Humanitext Reader

パウサニアス · ギリシア案内記 §5.8.1-5.8.11

オリンピア競技会の再興と各種目の変遷

194 / 465 箇所 · ギリシア語

要旨

オリンピア競技会の伝説的な主催者(クリュメノス、エンデュミオン、ペロプス等)と、イフィトスによる競技再興後に歴代のオリンピア期で追加されていった各種目(各種競走、五種競技、相撲、拳闘、パンクラティオン、馬事種目など)の最初の勝者たちについて記述している。

§5.8.1τούτων δὲ ὕστερον Κλύμενον τὸν Κάρδυος, πεντηκοστῷ μάλιστα ἔτει μετὰ τὴν συμβᾶσαν ἐπὶ Δευκαλίωνος ἐν Ἕλλησιν ἐπομβρίαν ἐλθόντα ἐκ Κρήτης, γένος ἀπὸ Ἡρακλέους ὄντα τοῦ Ἰδαίου, τόν τε ἀγῶνα ἐν Ὀλυμπίᾳ θεῖναι καὶ Κούρησι τοῖς τε ἄλλοις καὶ Ἡρακλεῖ τῷ προγόνῳ λέγουσιν ἱδρύσασθαι βωμόν, Παραστάτην ἐπωνυμίαν τῷ Ἡρακλεῖ θέμενον.
これらののち、カルデュスの子クリュメノスが、ギリシア人の間でデウカリオンの時代に起きた大洪水からおよそ50年後にクレタからやって来て、オリンピアで競技会を開催し、クーレースたちや他の神々、そして先祖であるヘラクレスのために祭壇を築き、そのヘラクレスに『パラスタテス(傍らに立つ者)』という異名を与えたと言われている。
Ἐνδυμίων δὲ ὁ Ἀεθλίου Κλύμενόν τε ἔπαυσε τῆς ἀρχῆς καὶ δρόμου τοῖς υἱοῖς ἆθλα ἐν Ὀλυμπίᾳ τὴν βασιλείαν ἔθηκε.
アエトリオスの子エンデュミオンはクリュメノスから支配権を奪い、オリンピアにおける王権を、息子たちのための競走の賞品とした。
§5.8.2Πέλοψ δὲ ὕστερον γενεᾷ μάλιστα μετὰ Ἐνδυμίωνα τὸν ἀγῶνα τῷ Ὀλυμπίῳ Διὶ ἐποίησεν ἀξιολογώτατα ἀνθρώπων τῶν πρὸ αὐτοῦ.
ペロプスは、エンデュミオンからおよそ一世代のちに、それまでのどの人間よりも際立った方法でオリンピオス・ゼウスのために競技会を催した。
Πέλοπος δὲ τῶν παίδων σκεδασθέντων ἐξ Ἤλιδος ἀνὰ πᾶσαν τὴν ἄλλην Πελοπόννησον, Ἀμυθάων ὁ Κρηθέως Ἐνδυμίωνι ἀνεψιὸς πρὸς πατρός—εἶναι γάρ φασι καὶ Ἀέθλιον Αἰόλου, Διὸς δὲ ἐπίκλησιν—, ἔθηκεν ὁ Ἀμυθάων τὰ Ὀλύμπια, μετὰ δὲ αὐτὸν Πελίας τε καὶ Νηλεὺς ἐν κοινῷ.
ペロプスの息子たちがエリスからペロポネソスの他のすべての地域へと散り散りになったとき、クレーテウスの子で、エンデュミオンの父方の従兄弟(というのも、アエトリオスもアイオロスの子であり、ゼウスが名目上の父であると言われているからだが)であるアミュタオンがオリンピア競技会を開催し、彼ののちにはペリアスとネレウスが共同でそれを催した。
§5.8.3ἔθηκε δὲ καὶ Αὐγέας καὶ Ἡρακλῆς ὁ Ἀμφιτρύωνος ἑλὼν Ἦλιν·
アウゲアスも、またアムピトリュオンの子でエリスを占領したヘラクレスも競技会を開催した。
ὁπόσους δὲ ἐστεφάνωσεν οὗτος νικῶντας, ἔστιν Ἰόλαος ταῖς Ἡρακλέους δραμὼν ἵπποις.
このヘラクレスが勝者として冠を授けた者たちの中に、ヘラクレスの馬を駆って走ったイオラオスがいる。
ἦν δὲ ἄρα ἐκ παλαιοῦ καθεστηκὸς ἀγωνίζεσθαι καὶ ἀλλοτρίαις ἵπποις·
他人の馬で競い合うことは昔から確立された慣習であった。
Ὅμηρος γοῦν ἐν ἄθλοις τεθεῖσιν ἐπὶ Πατρόκλῳ πεποίηκεν ὡς Μενέλαος Αἴθῃ τῇ Ἀγαμέμνονος, τῷ δὲ ἑτέρῳ χρήσαιτο τῶν ἵππων οἰκείῳ.
実際、ホメロスはパトロクロスのために設けられた競技会の中で、メネラオスがアガメムノンの馬アイテと、自身の持ち馬のもう一頭をペアで用いたと詠んでいる。
§5.8.4ἡνιόχει δὲ καὶ ἄλλως ὁ Ἰόλαος Ἡρακλεῖ τὰς ἵππους·
そもそもイオラオスはそれ以外でもヘラクレスのために馬車を御していた。
αὐτός τε οὖν ἅρματι καὶ Ἰάσιος ἀνὴρ Ἀρκὰς κέλητος ἐνίκησεν ἵππου δρόμῳ, Τυνδάρεω δὲ οἱ παῖδες ὁ μὲν δρόμῳ, Πολυδεύκης δὲ πυκτεύων.
