§5.9.1κατελύθη δὲ ἐν Ὀλυμπίᾳ καὶ ἀγωνίσματα, μεταδόξαν μηκέτι ἄγειν αὐτὰ Ἠλείοις.
また、オリンピアにおいては、エリス人たちがそれらをこれ以上催さないことに決めたため、いくつかの競技種目も廃止された。
πένταθλόν τε γὰρ παίδων ἐπὶ τῆς ὀγδόης Ὀλυμπιάδος καὶ τριακοστῆς ἐτέθη, καὶ ἐπʼ αὐτῷ τὸν κότινον Εὐτελίδα Λακεδαιμονίου λαβόντος οὐκέτι ἀρεστὰ Ἠλείοις ἦν πεντάθλους ἐσέρχεσθαι παῖδας.
実際、第38回オリンピア期に少年の五種競技が設けられ、これにおいてラケダイモン人のエウテリダスが野生オリーブの冠を獲得したとき、エリス人たちにとって少年たちが五種競技に出場することは、もはや好ましくないこととなった。
τῆς δὲ ἀπήνης καὶ κάλπης τὸν δρόμον, τὸν μὲν Ὀλυμπιάδι νομισθέντα ἑβδομηκοστῇ, τὸν δὲ τῆς κάλπης τῇ ἐφεξῆς ταύτῃ, κήρυγμα ὑπὲρ ἀμφοτέρων ἐποιήσαντο ἐπὶ τῆς τετάρτης Ὀλυμπιάδος καὶ ὀγδοηκοστῆς μήτε κάλπης τοῦ λοιποῦ μήτε ἀπήνης ἔσεσθαι δρόμον.
また、四輪馬車とカルペの競走については、前者は第70回オリンピア期に、後者のカルペはこれに次ぐオリンピア期に制定されたが、第84回において彼らは両者について、今後はカルペの競走も四輪馬車の競走も行わないとする布告を出した。
ὅτε δὲ ἐτέθη πρῶτον, Θερσίου μὲν ἀπήνη Θεσσαλοῦ, Παταίκου δὲ Ἀχαιοῦ τῶν ἐκ Δύμης ἐνίκησεν ἡ κάλπη.
これらが最初に設けられたときには、テッサリア人テルシオスの四輪馬車が、またデュメ出身のアカイア人パタイコスのカルペが勝利した。
§5.9.2ἦν δὲ ἡ μὲν θήλεια ἵππος, καὶ ἀπʼ αὐτῶν ἀποπηδῶντες ἐπὶ τῷ ἐσχάτῳ δρόμῳ συνέθεον ταῖς ἵπποις εἰλημμένοι τῶν χαλινῶν, καθὰ καὶ ἐς ἐμὲ ἔτι οἱ ἀναβάται καλούμενοι·
カルペとは牝馬の競走であり、乗手たちは最後の一周で馬から飛び降り、手綱を握ったまま馬と並んで走るものであった。 これは私の時代にいたるまでまだ「アナバタイ(乗り手)」と呼ばれている者たちと同様である。
διάφορα δὲ τοῖς ἀναβάταις ἐς τῆς κάλπης τὸν δρόμον τά τε σημεῖά ἐστι καὶ ἄρσενές σφισιν ὄντες οἱ ἵπποι.
しかし、「アナバタイ」とカルペの競走との違いは、合図の印と、彼らの用いる馬が牡馬である点にある。
ἀπήνῃ δὲ οὔτε τῷ ἀνευρήματι οὐδὲν ἀρχαῖον οὔτε εὐπρέπεια αὐτῇ προσῆν, ἐπάρατόν τε Ἠλείοις ἐκ παλαιοῦ καὶ ἀρχὴν γενέσθαι σφίσιν ἐν τῇ χώρᾳ τὸ ζῷον·
四輪馬車については、その発明に何の由緒もなく、優美さも備わっていなかった。 さらにエリス人にとっては、その動物が自分たちの土地にそもそも生まれること自体が昔から呪われていた。
ἦν γὰρ δὴ ἀπήνη κατὰ τὴν συνωρίδα ἡμιόνους ἀντὶ ἵππων ἔχουσα.
というのも、四輪馬車とは、二頭立て馬車と同様の形で、馬の代わりにラバを繋いだものだったからである。
§5.9.3ὁ δὲ κόσμος ὁ περὶ τὸν ἀγῶνα ἐφʼ ἡμῶν, ὡς θύεσθαι τῷ θεῷ τὰ ἱερεῖα πεντάθλου μὲν καὶ δρόμου τῶν ἵππων ὕστερα, τῶν δὲ λοιπῶν πρότερα ἀγωνισμάτων, οὗτος κατέστη σφίσιν ὁ κόσμος Ὀλυμπιάδι ἑβδόμῃ πρὸς ταῖς ἑβδομήκοντα·
私たちの時代の競技会に関する秩序、すなわち、神への生贄が、五種競技と競馬ののちに、しかしそれ以外の競技種目より前に捧げられるというこの秩序は、第77回オリンピア期に彼らの間で確立されたものである。
τὰ πρὸ τούτων δὲ ἐπὶ ἡμέρας ἦγον τῆς αὐτῆς ὁμοίως καὶ ἀνθρώπων καὶ ἵππων ἀγῶνα.
