§5.25.1τοσαῦτα ἐντὸς τῆς Ἄλτεως ἀγάλματα εἶναι Διὸς ἀνηριθμησάμεθα ἐς τὸ ἀκριβέστατον.
われわれは、アルティスの内にあるゼウスの神像がこれほど多く存在することを極めて正確に数え上げた。
τὸ ἀνάθημα γὰρ τὸ πρὸς τῷ μεγάλῳ ναῷ ὑπὸ ἀνδρὸς Κορινθίου τεθέν, Κορινθίων δὲ οὐ τῶν ἀρχαίων ἀλλʼ οἳ παρὰ βασιλέως ἔχουσιν εἰληφότες τὴν πόλιν, τοῦτο τὸ ἀνάθημα Ἀλέξανδρός ἐστιν ὁ Φιλίππου, Διὶ εἰκασμένος δῆθεν.
というのも、大神殿の近くにある奉納物で、コリントス人の男――古代のコリントス人ではなく、王から都市を受け取って領有している者たちだが――によって捧げられたものは、フィリッポスの子アレクサンドロスであり、いわばゼウスに模して作られている。
ὁπόσα δὲ ἀλλοῖα καὶ οὐ μίμησίς ἐστι Διός, ἐπιμνησόμεθα καὶ τούτων·
ゼウスの模倣ではない、それ以外の種類のものについても、われわれは言及するつもりである。
εἰκόνας δὲ οὐ τιμῇ τῇ πρὸς τὸ θεῖον, τῇ δὲ ἐς αὐτοὺς χάριτι ἀνατεθείσας τοὺς ἀνθρώπους, λόγῳ σφᾶς τῷ ἐς τοὺς ἀθλητὰς ἀναμίξομεν.
ただし、神性への崇敬からではなく、人間自身への感謝から奉納された肖像については、競技者たちに関する記述の中にそれらを混じえることにする。
§5.25.2Μεσσηνίους τοὺς ἐπὶ τῷ πορθμῷ κατὰ ἔθος δή τι ἀρχαῖον πέμποντας ἐς Ῥήγιον χορὸν παίδων πέντε ἀριθμὸν καὶ τριάκοντα καὶ διδάσκαλόν τε ὁμοῦ τῷ χορῷ καὶ ἄνδρα αὐλητὴν ἐς ἑορτήν τινα ἐπιχώριον Ῥηγίνων, κατέλαβεν αὐτούς ποτε συμφορά, μηδένα ὀπίσω τῶν ἀποσταλέντων σφίσιν ἀποσωθῆναι·
ある古い慣習に従って、レギオンにおけるレギオン人のある地方祭に、35人の少年たちの合唱団と、合唱団とともに指導者、そしてフルート奏者の男をレギオンへと派遣していた海峡のメッセニア人たちに、かつてある災難が彼らに降りかかり、派遣された者のうち誰一人として彼らのもとへ生還することはなかった。
ἀλλὰ ἡ ναῦς ἡ ἄγουσα τοὺς παῖδας ἠφανίσθη σὺν αὐτοῖς κατὰ τοῦ βυθοῦ.
すなわち、少年たちを乗せていた船が、彼らとともに深淵へと消え去ったのである。
ἔστι γὰρ δὴ ἡ κατὰ τοῦτον θάλασσα τὸν πορθμὸν θαλάσσης χειμεριωτάτη πάσης·
実際、この海峡の海は、すべての海の中で最も嵐の激しい海である。
§5.25.3οἵ τε γὰρ ἄνεμοι ταράσσουσιν αὐτὴν ἀμφοτέρωθεν τὸ κῦμα ἐπάγοντες ἐκ τοῦ Ἀδρίου καὶ ἐξ ἑτέρου πελάγους ὃ καλεῖται Τυρσηνόν, ἤν τε καὶ ἀνέμων ἀπῇ πνεύματα, ὁ δὲ καὶ τηνικαῦτα ὁ πορθμὸς κίνησιν βιαιοτάτην αὐτὸς ἐξ αὑτοῦ καὶ ἰσχυρὰς παρέχεται παλιρροίας·
なