Humanitext Reader

パウサニアス · ギリシア案内記 §6.9.1-6.9.9

クレオメデスの失踪と勝者たちの像

235 / 465 箇所 · ギリシア語

要旨

アイギナ出身のテオグネトスをはじめとするオリンピア勝者たちの像や、僭主と同名の私人ゲロンの奉納した戦車について検証する。また、競技中に相手を死なせて狂気に陥り、死後に神託によって英雄として祀られたアストゥパライアのクレオメデスの奇妙な失踪伝説について語る。

§6.9.1Θεογνήτῳ δὲ Αἰγινήτῃ πάλης μὲν στέφανον λαβεῖν ὑπῆρξεν ἐν παισί, τὸν δὲ ἀνδριάντα οἱ Πτόλιχος ἐποίησεν Αἰγινήτης.
アイギナ出身のテオグネトスには、少年レスリングにおいて勝利の冠を得ることがあった。 彼の像はアイギナ出身のプトリコスが制作した。
διδάσκαλοι δὲ ἐγεγόνεσαν Πτολίχῳ μὲν Συννοῶν ὁ πατήρ, ἐκείνῳ δὲ Ἀριστοκλῆς Σικυώνιος, ἀδελφός τε Κανάχου καὶ οὐ πολὺ τὰ ἐς δόξαν ἐλασσούμενος.
プトリコスにとっては父シュンノオンが師であり、その父にとってはシキュオン出身のアリストクレスが師であったが、アリストクレスはカナコスの兄弟であり、名声においてそれほど劣るものではなかった。
ἐφʼ ὅτῳ δὲ ὁ Θεόγνητος πίτυος τῆς γʼ ἡμέρου καὶ ῥοιᾶς φέρει καρπόν, ἐμοὶ μὲν οὐχ οἷά τε ἦν συμβαλέσθαι, τάχα δʼ ἂν Αἰγινήταις τισὶν ἐπιχώριος ἐς αὐτὰ ἂν εἴη λόγος.
なぜテオグネトスが栽培種の松の笠とザクロの実を手に持っているのか、私には推測することができなかった。 しかし、もしかすると何人かのアイギナ人にとっては、これらに関する地元の伝承があるのかもしれない。
§6.9.2μετὰ δὲ τὴν εἰκόνα τοῦ ἀνδρὸς ὃν Ἠλεῖοί φασιν οὐ γραφῆναι μετὰ τῶν ἄλλων, ὅτι ἐπὶ κάλπης ἀνηγορεύθη δρόμῳ, μετὰ τούτου τὴν εἰκόνα Ξενοκλῆς τε Μαινάλιος ἕστηκε παλαιστὰς καταβαλὼν παῖδας καὶ Ἄλκετος Ἀλκίνου κρατήσας πυγμῇ παῖδας, Ἀρκὰς καὶ οὗτος ἐκ Κλείτορος·
エリス人たちが「他の人々と共に記録されなかった。 なぜなら水瓶での競走において勝利者として告げられたからである」と言うあの男の像ののち、この(像の)のちには、少年レスリングで相手を打ち倒したマイナロス出身のクセノクレスの像と、少年拳闘で勝利したアルキノスの息子アルケトス(彼もまたクレイトル出身のアルカディア人である)の像が立っている。
καὶ τοῦ μὲν Κλέων, Ξενοκλέους δὲ τὸν ἀνδριάντα Πολύκλειτός ἐστιν εἰργασμένος.
そして前者の像はクレオンが、クセノクレスの像はポリュクレイトスが制作した。
§6.9.3Ἀριστεὺς δὲ Ἀργεῖος δολίχου μὲν νίκην ἔσχεν αὐτός, πάλης δὲ ὁ πατὴρ τοῦ Ἀριστέως Χείμων·
アルゴス出身のアリステウスは、自身は長距離競走で勝利を得、一方アリステウスの父ケイモンはレスリングで勝利した。
ἑστήκασι μὲν δὴ ἐγγὺς ἀλλήλων, ἐποίησε δὲ τὸν μὲν Παντίας Χῖος παρὰ τῷ πατρὶ δεδιδαγμένος Σωστράτῳ, αἱ δὲ εἰκόνες τοῦ Χείμωνος ἔργον ἐστὶν ἐμοὶ δοκεῖν τῶν δοκιμωτάτων Ναυκύδους, ἥ τε ἐν Ὀλυμπίᾳ καὶ ἡ ἐς τὸ ἱερὸν τῆς Εἰρήνης τὸ ἐν Ῥώμῃ κομισθεῖσα ἐξ Ἄργους.
彼らは互いに近くに立っている。 前者(アリステウス)の像は、父ソストラトスのもとで学んだキオス出身のパンティアスが制作した。 一方、ケイモンの像は、私の考えでは最も評判の高いナウキュデスの作品であり、それはオリンピアにあるものと、アルゴスからローマの平和の神殿へと運ばれたものの両方である。
