§5.7.5ἡ δὲ θάλασσα ἡ Νεκρὰ πάσχει παντὶ ὕδατι ἄλλῳ τὰ ἐναντία·
死海は、他のすべての水とは反対の性質を持っている。
ἐν ᾗ γε τὰ μὲν ζῶντα πέφυκεν οὐ νηχόμενα ἐποχεῖσθαι, τὰ δὲ θνήσκοντα ἐς βυθὸν χωρεῖν.
すなわちそこでは、生きているものは泳がずとも浮かび、死にゆくものは底へと沈むのである。
ταύτῃ ἄκαρπος καὶ ἰχθύων ἡ λίμνη·
それゆえ、この湖には魚も棲まない。
ἅτε ἀπὸ τοῦ φανερωτάτου κινδύνου ἐπὶ τὸ ὕδωρ ἀναφεύγουσιν ὀπίσω τὸ οἰκεῖον.
なぜなら、魚たちは明らかすぎる危険を避けて、自分たちの本来の水へと逃げ帰るからである。
τῷ δὲ Ἀλφειῷ τὸ αὐτὸ πάσχει καὶ ὕδωρ ἄλλο ἐν Ἰωνίᾳ·
アルフェイオス川と同じ現象を、イオニアの別の水も経験している。
τούτου δὲ τοῦ ὕδατος πηγὴ μέν ἐστιν ἐν Μυκάλῃ τῷ ὄρει, διεξελθὸν δὲ θάλασσαν τὴν μεταξὺ ἄνεισιν αὖθις κατὰ Βραγχίδας πρὸς λιμένι ὀνομαζομένῳ Πανόρμῳ.
この水の水源はミュカレ山にあり、その間にある海を通り抜けて、ブランキダイの近くの、パノルモスと呼ばれる港のところで再び湧き上がるのである。
§5.7.6ταῦτα μὲν δὴ ἔχει τρόπον τὸν εἰρημένον·
これらはまさに述べられたような状態にある。
ἐς δὲ τὸν ἀγῶνα τὸν Ὀλυμπικὸν λέγουσιν Ἠλείων οἱ τὰ ἀρχαιότατα μνημονεύοντες Κρόνον τὴν ἐν οὐρανῷ σχεῖν βασιλείαν πρῶτον καὶ ἐν Ὀλυμπίᾳ ποιηθῆναι Κρόνῳ ναὸν ὑπὸ τῶν τότε ἀνθρώπων, οἳ ὠνομάζοντο χρυσοῦν γένος·
オリンピアの競技会については、最も古い事柄を記憶しているエリス人たちが言うには、まずクロノスが天における王権を握り、当時、黄金の種族と呼ばれていた人々によってオリンピアにクロノスの神殿が建てられたということである。
Διὸς δὲ τεχθέντος ἐπιτρέψαι Ῥέαν τοῦ παιδὸς τὴν φρουρὰν τοῖς Ἰδαίοις Δακτύλοις, καλουμένοις δὲ τοῖς αὐτοῖς τούτοις καὶ Κούρησιν·
そして、ゼウスが生まれたとき、レアーはその子の守護を、イダイオス・ダクテュロスたち、すなわち同じくクーレースたちとも呼ばれる者たちに委ねたという。
ἀφικέσθαι δὲ αὐτοὺς ἐξ Ἴδης τῆς Κρητικῆς, Ἡρακλέα καὶ Παιωναῖον καὶ Ἐπιμήδην καὶ Ἰάσιόν τε καὶ Ἴδαν·
そして彼らはクレタのイダ山からやって来たが、それはヘラクレス、パイオナイオス、エピメデス、イアシオス、そしてイダスであったという。
§5.7.7τὸν δὲ Ἡρακλέα παίζοντα—εἶναι γὰρ δὴ αὐτὸν πρεσβύτατον ἡλικίᾳ—συμβαλεῖν τοὺς ἀδελφοὺς ἐς ἅμιλλαν δρόμου καὶ τὸν νικήσαντα ἐξ αὐτῶν κλάδῳ στεφανῶσαι κοτίνου·
そして、ヘラクレスが戯れに――というのも、彼が年齢において最年長であったからだが――兄弟たちを競走の競争に引き合わせ、彼らのうちの勝者に野生のオリーブの枝で冠を授けたという。
παρεῖναι δὲ αὐτοῖς πολὺν δή τι οὕτω τὸν κότινον ὡς τὰ χλωρὰ ἔτι τῶν φύλλων ὑπεστρῶσθαι σφᾶς καθεύδοντας.
