Humanitext Reader

保萨尼亚斯 · 希腊志 §5.7.5-5.7.10

死海的特性与奥林匹克竞技会的起源

第 193 段,共 465 段 · 希腊语

内容简介

在描述了死海的独特性质以及伊奥尼亚河流的地下通道后,作者解释了奥林匹克竞技会的起源,将其追溯到克罗诺斯时代、伊达之指们以及宙斯的神话。

§5.7.5ἡ δὲ θάλασσα ἡ Νεκρὰ πάσχει παντὶ ὕδατι ἄλλῳ τὰ ἐναντία· ἐν ᾗ γε τὰ μὲν ζῶντα πέφυκεν οὐ νηχόμενα ἐποχεῖσθαι, τὰ δὲ θνήσκοντα ἐς βυθὸν χωρεῖν.
而死海则具有与其他一切水体相反的特性:在该湖中,活着的东西自然会漂浮而不必游泳,而死去的东西则沉入底部。
ταύτῃ ἄκαρπος καὶ ἰχθύων ἡ λίμνη· ἅτε ἀπὸ τοῦ φανερωτάτου κινδύνου ἐπὶ τὸ ὕδωρ ἀναφεύγουσιν ὀπίσω τὸ οἰκεῖον.
因此,该湖也不产鱼;因为它们从最显而易见的危险中逃回到自己原有的水域。
τῷ δὲ Ἀλφειῷ τὸ αὐτὸ πάσχει καὶ ὕδωρ ἄλλο ἐν Ἰωνίᾳ· τούτου δὲ τοῦ ὕδατος πηγὴ μέν ἐστιν ἐν Μυκάλῃ τῷ ὄρει, διεξελθὸν δὲ θάλασσαν τὴν μεταξὺ ἄνεισιν αὖθις κατὰ Βραγχίδας πρὸς λιμένι ὀνομαζομένῳ Πανόρμῳ.
而在伊奥尼亚,另一处水源也经历着与阿尔斐乌斯河相同的事情;这处水源的发源地在米卡勒山,穿过介于其间的海洋后,它在被称为帕诺尔莫斯的港口附近的布兰基代处再次涌出。
§5.7.6ταῦτα μὲν δὴ ἔχει τρόπον τὸν εἰρημένον·
这些事情确实如刚才所说的那样。
ἐς δὲ τὸν ἀγῶνα τὸν Ὀλυμπικὸν λέγουσιν Ἠλείων οἱ τὰ ἀρχαιότατα μνημονεύοντες Κρόνον τὴν ἐν οὐρανῷ σχεῖν βασιλείαν πρῶτον καὶ ἐν Ὀλυμπίᾳ ποιηθῆναι Κρόνῳ ναὸν ὑπὸ τῶν τότε ἀνθρώπων, οἳ ὠνομάζοντο χρυσοῦν γένος· Διὸς δὲ τεχθέντος ἐπιτρέψαι Ῥέαν τοῦ παιδὸς τὴν φρουρὰν τοῖς Ἰδαίοις Δακτύλοις, καλουμένοις δὲ τοῖς αὐτοῖς τούτοις καὶ Κούρησιν· ἀφικέσθαι δὲ αὐτοὺς ἐξ Ἴδης τῆς Κρητικῆς, Ἡρακλέα καὶ Παιωναῖον καὶ Ἐπιμήδην καὶ Ἰάσιόν τε καὶ Ἴδαν· §5.7.7τὸν δὲ Ἡρακλέα παίζοντα—εἶναι γὰρ δὴ αὐτὸν πρεσβύτατον ἡλικίᾳ—συμβαλεῖν τοὺς ἀδελφοὺς ἐς ἅμιλλαν δρόμου καὶ τὸν νικήσαντα ἐξ αὐτῶν κλάδῳ στεφανῶσαι κοτίνου· παρεῖναι δὲ αὐτοῖς πολὺν δή τι οὕτω τὸν κότινον ὡς τὰ χλωρὰ ἔτι τῶν φύλλων ὑπεστρῶσθαι σφᾶς καθεύδοντας.
至于奥林匹克竞技会,记忆最古老事迹的伊利斯人说,克罗诺斯首先掌握了天上的王权,并且当时的被称为黄金一代的人类在奥林匹亚为克罗诺斯建造了神殿;而在宙斯诞生后,瑞亚将对这孩子的守护委托给了伊代奥斯·达克提洛斯们,他们也被称为库雷特斯;据说他们来自克里特岛的伊达山,即赫拉克勒斯、派奥纳伊奥斯、埃庇米德斯、伊阿西奥斯和伊达斯;而赫拉克勒斯在玩耍中——因为他确实是年龄最大的——让他的兄弟们进行跑步比赛,并用野生橄榄枝为他们之中的优胜者戴上花冠;据说他们身边的野生橄榄极为丰富,以至于他们睡觉时把那还泛绿的叶子铺在身下。
κομισθῆναι δὲ ἐκ τῆς Ὑπερβορέων γῆς τὸν κότινόν φασιν ὑπὸ τοῦ Ἡρακλέους ἐς Ἕλληνας, εἶναι δὲ ἀνθρώπους οἳ ὑπὲρ τὸν ἄνεμον οἰκοῦσι τὸν Βορέαν.
据说野生橄榄是由赫拉克勒斯从海波里安人的土地带给希腊人的,而这些人是居住在北风之外的人。
§5.7.8πρῶτος μὲν ἐν ὕμνῳ τῷ ἐς Ἀχαιίαν ἐποίησεν Ὠλὴν Λύκιος ἀφικέσθαι τὴν Ἀχαιίαν ἐς Δῆλον ἐκ τῶν Ὑπερβορέων τούτων· ἔπειτα δὲ ᾠδὴν Μελάνωπος Κυμαῖος ἐς Ὦπιν καὶ Ἑκαέργην ᾖσεν, ὡς ἐκ τῶν Ὑπερβορέων καὶ αὗται πρότερον ἔτι τῆς Ἀχαιίας ἀφίκοντο ἐς Δῆλον· §5.7.9Ἀριστέας δὲ ὁ Προκοννήσιος—μνήμην γὰρ ἐποιήσατο Ὑπερβορέων καὶ οὗτος—τάχα τι καὶ πλέον περὶ αὐτῶν πεπυσμένος ἂν εἴη παρὰ Ἰσσηδόνων, ἐς οὓς ἀφικέσθαι φησὶν ἐν τοῖς ἔπεσιν.
吕基亚人奥伦在《致阿开亚的赞歌》中首次写道,阿开亚从这些海波里安人处来到了德洛斯岛;此后,库迈的梅拉诺波斯唱了一首致奥皮斯和赫卡埃尔格的歌,歌中说她们甚至在阿开亚之前也从海波里安人那里来到了德洛斯岛;普罗科涅苏斯的阿里斯泰阿斯——因为他也提到了海波里安人——或许从伊塞多内斯人那里了解到了关于他们更多的信息,他在叙事诗中说自己曾拜访过这些人。
Ἡρακλεῖ οὖν πρόσεστι τῷ Ἰδαίῳ δόξα τὸν τότε ἀγῶνα διαθεῖναι πρώτῳ καὶ Ὀλύμπια ὄνομα θέσθαι· διὰ πέμπτου οὖν ἔτους αὐτὸν κατεστήσατο ἄγεσθαι, ὅτι αὐτός τε καὶ οἱ ἀδελφοὶ πέντε ἦσαν ἀριθμόν.
因此,伊达的赫拉克勒斯享有着首创当时的竞技会并命名为“奥林匹克”的声誉;因此,由于他自己和兄弟们在数量上是五个,他便规定该竞技会每五年举办一次。
§5.7.10Δία δὴ οἱ μὲν ἐνταῦθα παλαῖσαι καὶ αὐτῷ Κρόνῳ περὶ τῆς ἀρχῆς, οἱ δὲ ἐπὶ κατειργασμένῳ ἀγωνοθετῆσαί φασιν αὐτόν· νικῆσαι δὲ ἄλλοι τε λέγονται καὶ ὅτι Ἀπόλλων παραδράμοι μὲν ἐρίζοντα Ἑρμῆν, κρατήσαι δὲ Ἄρεως πυγμῇ.
事实上,有人说宙斯在此处为了统治权与克罗诺斯亲自进行了摔跤比赛,也有人说他是在确立统治权之后主持了竞技会;据说其他神明也获得了胜利,特别是阿波罗在跑步中超过了竞争的赫耳墨斯,并在拳击中战胜了阿瑞斯。
τούτου δὲ ἕνεκα καὶ τὸ αὔλημα τὸ Πυθικόν φασι τῷ πηδήματι ἐπεισαχθῆναι τῶν πεντάθλων, ὡς τὸ μὲν ἱερὸν τοῦ Ἀπόλλωνος τὸ αὔλημα ὄν, τὸν Ἀπόλλωνα δὲ ἀνῃρημένον Ὀλυμπικὰς νίκας.
据说,正因如此,皮提亚的笛奏被引入到五项全能的跳跃比赛中,因为笛奏是献给阿波罗的圣物,而阿波罗曾获得过奥林匹克的胜利。