それゆえ、彼自身は戦車競走で、アルカディア人のイアシオスは単騎の競馬で勝利を収め、テュンダレオスの子たちのうち、一人は徒競走で、ポリュデウケスは拳闘で勝利した。
λέγεται δὲ καὶ ἐς αὐτὸν Ἡρακλέα ὡς πάλης τε ἀνέλοιτο καὶ παγκρατίου νίκας.
ヘラクレス自身についても、相撲とパンクラティオンで勝利を収めたと言われている。
§5.8.5μετὰ δὲ Ὄξυλον—διέθηκε γὰρ τὸν ἀγῶνα καὶ Ὄξυλος—, μετὰ τοῦτον βασιλεύσαντα ἐξέλιπεν ἄχρι Ἰφίτου τὰ Ὀλύμπια.
オクシュロスののち――というのもオクシュロスもまた競技会を開催したからだが――彼の治世ののち、オリンピア競技会はイフィトスの時代まで途絶えた。
Ἰφίτου δὲ τὸν ἀγῶνα ἀνανεωσαμένου κατὰ τὰ ἤδη μοι λελεγμένα, τοῖς ἀνθρώποις ἔτι ὑπῆρχε τῶν ἀρχαίων λήθη·
イフィトスが、すでに私が述べた方法で競技会を再興したとき、人々にはまだ古代の事柄への忘却が存在していた。
καὶ κατʼ ὀλίγον ἐς ὑπόμνησιν ἤρχοντο αὐτῶν, καὶ ὁπότε τι ἀναμνησθεῖεν, ἐποιοῦντο τῷ ἀγῶνι προσθήκην.
そして彼らは徐々にそれらを思い出すようになり、何かを思い出すたびに、競技会に種目を追加していった。
§5.8.6δῆλον δέ·
これは明らかである。
ἐξ οὗ γὰρ τὸ συνεχὲς ταῖς μνήμαις ἐπὶ ταῖς Ὀλυμπιάσιν ἐστί, δρόμου μὲν ἆθλα ἐτέθη πρῶτον, καὶ Ἠλεῖος Κόροιβος ἐνίκα·
なぜなら、オリンピア期についての記録が連続するようになってから、まず最初に徒競走の賞が設けられ、エリス人のコロイボスが勝利したからである。
εἰκὼν μὲν δὴ οὐκ ἔστιν ἐν Ὀλυμπίᾳ τοῦ Κοροίβου, τάφος δὲ ἐπὶ τοῖς πέρασι τῆς Ἠλείας.
オリンピアにはコロイボスの像はないが、その墓はエリスの境界線上にある。
Ὀλυμπιάδι δὲ ὕστερον τετάρτῃ καὶ δεκάτῃ προσετέθη σφίσι δίαυλος·
その後、第14回目のオリンピア期に、複道走が彼らに追加された。
Ὕπηνος δὲ ἀνὴρ Πισαῖος ἀνείλετο ἐπὶ τῷ διαύλῳ τὸν κότινον, τῇ δὲ ἑξῆς ἐπὶ τῷ δολίχῳ Ἄκανθος Λακεδαιμόνιος.
そしてピサ人のヒュペノスが複道走で野生のオリーブの冠を獲得し、その次の回にはラケダイモン人のアカントスが長距離走で獲得した。
§5.8.7ἐπὶ δὲ τῆς ὀγδόης καὶ δεκάτης Ὀλυμπιάδος πεντάθλου καὶ πάλης ἀφίκοντο ἐς μνήμην·
第18回目のオリンピア期において、五種競技と相撲が記憶に呼び戻された。
καὶ τοῦ μὲν Λάμπιδι ὑπῆρξεν, Εὐρυβάτῳ δὲ ἡ νίκη τῆς πάλης, Λακεδαιμονίοις καὶ τούτοις.
そして前者の勝利はランピスに、相撲の勝利はエウリュバトスにもたらされたが、彼らもまたラケダイモン人であった。
τρίτῃ δὲ Ὀλυμπιάδι καὶ εἰκοστῇ πυγμῆς ἆθλα ἀπέδοσαν·
第23回目のオリンピア期には、拳闘の賞を復活させた。
Ὀνόμαστος δὲ ἐνίκησεν ἐκ Σμύρνης συντελούσης ἤδη τηνικαῦτα ἐς Ἴωνας.
そして、その当時すでにイオニア人の一員となっていたスミュルナ出身のオノマストスが勝利した。
πέμπτῃ δὲ ἐπὶ ταῖς εἴκοσι κατεδέξαντο ἵππων τελείων δρόμον, καὶ ἀνηγορεύθη Θηβαῖος Παγώνδας κρατῶν ἅρματι.
第25回目には、成馬の戦車競走を受け入れ、テバイ人のパゴンダスが戦車で勝利したと宣言された。
§5.8.8ὀγδόῃ δὲ ἀπὸ ταύτης Ὀλυμπιάδι ἐδέξαντο παγκρατιαστήν τε ἄνδρα καὶ ἵππον κέλητα·
これより8回目のオリンピア期において、彼らはパンクラティオンを行う成人男子と、単騎の競馬を受け入れた。
ἵππος μὲν δὴ Κραννωνίου Κραυξίδα παρέφθη, τοὺς δὲ ἐσελθόντας ἐπὶ τὸ παγκράτιον ὁ Λύγδαμις κατειργάσατο Συρακούσιος.
