitude of his wounds; and they say that his father cried out to him: "My boy, the blow from the plow!" In this way, having delivered a more violent blow against his opponent, he immediately had the victory.
§6.10.3στεφάνους δὲ λέγεται καὶ ἄλλους Πύθια μὲν δὶς λαβεῖν, Νεμείων δὲ καὶ Ἰσθμίων ὀκτάκις ἐν ἑκατέρῳ ἀγῶνι.
He is said to have won other crowns as well, twice at the Pythian games, and eight times at both the Nemean and Isthmian games.
τοῦ Γλαύκου δὲ τὴν εἰκόνα ἀνέθηκε μὲν ὁ παῖς αὐτοῦ, Γλαυκίας δὲ Αἰγινήτης ἐποίησε· σκιαμαχοῦντος δὲ ὁ ἀνδριὰς παρέχεται σχῆμα, ὅτι ὁ Γλαῦκος ἦν ἐπιτηδειότατος τῶν κατʼ αὐτὸν χειρονομῆσαι πεφυκώς.
The statue of Glaucus was dedicated by his son, and Glaucias of Aegina made it; the statue presents the posture of one sparring with a shadow, because Glaucus was the most skilled of his contemporaries in the practice of posturing with the hands.
ἀποθανόντα δὲ οἱ Καρύστιοι ταφῆναί φασιν αὐτὸν ἐν νήσῳ καλουμένῃ Γλαύκου καὶ ἐς ἡμᾶς ἔτι.
And when he died, the Carystians say he was buried in an island which is still to our day called the Island of Glaucus.
§6.10.4Δαμαρέτῳ δὲ Ἡραιεῖ υἱῷ τε τοῦ Δαμαρέτου καὶ υἱωνῷ δύο ἐν Ὀλυμπίᾳ γεγόνασιν ἑκάστῳ νῖκαι, Δαμαρέτῳ μὲν πέμπτῃ ἐπὶ ταῖς ἑξήκοντα Ὀλυμπιάδι, ὅτε ἐνομίσθη πρῶτον ὁ τοῦ ὁπλίτου δρόμος, καὶ ὡσαύτως τῇ ἐφεξῆς—πεποίηται ὁ ἀνδριὰς ἀσπίδα τε κατὰ τὰ αὐτὰ ἔχων τοῖς ἐφʼ ἡμῶν καὶ κράνος ἐπὶ τῇ κεφαλῇ καὶ κνημῖδας ἐπὶ τοῖς ποσί· ταῦτα μὲν δὴ ἀνὰ χρόνον ὑπό τε Ἠλείων καὶ ὑπὸ Ἑλλήνων τῶν ἄλλων ἀφῃρέθη τοῦ δρόμου—, Θεοπόμπῳ δὲ τῷ Δαμαρέτου καὶ αὖθις ἐκείνου παιδὶ ὁμωνύμῳ ἐπὶ πεντάθλῳ, Θεοπόμπῳ δὲ τῷ δευτέρῳ πάλης ἐγένοντο αἱ νῖκαι.
For Damaretus of Heraea, and for the son and grandson of Damaretus, there were two victories in Olympia for each: for Damaretus in the sixty-fifth Olympiad, when the race for men in armor was first introduced, and likewise in the next one—his statue is made holding a shield just like those in our own day, with a helmet on his head and greaves on his feet; these things indeed were in course of time removed from the race by both the Eleans and the other Greeks—; and for Theopompus, the son of Damaretus, and again for his son of the same name, the victories were in the pentathlon, while for the second Theopompus they were in wrestling.
§6.10.5τὴν δὲ εἰκόνα Θεοπόμπου μὲν τοῦ παλαίσαντος τὸν ποιήσαντα οὐκ ἴσμεν, τὰς δὲ τοῦ πατρὸς αὐτοῦ καὶ τοῦ πάππου φησὶ τὸ ἐπίγραμμα Εὐτελίδα τε εἶναι καὶ Χρυσοθέμιδος Ἀργείων· οὐ μὴν παρʼ ὅτῳ γε ἐδιδάχθησαν δεδήλωκεν, ἔχει γὰρ δὴ οὕτως· "
Εὐτελίδας καὶ Χρυσόθεμις τάδε ἔργα τέλεσσαν
Ἀργεῖοι, τέχναν εἰδότες ἐκ προτέρων.
The maker of the statue of Theopompus the wrestler we do not know, but those of his father and grandfather are declared by the inscription to be the work of Eutelidas and Chrysothemis, Argives; it does not, however, reveal under whom they were taught, for it runs thus: "Eutelidas and Chrysothemis finished these works, Argives, having known their art from their predecessors.
"
Ἴκκος δὲ ὁ Νικολαΐδα Ταραντῖνος τόν τε Ὀλυμπικὸν στέφανον ἔσχεν ἐπὶ πεντάθλῳ καὶ ὕστερον γυμναστὴς ἄριστος λέγεται τῶν ἐφʼ αὑτοῦ γενέσθαι·
"Iccus of Tarentum, son of Nicolaidas, won the Olympic crown in the pentathlon, and afterwards is said to have become the best trainer of his time.
§6.10.6μετὰ δὲ Ἴκκον καταπαλαίσας παῖδας Παντάρκης ἕστηκεν Ἠλεῖος ὁ ἐρώμενος Φειδίου.
After Iccus stands Pantarces, the Elean who was the beloved of Pheidias, having thrown the boys in wrestling.
ἐπὶ δὲ τῷ Παντάρκει Κλεοσθένους ἐστὶν ἅρμα ἀνδρὸς Ἐπιδαμνίου· τοῦτο ἔργον μέν ἐστιν Ἀγελάδα, ἕστηκε δὲ ὄπισθεν τοῦ Διὸς τοῦ ἀπὸ τῆς μάχης τῆς Πλαταιᾶσιν ἀνατεθέντος ὑπὸ Ἑλλήνων.
Next to Pantarces is the chariot of Cleosthenes, a man of Epidamnus; this is the work of Ageladas, and stands behind the Zeus dedicated by the Greeks from the battle at Plataea.
ἐνίκα μὲν δὴ τὴν ἕκτην Ὀλυμπιάδα καὶ ἑξηκοστὴν ὁ Κλεοσθένης, ἀνέθηκε δὲ ὁμοῦ τοῖς ἵπποις αὑτοῦ τε εἰκόνα καὶ τὸν ἡνίοχον.
Cleosthenes indeed won in the sixty-sixth Olympiad, and dedicated along with the horses a statue of himself and the charioteer.
§6.10.7ἐπιγέγραπται δὲ καὶ τῶν ἵππων τὰ ὀνόματα Φοῖνιξ καὶ Κόραξ, ἑκατέρωθεν δὲ οἱ παρὰ τὸ ζυγόν, κατὰ μὲν τὰ δεξιὰ Κνακίας, ἐν δὲ τῇ ἀριστερᾷ Σάμος· καὶ ἐλεγεῖον τόδε ἐστὶν ἐπὶ τῷ ἅρματι· "
Κλεοσθένης μʼ ἀνέθηκεν ὁ Πόντιος ἐξ Ἐπιδάμνου,
νικήσας ἵπποις καλὸν ἀγῶνα Διός.
There are inscribed also the names of the horses, Phoenix and Corax, and on either side those beside the yoke, on the right Knakias, and on the left Samos; and there is this elegiac inscription on the chariot: "Cleosthenes, the son of Pontius from Epidamnus, dedicated me, having conquered with his horses in the beautiful contest of Zeus.
" §6.10.8τῶν δὲ ἱπποτροφησάντων ἐν Ἕλλησι πρῶτος ἐς Ὀλυμπίαν εἰκόνα ἀνέθηκεν ὁ Κλεοσθένης οὗτος.
"Of those who kept studs among the Greeks, this Cleosthenes was the first to dedicate a statue at Olympia.
τὰ γὰρ Μιλτιάδου τοῦ Ἀθηναίου καὶ Εὐαγόρου τοῦ Λάκωνος ἀναθήματα, τοῦ μὲν ἅρματά ἐστιν, οὐ μὴν καὶ αὐτὸς ἐπὶ τοῖς ἅρμασιν Εὐαγόρας· τὰ Μιλτιάδου δέ, ὁποῖα ἐς Ὀλυμπίαν ἀνέθηκεν, ἑτέρωθι δὴ δηλώσω τοῦ λόγου.
For as to the dedications of Miltiades the Athenian and Evagoras the Laconian, the dedication of the latter is chariots, but Evagoras himself is not on the chariots; and as for Miltiades, what kind of things he dedicated at Olympia, I will show in another part of my narrative.
Ἐπιδάμνιοι δὲ χώραν μὲν ἥνπερ καὶ ἐξ ἀρχῆς, πόλιν δὲ οὐ τὴν ἀρχαίαν ἐπὶ ἡμῶν ἔχουσιν, ἐκείνης δὲ ἀφεστηκυῖαν ὀλίγον· ὄνομα δὲ τῇ πόλει τῇ νῦν Δυρράχιον ἀπὸ τοῦ οἰκιστοῦ.
The Epidamnians inhabit the same territory indeed as from the beginning, but in our day they do not possess the ancient city, but one at a short distance from it; and the name of the present city is Dyrrhachium, called after its founder.
§6.10.9Λυκῖνον δὲ Ἡραιέα καὶ Ἐπικράδιον Μαντινέα καὶ Τέλλωνα Ὀρεσθάσιον καὶ Ἠλεῖον Ἀγιάδαν ἐν παισὶν ἀνελομένους νίκας, Λυκῖνον μὲν δρόμου, τοὺς δὲ ἐπʼ αὐτῷ κατειλεγμένους πυγμῆς, Ἐπικράδιον μὲν καὶ Ἀγιάδαν, τὸν μὲν αὐτῶν Πτόλιχος Αἰγινήτης ἐποίησε, τὸν δὲ Ἀγιάδαν Σήραμβος, γένος καὶ οὗτος Αἰγινήτης· Λυκίνου δέ ἐστιν ὁ ἀνδριὰς Κλέωνος τέχνη· τὸν δὲ Τέλλωνα ὅστις εἰργάσατο, οὐ μνημονεύουσιν.
Lycinus of Heraea, Epicradius of Mantinea, Tellon of Oresthasium, and Agiadas of Elis won victories among the boys, Lycinus in the foot-race, and those enumerated after him in boxing; of Epicradius and Agiadas, the former was made by Ptolichus of Aegina, and Agiadas by Serambus, who was also by birth an Aeginetan; the statue of Lycinus is the work of Cleon, but who wrought the statue of Tellon they do not remember.