词汇与语法注释

  1. §5.7.5τὰ ἐναντία — 动词 `πάσχει` 的同源(或结果)宾语,或其直接宾语。与与格 `παντὶ ὕδατι ἄλλῳ` 连用,表示“承受与其他一切水相反的特性(体验)”。
  2. §5.7.7εἶναι γὰρ δὴ αὐτὸν πρεσβύτατον — 嵌入在间接引语(受 `λέγουσιν` 支配)中的带 `γάρ` 的原因插入句。尽管是插入语中的主句,但由于间接引语的影响,不定式 `εἶναι` 仍被保留。
  3. §5.7.9πεπυσμένος ἂν εἴη — 完成时分词 `πεπυσμένος` 与希求法 `εἴη` 及 `ἄν` 连用的形式。表示对过去事实的推测或潜在语气,译为“或许已经听说/获悉”。
  4. §5.7.10Δία δὴ οἱ μὲν ἐνταῦθα παλαῖσαι ... φασιν — 词序倒装(hyperbaton)。位于句尾附近的动词 `φασιν` 支配着以句首宾格 `Δία` 为逻辑主语的不定式 `παλαῖσαι` 和 `ἀγωνοθετῆσαι`。

引用这一段

保萨尼亚斯, 希腊志 §5.7.5-5.7.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:5.7.5-5.7.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。