そしてクランノン出身のクラウクシダスの馬が勝ち抜け、パンクラティオンに出場した者たちには、シラクサ人のリュグダミスが打ち勝った。
τούτῳ πρὸς ταῖς λιθοτομίαις ἐστὶν ἐν Συρακούσαις μνῆμα·
この人物にはシラクサの石切り場の近くに記念碑がある。
εἰ δὲ καὶ Ἡρακλεῖ τῷ Θηβαίῳ μέγεθος παρισοῦτο ὁ Λύγδαμις, ἐγὼ μὲν οὐκ οἶδα, λεγόμενον δὲ ὑπὸ Συρακουσίων ἐστί.
リュグダミスが体格においてテバイのヘラクレスと等しかったかどうか、私にはわからないが、シラクサ人によってそう言われている。
§5.8.9τὰ δὲ ἐπὶ τοῖς παισὶν ἐς μὲν τῶν παλαιοτέρων οὐδεμίαν ἥκει μνήμην, αὐτοὶ δὲ ἀρέσαν σφίσι κατεστήσαντο Ἠλεῖοι.
少年たちに関する種目は、古代の人々の記憶には全く届いていなかったが、エリス人自身が好ましいとして制定した。
δρόμου μὲν δὴ καὶ πάλης ἐτέθη παισὶν ἆθλα ἐπὶ τῆς ἑβδόμης καὶ τριακοστῆς Ὀλυμπιάδος, καὶ Ἱπποσθένης Λακεδαιμόνιος πάλην, Πολυνείκης δὲ τὸν δρόμον ἐνίκησεν Ἠλεῖος.
少年たちのための徒競走と相撲の賞は第37回目のオリンピア期に設けられ、ラケダイモン人のヒッポステネスが相撲で、エリス人のポリュネイケスが徒競走で勝利した。
πρώτῃ δὲ ἐπὶ ταῖς τεσσαράκοντα Ὀλυμπιάδι πύκτας ἐσεκάλεσαν παῖδας, καὶ περιῆν τῶν ἐσελθόντων Συβαρίτης Φιλύτας.
第41回目のオリンピア期には少年の拳闘を招き入れ、出場した者たちのうちでシュバリス出身のフィリュタスが勝ち残った。
§5.8.10τῶν δὲ ὁπλιτῶν ὁ δρόμος ἐδοκιμάσθη μὲν ἐπὶ τῆς πέμπτης Ὀλυμπιάδος καὶ ἑξηκοστῆς, μελέτης ἐμοὶ δοκεῖν ἕνεκα τῆς ἐς τὰ πολεμικά·
重装歩兵の競走は、私の考えでは軍事の訓練のために、第65回目のオリンピア期に認められた。
τοὺς δὲ δραμόντας ἀσπίσιν ὁμοῦ πρῶτος Δαμάρετος ἐκράτησεν Ἡραιεύς.
盾を携えて走った者たちのうちで、ヘライア出身のダマレトスが最初に勝利した。
δρόμος δὲ δύο ἵππων τελείων συνωρὶς κληθεῖσα τρίτῃ μὲν Ὀλυμπιάδι ἐτέθη πρὸς ταῖς ἐνενήκοντα, Εὐαγόρας δὲ ἐνίκησεν Ἠλεῖος.
つがいと呼ばれる二頭立ての成馬の戦車競走は、第93回目のオリンピア期に設けられ、エリス人のエウアゴラスが勝利した。
ἐνάτῃ δὲ ἤρεσεν Ὀλυμπιάδι καὶ ἐνενηκοστῇ καὶ πώλων ἅρμασιν ἀγωνίζεσθαι·
第99回目のオリンピア期には、子馬の戦車で競い合うことも好ましいとされるようになり、ラケダイモン人のシュバリアデスがその子馬の戦車の冠を得た。
Λακεδαιμόνιος δὲ Συβαριάδης τὸν στέφανον τῶν πώλων ἔσχε τοῦ ἅρματος.
のちに彼らは子馬のつがいと、子馬の単騎競馬も追加した。
§5.8.11προσέθεσαν δὲ ὕστερον καὶ συνωρίδα πώλων καὶ πῶλον κέλητα·
つがいにおいては海に面したマケドニア出身の女性ベリスティケが、単騎競馬においてはリュキア人のトレポレモスが勝者として宣言されたと言われている。
ἐπὶ μὲν δὴ τῇ συνωρίδι Βελιστίχην ἐκ Μακεδονίας τῆς ἐπὶ θαλάσσῃ γυναῖκα, Τληπόλεμον δὲ Λύκιον ἀναγορευθῆναι λέγουσιν ἐπὶ τῷ κέλητι, τοῦτον μὲν ἐπὶ τῆς πρώτης καὶ τριακοστῆς τε καὶ ἑκατοστῆς Ὀλυμπιάδος, τῆς δὲ Βελιστίχης τὴν συνωρίδα Ὀλυμπιάδι πρὸ ταύτης τρίτῃ.
トレポレモスの勝利は第131回目のオリンピア期であり、ベリスティケのつがいはこれより3回前のオリンピア期であった。
πέμπτῃ δὲ ἐπὶ ταῖς τεσσαράκοντα καὶ ἑκατὸν ἆθλα ἐτέθη παγκρατίου παισί, καὶ ἐνίκα Φαίδιμος Αἰολεὺς ἐκ πόλεως Τρῳάδος.
第145回目のオリンピア期には、少年のパンクラティオンの賞が設けられ、トロアス地方の都市出身のアイオリス人ファイディモスが勝利した。

語釈・文法注

  1. 5.8.1δρόμου ¦0¦ τοῖς υἱοῖς ἆθλα — δρόμου(競走の)は属格で、名詞 ἆθλα(賞品)にかかる。エンデュミオンが自身の息子たちに王権を競わせるために、競走における賞品(ἆθλα δρόμου)として王権(τὴν βασιλείαν)を提示したという二重目的語的な構文を表す。
  2. 5.8.1Παραστάτην — 不規則変化する Παραστάτης(傍らに立つ者、助っ人)の対格。ここでは分詞 θέμενον の目的語である ἐπωνυμίαν(異名)と同格の補語として機能しており、ヘラクレスに与えられた具体的な呼び名を示している。
  3. 5.8.2Διὸς δὲ ἐπίκλησιν — 名詞 ἐπίκλησις の対格だが、副詞的に「名目上は」「〜という通り名で」の意味で用いられている。Aethlius が実際には Aeolus の子であるが、世間では Zeus の子と呼ばれているという事実の対比を示している。
  4. 5.8.3ἔστιν Ἰόλαος — 先行詞の省略された関係代名詞節 ὁπόσους δὲ ἐστεφάνωσεν οὗτος νικῶνας(彼が勝者として冠を授けたのはこれこれの数であったが)が主節の主語のように機能し、主動詞 ἔστιν と補語 Ἰόλαος に結びつく構文。
  5. 5.8.11τῆς δὲ Βελιστίχης τὴν συνωρίδα Ὀλυμπιάδι πρὸ ταύτης τρίτῃ — 「これ(第131回)の前の3番目の」という表現は、第128回を指す。起点となる回を1回目として数える古典ギリシア語の包括的計算法に基づいているため。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §5.8.1-5.8.11. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:5.8.1-5.8.11

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。