Humanitext Reader

パウサニアス · ギリシア案内記 §5.7.1-5.7.4

アルフェイオス川の支流とアレトゥサの伝説

192 / 465 箇所 · ギリシア語

要旨

アルフェイオス川の水量と水源、それに注ぐ7つの支流を紹介し、アルフェイオスと泉アレトゥサの恋の神話と海底を通じた交わり、さらに他国の大河(ナイル川、ヨルダン川)が湖を貫く類似の現象を説明する。

§5.7.1ἀφικομένῳ δὲ ἐς Ὀλυμπίαν ἐνταῦθα ἤδη τὸ ὕδωρ ἐστὶ τοῦ Ἀλφειοῦ πλήθει τε πολὺ ἰδόντι καὶ ἥδιστον, ἅτε ποταμῶν καὶ ἄλλων καὶ λόγου μάλιστα ἀξίων ἑπτὰ ἐς αὐτὸν ῥεόντων.
オリンピアに到着した者にとって、そこではすでにアルフェイオス川の水は、見る者にとって量も非常に多く、またきわめて心地よい。 なぜなら、他にも、しかも特に特筆に値する7つの川がそこに流れ込んでいるからである。
διὰ Μεγάλης μέν γε πόλεως Ἑλισσὼν ἐρχόμενος ἐκδίδωσιν ἐς τὸν Ἀλφειόν, Βρενθεάτης δὲ ἐκ τῆς Μεγαλοπολιτῶν γῆς, παρὰ δὲ Γόρτυναν ἔνθα ἱερὸν Ἀσκληπιοῦ, παρὰ δὴ ταῦτα Γορτύνιος ῥέων, ἐκ δὲ Μελαινεῶν Βουφάγος τῆς Μεγαλοπολίτιδος μεταξὺ καὶ Ἡραιίτιδος χώρας, ἐκ δὲ τῆς Κλειτορίων Λάδων, ἐκ δὲ Ἐρυμάνθου τοῦ ὄρους ὁμώνυμος τῷ ὄρει.
実際、ヘリッソン川はメガロポリスを通って流れてアルフェイオス川に注ぎ、ブレンテアテス川はメガロポリス人の土地から、ゴルテュニオス川はアスクレピオスの神殿があるゴルテュナの傍らを、まさにそれらの傍らを流れて、ブーパゴス川はメラエネアエから、すなわちメガロポリス領とヘライア領の境界から、ラドン川はクレイトル人の土地から、その山と同名の川はエリュマントス山から注ぐ。
οὗτοι μὲν ἐξ Ἀρκαδίας κατίασιν ἐς τὸν Ἀλφειόν, Κλάδεος δὲ ἐρχόμενος ἐκ τῆς Ἠλείας συμμίσγει οἱ τὸ ῥεῦμα·
これらはアルカディアからアルフェイオス川へと下るが、クラデオス川はエリスから流れてきて、その流れをこれに合流させる。
αὐτῷ δὲ ἐν τῇ Ἀρκάδων τῷ Ἀλφειῷ καὶ οὐχὶ ἐκ τῆς Ἠλείας εἰσὶν αἱ πηγαί.
しかし、アルフェイオス川自身の水源はアルカディア人の土地の中にあり、エリスからではない。
§5.7.2λέγεται δὲ καὶ ἄλλα τοιάδε ἐς τὸν Ἀλφειόν, ὡς ἀνὴρ εἴη θηρευτής, ἐρασθῆναι δὲ αὐτὸν Ἀρεθούσης, κυνηγετεῖν δὲ καὶ ταύτην.
アルフェイオス川については次のような他のことも言われている。 すなわち、彼が猟師の男であり、アレトゥサに恋をし、彼女もまた狩りをしていたということである。
καὶ Ἀρέθουσαν μὲν οὐκ ἀρεσκομένην γήμασθαι περαιωθῆναί φασιν ἐς νῆσον τὴν κατὰ Συρακούσας, καλουμένην δὲ Ὀρτυγίαν, καὶ ἐνταῦθα ἐξ ἀνθρώπου γενέσθαι πηγήν·
そして、結婚することを好まなかったアレトゥサは、シラクサの近くにある、オルテュギアと呼ばれる島へと渡ったと言われており、そこで人間から泉になったという。
συμβῆναι δὲ ὑπὸ τοῦ ἔρωτος καὶ Ἀλφειῷ τὴν ἀλλαγὴν ἐς τὸν ποταμόν.
また、愛のゆえに、アルフェイオスにも川への変身が起こったという。
§5.7.3ταῦτα μὲν λόγου τοῦ ἐς Ἀλφειὸν †ἐς τὴν Ὀρτυγίαν †·
これらはアルフェイオスと†オルテュギアに関する†話である。
τὸ δὲ διὰ τῆς θαλάσσης ἰόντα ἐνταῦθα ἀνακοινοῦσθαι τὸ ὕδωρ πρὸς τὴν πηγὴν οὐκ ἔστιν ὅπως ἀπιστήσω, τὸν θεὸν ἐπιστάμενος τὸν ἐν Δελφοῖς ὁμολογοῦντά σφισιν, ὃς Ἀρχίαν τὸν Κορίνθιον ἐς τὸν Συρακουσῶν ἀποστέλλων οἰκισμὸν καὶ τάδε εἶπε τὰ ἔπη·
