§5.8.1τούτων δὲ ὕστερον Κλύμενον τὸν Κάρδυος, πεντηκοστῷ μάλιστα ἔτει μετὰ τὴν συμβᾶσαν ἐπὶ Δευκαλίωνος ἐν Ἕλλησιν ἐπομβρίαν ἐλθόντα ἐκ Κρήτης, γένος ἀπὸ Ἡρακλέους ὄντα τοῦ Ἰδαίου, τόν τε ἀγῶνα ἐν Ὀλυμπίᾳ θεῖναι καὶ Κούρησι τοῖς τε ἄλλοις καὶ Ἡρακλεῖ τῷ προγόνῳ λέγουσιν ἱδρύσασθαι βωμόν, Παραστάτην ἐπωνυμίαν τῷ Ἡρακλεῖ θέμενον.
They say that after these, Clymenus, the son of Cardys, coming from Crete about fifty years after the flood that occurred among the Greeks in the time of Deucalion, being by descent from Heracles the Idaean, held the games in Olympia and established an altar to the other Curetes and to his ancestor Heracles, giving the name Parastates to Heracles.
Ἐνδυμίων δὲ ὁ Ἀεθλίου Κλύμενόν τε ἔπαυσε τῆς ἀρχῆς καὶ δρόμου τοῖς υἱοῖς ἆθλα ἐν Ὀλυμπίᾳ τὴν βασιλείαν ἔθηκε.
But Endymion, the son of Aethlius, deprived Clymenus of his rule and set the kingdom in Olympia as a prize for his sons in a running race.
§5.8.2Πέλοψ δὲ ὕστερον γενεᾷ μάλιστα μετὰ Ἐνδυμίωνα τὸν ἀγῶνα τῷ Ὀλυμπίῳ Διὶ ἐποίησεν ἀξιολογώτατα ἀνθρώπων τῶν πρὸ αὐτοῦ.
Pelops, about a generation later than Endymion, celebrated the games for Olympian Zeus in a manner more noteworthy than any of the men before him.
Πέλοπος δὲ τῶν παίδων σκεδασθέντων ἐξ Ἤλιδος ἀνὰ πᾶσαν τὴν ἄλλην Πελοπόννησον, Ἀμυθάων ὁ Κρηθέως Ἐνδυμίωνι ἀνεψιὸς πρὸς πατρός—εἶναι γάρ φασι καὶ Ἀέθλιον Αἰόλου, Διὸς δὲ ἐπίκλησιν—, ἔθηκεν ὁ Ἀμυθάων τὰ Ὀλύμπια, μετὰ δὲ αὐτὸν Πελίας τε καὶ Νηλεὺς ἐν κοινῷ.
But when the sons of Pelops were scattered from Elis over all the rest of the Peloponnese, Amythaon, the son of Cretheus, a cousin of Endymion on his father's side—for they say that Aethlius too was a son of Aeolus, though called a son of Zeus—Amythaon held the Olympics, and after him Pelias and Neleus held them jointly.
§5.8.3ἔθηκε δὲ καὶ Αὐγέας καὶ Ἡρακλῆς ὁ Ἀμφιτρύωνος ἑλὼν Ἦλιν· ὁπόσους δὲ ἐστεφάνωσεν οὗτος νικῶντας, ἔστιν Ἰόλαος ταῖς Ἡρακλέους δραμὼν ἵπποις.
Augeas also held them, and Heracles the son of Amphitryon having captured Elis; and among those whom he crowned as victors was Iolaus, who ran with the horses of Heracles.
ἦν δὲ ἄρα ἐκ παλαιοῦ καθεστηκὸς ἀγωνίζεσθαι καὶ ἀλλοτρίαις ἵπποις· Ὅμηρος γοῦν ἐν ἄθλοις τεθεῖσιν ἐπὶ Πατρόκλῳ πεποίηκεν ὡς Μενέλαος Αἴθῃ τῇ Ἀγαμέμνονος, τῷ δὲ ἑτέρῳ χρήσαιτο τῶν ἵππων οἰκείῳ.
It was, indeed, established of old to compete also with the horses of others; at any rate, Homer, in the games held for Patroclus, has represented Menelaus as using Aethe, the horse of Agamemnon, and for the other horse one of his own.
§5.8.4ἡνιόχει δὲ καὶ ἄλλως ὁ Ἰόλαος Ἡρακλεῖ τὰς ἵππους· αὐτός τε οὖν ἅρματι καὶ Ἰάσιος ἀνὴρ Ἀρκὰς κέλητος ἐνίκησεν ἵππου δρόμῳ, Τυνδάρεω δὲ οἱ παῖδες ὁ μὲν δρόμῳ, Πολυδεύκης δὲ πυκτεύων.
Now Iolaus used to drive the horses for Heracles anyway; so he himself won in the chariot race, and Iasius, an Arcadian, won the race of the single riding horse, while of the sons of Tyndareus, one won in the foot-race, and Polydeuces in boxing.