そして、彼らのところには野生のオリーブが非常に豊富にあったため、彼らが眠るときに、そのまだ青い葉を下に敷き詰めて寝たほどであったという。
κομισθῆναι δὲ ἐκ τῆς Ὑπερβορέων γῆς τὸν κότινόν φασιν ὑπὸ τοῦ Ἡρακλέους ἐς Ἕλληνας, εἶναι δὲ ἀνθρώπους οἳ ὑπὲρ τὸν ἄνεμον οἰκοῦσι τὸν Βορέαν.
また、野生のオリーブはヘラクレスによってハイパーボレア人の土地からギリシア人たちのもとへと持ち込まれたと言われており、この人々は北風の彼方に住む人々であるという。
§5.7.8πρῶτος μὲν ἐν ὕμνῳ τῷ ἐς Ἀχαιίαν ἐποίησεν Ὠλὴν Λύκιος ἀφικέσθαι τὴν Ἀχαιίαν ἐς Δῆλον ἐκ τῶν Ὑπερβορέων τούτων·
リュキア人オレンは、『アカイアへの賛歌』の中で、アカイアがこれらハイパーボレア人のもとからデロス島にやって来たと最初に詩に詠んだ。
ἔπειτα δὲ ᾠδὴν Μελάνωπος Κυμαῖος ἐς Ὦπιν καὶ Ἑκαέργην ᾖσεν, ὡς ἐκ τῶν Ὑπερβορέων καὶ αὗται πρότερον ἔτι τῆς Ἀχαιίας ἀφίκοντο ἐς Δῆλον·
その後、キュメのメラノポスはオピスとヘカエルゲへの歌を歌い、彼女たちもアカイアよりもさらに前にハイパーボレア人のもとからデロス島へとやって来たと歌った。
§5.7.9Ἀριστέας δὲ ὁ Προκοννήσιος—μνήμην γὰρ ἐποιήσατο Ὑπερβορέων καὶ οὗτος—τάχα τι καὶ πλέον περὶ αὐτῶν πεπυσμένος ἂν εἴη παρὰ Ἰσσηδόνων, ἐς οὓς ἀφικέσθαι φησὶν ἐν τοῖς ἔπεσιν.
プロコンネソスのアリステアスは――彼もまたハイパーボレア人に言及しているが――、その叙事詩の中で自分がそのもとへ到達したと語っているイッセドネス人たちから、おそらく彼らについてさらに多くのことを聞いて知っていたのだろう。
Ἡρακλεῖ οὖν πρόσεστι τῷ Ἰδαίῳ δόξα τὸν τότε ἀγῶνα διαθεῖναι πρώτῳ καὶ Ὀλύμπια ὄνομα θέσθαι·
それゆえ、イダイオスのヘラクレスには、当時の競技会を最初に主催し、それに「オリンピア」という名前をつけたという名声が帰せられている。
διὰ πέμπτου οὖν ἔτους αὐτὸν κατεστήσατο ἄγεσθαι, ὅτι αὐτός τε καὶ οἱ ἀδελφοὶ πέντε ἦσαν ἀριθμόν.
それゆえ、彼自身と兄弟たちが数において5人であったため、5年(4年周期)ごとにそれを開催することを彼は制定したのである。
§5.7.10Δία δὴ οἱ μὲν ἐνταῦθα παλαῖσαι καὶ αὐτῷ Κρόνῳ περὶ τῆς ἀρχῆς, οἱ δὲ ἐπὶ κατειργασμένῳ ἀγωνοθετῆσαί φασιν αὐτόν·
実に、ある人々はゼウスがそこでクロノス自身と支配権をめぐって角力をしたと言い、また別の人々はゼウスが支配権を確立した後に競技会を主催したと言う。
νικῆσαι δὲ ἄλλοι τε λέγονται καὶ ὅτι Ἀπόλλων παραδράμοι μὲν ἐρίζοντα Ἑρμῆν, κρατήσαι δὲ Ἄρεως πυγμῇ.
そして、他の者たちも勝利したと言われているが、特にアポロンは、競い合っていたヘルメスを走りにおいて追い抜き、アレスには拳闘において打ち勝ったということである。
τούτου δὲ ἕνεκα καὶ τὸ αὔλημα τὸ Πυθικόν φασι τῷ πηδήματι ἐπεισαχθῆναι τῶν πεντάθλων, ὡς τὸ μὲν ἱερὸν τοῦ Ἀπόλλωνος τὸ αὔλημα ὄν, τὸν Ἀπόλλωνα δὲ ἀνῃρημένον Ὀλυμπικὰς νίκας.
このため、ピュティアのフルートの演奏が五種競技の跳躍に導入されたと言われている。 なぜなら、そのフルート演奏はアポロンに捧げられた聖なるものであり、アポロンはオリンピアでの勝利を獲得したからである。