λέγεται δὲ ὡς Ταυροσθένην καταπαλαίσειεν ὁ Χείμων τὸν Αἰγινήτην καὶ ὡς Ταυροσθένης τῇ Ὀλυμπιάδι τῇ ἐφεξῆς καταβάλοι τοὺς ἐσελθόντας ἐς τὴν πάλην καὶ ὡς ἐοικὸς Ταυροσθένει φάσμα ἐπʼ ἐκείνης τῆς ἡμέρας ἐν Αἰγίνῃ φανὲν ἀπαγγείλειε τὴν νίκην.
ケイモンはアイギナ出身のタウロステネスをレスリングで打ち破ったと言われており、またタウロステネスは次のオリンピア期に、レスリングに出場した者たちを打ち倒したと言われている。 そして、タウロステネスに似た幻影がその日のうちにアイギナに現れて勝利を告げたと言われている。
§6.9.4Φίλλην δὲ Ἠλεῖον κρατήσαντα παῖδας πάλῃ Σπαρτιάτης Κρατῖνος ἐποίησε.
少年レスリングで勝利したエリス出身のフィッレスは、スパルタ出身のクラティノスが制作した。
τὰ δὲ ἐς τὸ ἅρμα τὸ Γέλωνος οὐ κατὰ ταὐτὰ δοξάζειν ἐμοί τε παρίστατο καὶ τοῖς πρότερον ἢ ἐγὼ τὰ ἐς αὐτὸ εἰρηκόσιν, οἳ Γέλωνος τοῦ ἐν Σικελίᾳ τυραννήσαντός φασιν ἀνάθημα εἶναι τὸ ἅρμα.
ゲロンの戦車に関する事柄について、私には、私より以前にそれについて語った人々(彼らは、その戦車がシケリアの僭主であったゲロンの奉納物であると言っている)と同じようには考えられなかった。
ἐπίγραμμα μὲν δή ἐστιν αὐτῷ Γέλωνα Δεινομένους ἀναθεῖναι Γελῷον, καὶ ὁ χρόνος τούτῳ τῷ Γέλωνί ἐστι τῆς νίκης τρίτη πρὸς τὰς ἑβδομήκοντα Ὀλυμπιάδας·
実際、その(戦車)には、デイノメネスの息子、ゲラ出身のゲロンが奉納したという碑文があり、このゲロンの勝利の時期は、第73回オリンピア期である。
§6.9.5Γέλων δὲ ὁ Σικελίας τυραννήσας Συρακούσας ἔσχεν Ὑβριλίδου μὲν Ἀθήνῃσιν ἄρχοντος, δευτέρῳ δὲ ἔτει τῆς δευτέρας καὶ ἑβδομηκοστῆς Ὀλυμπιάδος, ἣν Τισικράτης ἐνίκα Κροτωνιάτης στάδιον.
シケリアの僭主となったゲロンは、アテナイでヒュブリリデスが執政官であったとき、すなわちクロトン出身のティシクラテスがスタディオン走で優勝した第72回オリンピア期の第2年に、シュラクサイを掌握した。
δῆλα οὖν ὡς Συρακούσιον ἤδη καὶ οὐ Γελῷον ἀναγορεύειν αὑτὸν ἔμελλεν·
したがって、彼(僭主ゲロン)であれば、すでに「ゲラ人」ではなく「シュラクサイ人」として自らを布告させたはずであることは明らかである。
ἀλλὰ γὰρ ἰδιώτης εἴη ἄν τις ὁ Γέλων οὗτος, πατρός τε ὁμωνύμου τῷ τυράννῳ καὶ αὐτὸς ὁμώνυμος.
しかし実際のところ、このゲロン(奉納者)は私人であったのだろう、僭主(の父)と同名の父を持ち、自身も同名であった。
Γλαυκίας δὲ Αἰγινήτης τό τε ἅρμα καὶ αὐτῷ τῷ Γέλωνι ἐποίησε τὴν εἰκόνα.
アイギナ出身のグラウキアスが、その戦車と、ゲロン自身の像を制作した。
§6.9.6τῇ δὲ Ὀλυμπιάδι τῇ πρὸ ταύτης Κλεομήδην φασὶν Ἀστυπαλαιέα ὡς Ἴκκῳ πυκτεύων ἀνδρὶ Ἐπιδαυρίῳ τὸν Ἴκκον ἀποκτείνειεν ἐν τῇ μάχῃ, καταγνωσθεὶς δὲ ὑπὸ τῶν Ἑλλανοδικῶν ἄδικα εἰργάσθαι καὶ ἀφῃρημένος τὴν νίκην ἔκφρων ἐγένετο ὑπὸ τῆς λύπης καὶ ἀνέστρεψε μὲν ἐς Ἀστυπάλαιαν, διδασκαλείῳ δʼ ἐπιστὰς ἐνταῦθα ὅσον ἑξήκοντα ἀριθμὸν παίδων ἀνατρέπει τὸν κίονα ὃς τὸν ὄροφον ἀνεῖχεν.
これの前のオリンピア期に、アストゥパライア出身のクレオメデスが、エピダウロス出身の男子イコスと拳闘をして、試合中にイコスを殺してしまったと言われている。 審判官たちによって不正なことをしたと判定され、勝利を剥奪されたため、彼は悲しみのあまり狂気に陥り、アストゥパライアへと引き返した。 そしてそこで、およそ60人の子供たちがいる学校に入り、屋根を支えていた柱を突き倒した。
§6.9.7ἐμπεσόντος δὲ τοῦ ὀρόφου τοῖς παισί, καταλιθούμενος ὑπὸ τῶν ἀστῶν κατέφυγεν ἐς Ἀθηνᾶς ἱερόν·
屋根が子供たちの上に崩れ落ち、市民たちから石を投げつけられた彼は、アテナの神殿に逃げ込んだ。
ἐσβάντος δὲ ἐς κιβωτὸν κειμένην ἐν τῷ ἱερῷ καὶ ἐφελκυσαμένου τὸ ἐπίθημα, κάματον ἐς ἀνωφελὲς οἱ Ἀστυπαλαιεῖς ἔκαμνον ἀνοίγειν τὴν κιβωτὸν πειρώμενοι·
神殿の中に置いてあった箱の中に入り、蓋を引き寄せた。 アストゥパライアの人々は、箱を開けようと試みて無駄な労力を払った。
τέλος δὲ τὰ ξύλα τῆς κιβωτοῦ καταρρήξαντες, ὡς οὔτε ζῶντα Κλεομήδην οὔτε τεθνεῶτα εὕρισκον, ἀποστέλλουσιν ἄνδρας ἐς Δελφοὺς ἐρησομένους ὁποῖα ἐς Κλεομήδην τὰ συμβάντα ἦν.
ついに箱の木材を壊したが、生きているクレオメデスも死んでいる彼も見つからなかったため、彼らはクレオメデスに起こった出来事がどのようなものであったかを尋ねるために、使者をデルポイに派遣した。
§6.9.8τούτοις χρῆσαι τὴν Πυθίαν φασίν·
ピュティアは彼らに次のような神託を与えたと言われている。
" ὕστατος ἡρώων Κλεομήδης Ἀστυπαλαιεύς, ὃν θυσίαις τιμᾶθʼ ἅτε μηκέτι θνητὸν ἐόντα.
「アストゥパライアのクレオメデスは、英雄たちの最後の一人なり。 彼を犠牲式によって称えよ、もはや死すべき者ではないのだから。
" Κλεομήδει μὲν οὖν Ἀστυπαλαιεῖς ἀπὸ τούτου τιμὰς ὡς ἥρωι νέμουσι·
」 ¦0 こうしてアストゥパライアの人々は、この時からクレオメデスに対して英雄としての名誉を授けている。
§6.9.9παρὰ δὲ τοῦ Γέλωνος τὸ ἅρμα ἀνάκειται Φίλων, τέχνη τοῦ Αἰγινήτου Γλαυκίου.
ゲロンの戦車のそばにはフィロンの像が奉納されている。 これはアイギナ出身のグラウキアスの作品である。
τούτῳ τῷ Φίλωνι Σιμωνίδης ὁ Λεωπρέπους ἐλεγεῖον δεξιώτατον ἐποίησε·
このフィロンのために、レオプレペスの息子シモニデスが極めて巧みなエレゲイア詩を作った。
" πατρὶς μὲν Κόρκυρα, Φίλων δʼ ὄνομʼ·
「祖国はコルキュラ、名はフィロン。
εἰμὶ δὲ Γλαύκου υἱὸς καὶ νικῶ πὺξ δύʼ Ὀλυμπιάδας.
私はグラウコスの息子にして、オリンピア期において二度、拳闘にて勝利せり。
" ἀνάκειται καὶ Μαντινεὺς Ἀγαμήτωρ, κρατήσας πυγμῇ παῖδας.
」少年拳闘で勝利を収めたマンティネイア出身のアガメトルも奉納されている。

語釈・文法注

  1. §6.9.1ἐμοὶ μὲν οὐχ οἷά τε ἦν — οὐχ οἷόν τέ ἐστι(〜することは不可能である)の構文において、形容詞 οἷος が中性複数形 οἷα になり、さらに不完全過去 ἦν を伴って非人称的に用いられている。「私には推測することができなかった」の意を表す。
  2. §6.9.3ἐμοὶ δοκεῖν — 挿入的に用いられている絶対不定詞(いわゆる limitative infinitive)で、「私の見解では」「私に思われるところでは」という限定的な意味を文全体に付け加える役割を果たしている。
  3. §6.9.4οὐ κατὰ ταὐτὰ δοξάζειν ἐμοί τε παρίστατο καὶ τοῖς πρότερον — 非人称動詞 παρίσταται が与格と不定詞を伴い「(考えが)〜に浮かぶ」を表す構文。ここでは、与格の ἐμοί と τοῖς πρότερον が並置され、不定詞 δοξάζειν (考える)に掛かる。「私に、以前(これについて)語った人々と同じようには考えない(という思いが)生じた」の意となる。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §6.9.1-6.9.9. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:6.9.1-6.9.9

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。