λέγεται δὲ καὶ ἐς αὐτὸν Ἡρακλέα ὡς πάλης τε ἀνέλοιτο καὶ παγκρατίου νίκας.
And it is said also of Heracles himself that he carried off victories in wrestling and the pancratium.
§5.8.5μετὰ δὲ Ὄξυλον—διέθηκε γὰρ τὸν ἀγῶνα καὶ Ὄξυλος—, μετὰ τοῦτον βασιλεύσαντα ἐξέλιπεν ἄχρι Ἰφίτου τὰ Ὀλύμπια.
But after Oxylus—for Oxylus also arranged the games—after his reign the Olympics lapsed until the time of Iphitus.
Ἰφίτου δὲ τὸν ἀγῶνα ἀνανεωσαμένου κατὰ τὰ ἤδη μοι λελεγμένα, τοῖς ἀνθρώποις ἔτι ὑπῆρχε τῶν ἀρχαίων λήθη· καὶ κατʼ ὀλίγον ἐς ὑπόμνησιν ἤρχοντο αὐτῶν, καὶ ὁπότε τι ἀναμνησθεῖεν, ἐποιοῦντο τῷ ἀγῶνι προσθήκην.
And when Iphitus renewed the games in accordance with what I have already related, men still suffered from forgetfulness of the ancient events; and they gradually came to remember them, and whenever they remembered something, they made an addition to the games.
§5.8.6δῆλον δέ· ἐξ οὗ γὰρ τὸ συνεχὲς ταῖς μνήμαις ἐπὶ ταῖς Ὀλυμπιάσιν ἐστί, δρόμου μὲν ἆθλα ἐτέθη πρῶτον, καὶ Ἠλεῖος Κόροιβος ἐνίκα· εἰκὼν μὲν δὴ οὐκ ἔστιν ἐν Ὀλυμπίᾳ τοῦ Κοροίβου, τάφος δὲ ἐπὶ τοῖς πέρασι τῆς Ἠλείας.
This is clear: for from the time when there has been a continuous record of the Olympiads, prizes for a foot-race were established first, and Coroebus of Elis won; there is indeed no statue of Coroebus in Olympia, but his grave is at the borders of Elis.
Ὀλυμπιάδι δὲ ὕστερον τετάρτῃ καὶ δεκάτῃ προσετέθη σφίσι δίαυλος· Ὕπηνος δὲ ἀνὴρ Πισαῖος ἀνείλετο ἐπὶ τῷ διαύλῳ τὸν κότινον, τῇ δὲ ἑξῆς ἐπὶ τῷ δολίχῳ Ἄκανθος Λακεδαιμόνιος.
In the fourteenth Olympiad after this, the double foot-race was added for them; and Hypenus, a man of Pisa, carried off the wild olive for the double foot-race, and in the next Olympiad, Acanthus the Lacedaemonian won the long race.
§5.8.7ἐπὶ δὲ τῆς ὀγδόης καὶ δεκάτης Ὀλυμπιάδος πεντάθλου καὶ πάλης ἀφίκοντο ἐς μνήμην· καὶ τοῦ μὲν Λάμπιδι ὑπῆρξεν, Εὐρυβάτῳ δὲ ἡ νίκη τῆς πάλης, Λακεδαιμονίοις καὶ τούτοις.
In the eighteenth Olympiad, they remembered the pentathlon and wrestling; and the victory in the former fell to Lampis, and in wrestling to Eurybatus, these also being Lacedaemonians.
τρίτῃ δὲ Ὀλυμπιάδι καὶ εἰκοστῇ πυγμῆς ἆθλα ἀπέδοσαν· Ὀνόμαστος δὲ ἐνίκησεν ἐκ Σμύρνης συντελούσης ἤδη τηνικαῦτα ἐς Ἴωνας.
In the twenty-third Olympiad, they restored the prizes for boxing; and Onomastus won, who was from Smyrna, which at that time already contributed to the Ionians.
πέμπτῃ δὲ ἐπὶ ταῖς εἴκοσι κατεδέξαντο ἵππων τελείων δρόμον, καὶ ἀνηγορεύθη Θηβαῖος Παγώνδας κρατῶν ἅρματι.
In the twenty-fifth, they admitted the race for full-grown horses, and Pagondas the Theban was proclaimed victor in the chariot race.
§5.8.8ὀγδόῃ δὲ ἀπὸ ταύτης Ὀλυμπιάδι ἐδέξαντο παγκρατιαστήν τε ἄνδρα καὶ ἵππον κέλητα· ἵππος μὲν δὴ Κραννωνίου Κραυξίδα παρέφθη, τοὺς δὲ ἐσελθόντας ἐπὶ τὸ παγκράτιον ὁ Λύγδαμις κατειργάσατο Συρακούσιος.
In the eighth Olympiad after this, they admitted the pancratium for men and the single riding horse; and indeed the horse of Crauxidas of Crannon got ahead, while Lygdamis of Syracuse overcame those who entered for the pancratium.