それ以前は、人間と馬の競技を同様に一日のうちに行っていた。
τότε δὲ προήχθησαν ἐς νύκτα οἱ παγκρατιάζοντες ἅτε οὐ κατὰ καιρὸν ἐσκληθέντες, αἴτιοι δὲ ἐγένοντο οἵ τε ἵπποι καὶ ἐς πλέον ἔτι ἡ τῶν πεντάθλων ἅμιλλα·
その時、パンクラティオンの競技者たちは、適切な時間に呼び出されなかったため、夜までずれ込んで競うことになった。 その原因は馬であり、さらにそれ以上に五種競技の競い合いであった。
καὶ ἐκράτει μὲν Ἀθηναῖος Καλλίας τοὺς παγκρατιάσαντας, ἐμπόδιον δὲ οὐκ ἔμελλε παγκρατίῳ τοῦ λοιποῦ τὸ πένταθλον οὐδὲ οἱ ἵπποι γενήσεσθαι.
アテナイ人のカリアスがパンクラティオンの出場者たちを破って勝利したが、今後は五種競技も馬もパンクラティオンの障害にはならないことになった。
§5.9.4τὰ δὲ ἐπὶ τοῖς ἀγωνοθετοῦσιν οὐ κατὰ τὰ αὐτὰ ἃ καθεστηκότα ἦν ἐξ ἀρχῆς καὶ ἐφʼ ἡμῶν ἐς αὐτοὺς νομίζουσιν, ἀλλὰ Ἴφιτος μὲν τὸν ἀγῶνα ἔθηκεν αὐτὸς μόνος, καὶ μετὰ Ἴφιτον ἐτίθεσαν ὡσαύτως οἱ ἀπὸ Ὀξύλου·
競技の主催者たちに関する事柄も、古くに確立された習慣と、私たちの時代における彼らに対する慣習は同一ではない。 イフィトスは彼自身ただ一人で競技会を主催し、イフィトスののちも、オクシュロスの末裔たちが同様に主催した。
πεντηκοστῇ δὲ Ὀλυμπιάδι ἀνδράσι δύο ἐξ ἁπάντων λαχοῦσιν Ἠλείων ἐπετράπη ποιῆσαι τὰ Ὀλύμπια, καὶ ἐπὶ πλεῖστον ἀπὸ ἐκείνου διέμεινε τῶν ἀγωνοθετῶν ὁ ἀριθμὸς τῶν δύο.
しかし、第50回オリンピア期に、すべてのエリス人の中から抽選で選ばれた二人の男に、オリンピア競技会を執り行うことが委ねられ、それ以降、きわめて長い間、競技主催者の数は二人のままであった。
§5.9.5πέμπτῃ δὲ Ὀλυμπιάδι καὶ ἐνενηκοστῇ ἐννέα ἑλλανοδίκας κατέστησαν·
第95回オリンピア期には、九人のヘラノディカイ(競技審判員)が設置された。
τρισὶ μὲν δὴ ἐπετέτραπτο ἐξ αὐτῶν ὁ δρόμος τῶν ἵππων, τοσούτοις δὲ ἑτέροις ἐπόπταις εἶναι τοῦ πεντάθλου, τοῖς δὲ ὑπολειπομένοις τὰ λοιπὰ ἔμελε τῶν ἀγωνισμάτων.
彼らのうち三人には競馬が委ねられ、別の三人には五種競技の監督が、そして残りの者たちにはその他の競技種目が任された。
δευτέρᾳ δὲ ἀπὸ ταύτης Ὀλυμπιάδι προσετέθη καὶ ὁ δέκατος ἀθλοθέτης.
これより二回目のオリンピア期に、十人目のアトロテテス(審判員)が追加された。
ἐπὶ δὲ τῆς τρίτης καὶ ἑκατοστῆς φυλαί τε Ἠλείοις δώδεκα καὶ εἷς ἀπὸ φυλῆς ἑκάστης ἐγένετο Ἑλλανοδίκης.
第103回において、エリス人には十二の部族が存在し、各部族から一人ずつヘラノディカイが選出された。
§5.9.6πιεσθέντες δὲ ὑπὸ Ἀρκάδων πολέμῳ μοῖράν τε ἀπέβαλον τῆς γῆς καὶ ὅσοι τῶν δήμων ἦσαν ἐν τῇ ἀποτμηθείσῃ χώρᾳ, καὶ οὕτως ἐς ὀκτώ τε ἀριθμὸν φυλῶν ἐπὶ τῆς τετάρτης συνεστάλησαν Ὀλυμπιάδος καὶ ἑκατοστῆς καὶ Ἑλλανοδίκαι σφίσιν ἴσοι ταῖς φυλαῖς ᾑρέθησαν.
しかし、アルカディア人との戦争によって困窮し、領土の一部と、その切り取られた土地にあった区のすべてを失ったため、第104回オリンピア期には部族の数は八つに縮小され、ヘラノディカイも部族と同じ数だけ選ばれることになった。
ὀγδόῃ δὲ ἐπὶ ταῖς ἑκατὸν Ὀλυμπιάδι ἐπανῆλθον αὖθις ἐς ἀνδρῶν δέκα ἀριθμόν, καὶ ἤδη τὸ ἀπὸ τούτου διαμεμένηκεν ἐς ἡμᾶς.
第108回オリンピア期には、彼らは再び十人という数に戻り、それ以来今日にいたるまで、その数が維持されている。