しかし、彼が海を通って行ってそこで泉と水を合流させるということについては、デルポイの神が彼らの説に同意していることを知っている以上、どうしても信じないわけにはいかない。 神は、コリントス人アルキアスをシラクサの植民のために送り出す際、次の詩行を述べたのである。
" Ὀρτυγίη τις κεῖται ἐν ἠεροειδέι πόντῳ, Θρινακίης καθύπερθεν, ἵνʼ Ἀλφειοῦ στόμα βλύζει.
"『霧深い海の中に、スリナキアの上方に、あるオルテュギアが横たわっている。
μισγόμενον πηγαῖσιν ἐυρρείτης Ἀρεθούσης.
そこではアルフェイオスの河口から水が湧き出し、美しく流れるアレトゥサの泉と混じり合っている。
" κατὰ τοῦτο οὖν, ὅτι τῇ Ἀρεθούσῃ τοῦ Ἀλφειοῦ τὸ ὕδωρ μίσγεται, καὶ τοῦ ἔρωτος τὴν φήμην τῷ ποταμῷ πείθομαι γενέσθαι.
』 "それゆえ、アルフェイオスの水がアレトゥサと交わるというこのことに基づいて、あの恋の噂もこの川に生じたのだと私は確信している。
§5.7.4ὅσοι δὲ Ἑλλήνων ἢ Αἰγυπτίων ἐς Αἰθιοπίαν τὴν ὑπὲρ Συήνης καὶ ἐς Μερόην Αἰθιόπων πόλιν ἀναβεβήκασι, λέγουσιν οὗτοι τὸν Νεῖλον, ἐσιόντα ἐς λίμνην καὶ διʼ αὐτῆς διεξιόντα ὥσπερ ἐκ χέρσου, μετὰ τοῦτο ἤδη διʼ Αἰθιοπίας τῆς κάτω καὶ ἐς Αἴγυπτον ῥεύσαντα ἐπὶ Φάρον καὶ τὴν ταύτῃ θάλασσαν κατέρχεσθαι.
ギリシア人やエジプト人のうち、スエネの彼方にあるエチオピアや、エチオピア人の都市メロエへと上ったことのある人々は皆、ナイル川が湖に入り、まるで陸地であるかのようにその中を通り抜け、その後ですでに下エチオピアを通り、エジプトへと流れて、ファロスとその地の海へと下って行くと語っている。
ἐν δὲ τῇ γῇ ποταμὸν τῇ Ἑβραίων Ἰάρδανον καὶ αὐτὸς οἶδα λίμνην Τιβεριάδα ὀνομαζομένην διοδεύοντα, ἐς δὲ λίμνην ἑτέραν καλουμένην θάλασσαν Νεκράν, ἐς ταύτην ἐσιόντα καὶ ὑπὸ τῆς λίμνης αὐτὸν ἀναλούμενον.
また、ヘブライ人の土地では、ヨルダン川がティベリアスと呼ばれる湖を通り抜け、そして死海と呼ばれるもう一つの湖へと入り、その湖によって消滅させられるのを私自身知っている。

語釈・文法注

  1. 5.7.1ἰδόντι — 「見る者にとって」の意で、判断の基準を示す「関係の与格」(dativus iudicantis)である。
  2. 5.7.2ὡς ἀνὴρ εἴη ... ἐρασθῆναι δὲ — 伝聞(λέγεται)の内容を導く ὡς 節(希求法 εἴη を伴う)の後に、等位接続詞 δέ を伴って不定法(ἐρασθῆναι, κυνηγετεῖν)が接続する、間接話法における構文的交替(anacoluthon)である。
  3. 5.7.3οὐκ ἔστιν ὅπως ἀπιστήσω — 「〜しないことはあり得ない」「どうしても〜せざるを得ない」を意味する強い肯定の表現。ὅπως の後ろには接続法不変化過去 ἀπιστήσω が続いている。
  4. 5.7.4τὸν Νεῖλον ... κατέρχεσθαι — 主動詞 λέγουσιν に支配された対格不定法構文。対格主語である τὸν Νεῖλον に係る分詞(ἐσιόντα, διεξιόντα, ῥεύσαντα)が長々と挿入された後、文末の不定法 κατέρχεσθαι に結びつく複雑な構造になっている。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §5.7.1-5.7.4. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:5.7.1-5.7.4

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。