τούτῳ πρὸς ταῖς λιθοτομίαις ἐστὶν ἐν Συρακούσαις μνῆμα· εἰ δὲ καὶ Ἡρακλεῖ τῷ Θηβαίῳ μέγεθος παρισοῦτο ὁ Λύγδαμις, ἐγὼ μὲν οὐκ οἶδα, λεγόμενον δὲ ὑπὸ Συρακουσίων ἐστί.
For him, near the quarries in Syracuse, there is a monument; and whether Lygdamis was actually equal in size to Heracles of Thebes, I do not know, but it is so said by the Syracusans.
§5.8.9τὰ δὲ ἐπὶ τοῖς παισὶν ἐς μὲν τῶν παλαιοτέρων οὐδεμίαν ἥκει μνήμην, αὐτοὶ δὲ ἀρέσαν σφίσι κατεστήσαντο Ἠλεῖοι.
But the contests for boys did not come down to any memory of the ancients, but the Eleans established them because they pleased them.
δρόμου μὲν δὴ καὶ πάλης ἐτέθη παισὶν ἆθλα ἐπὶ τῆς ἑβδόμης καὶ τριακοστῆς Ὀλυμπιάδος, καὶ Ἱπποσθένης Λακεδαιμόνιος πάλην, Πολυνείκης δὲ τὸν δρόμον ἐνίκησεν Ἠλεῖος.
So prizes for a foot-race and wrestling for boys were established in the thirty-seventh Olympiad, and Hipposthenes the Lacedaemonian won the wrestling, and Polyneices the Elean won the foot-race.
πρώτῃ δὲ ἐπὶ ταῖς τεσσαράκοντα Ὀλυμπιάδι πύκτας ἐσεκάλεσαν παῖδας, καὶ περιῆν τῶν ἐσελθόντων Συβαρίτης Φιλύτας.
In the forty-first Olympiad, they called in boys for boxing, and Philytas of Sybaris was superior to those who entered.
§5.8.10τῶν δὲ ὁπλιτῶν ὁ δρόμος ἐδοκιμάσθη μὲν ἐπὶ τῆς πέμπτης Ὀλυμπιάδος καὶ ἑξηκοστῆς, μελέτης ἐμοὶ δοκεῖν ἕνεκα τῆς ἐς τὰ πολεμικά· τοὺς δὲ δραμόντας ἀσπίσιν ὁμοῦ πρῶτος Δαμάρετος ἐκράτησεν Ἡραιεύς.
And the race of the hoplites was approved in the sixty-fifth Olympiad, for the sake of training in warfare, as it seems to me; and Damaretus of Heraea was the first to win among those running with shields.
δρόμος δὲ δύο ἵππων τελείων συνωρὶς κληθεῖσα τρίτῃ μὲν Ὀλυμπιάδι ἐτέθη πρὸς ταῖς ἐνενήκοντα, Εὐαγόρας δὲ ἐνίκησεν Ἠλεῖος.
And the race of two full-grown horses, called the pair, was established in the ninety-third Olympiad, and Evagoras of Elis won.
ἐνάτῃ δὲ ἤρεσεν Ὀλυμπιάδι καὶ ἐνενηκοστῇ καὶ πώλων ἅρμασιν ἀγωνίζεσθαι· Λακεδαιμόνιος δὲ Συβαριάδης τὸν στέφανον τῶν πώλων ἔσχε τοῦ ἅρματος.
In the ninety-ninth Olympiad, it pleased them to compete also with chariot of foals, and Sybariades the Lacedaemonian had the crown for the chariot of foals.
§5.8.11προσέθεσαν δὲ ὕστερον καὶ συνωρίδα πώλων καὶ πῶλον κέλητα· ἐπὶ μὲν δὴ τῇ συνωρίδι Βελιστίχην ἐκ Μακεδονίας τῆς ἐπὶ θαλάσσῃ γυναῖκα, Τληπόλεμον δὲ Λύκιον ἀναγορευθῆναι λέγουσιν ἐπὶ τῷ κέλητι, τοῦτον μὲν ἐπὶ τῆς πρώτης καὶ τριακοστῆς τε καὶ ἑκατοστῆς Ὀλυμπιάδος, τῆς δὲ Βελιστίχης τὴν συνωρίδα Ὀλυμπιάδι πρὸ ταύτης τρίτῃ.
And later they added also a pair of foals and a single riding foal; they say that for the pair of foals, Belistiche, a woman from maritime Macedonia, and for the riding foal, Tlepolemus the Lycian, were proclaimed victors—the latter in the hundred and thirty-first Olympiad, and the pair of Belistiche in the third Olympiad before this.
πέμπτῃ δὲ ἐπὶ ταῖς τεσσαράκοντα καὶ ἑκατὸν ἆθλα ἐτέθη παγκρατίου παισί, καὶ ἐνίκα Φαίδιμος Αἰολεὺς ἐκ πόλεως Τρῳάδος.
In the hundred and forty-fifth Olympiad, prizes were established for the pancratium for boys, and Phaedimus, an Aeolian from a city in the Troad, won.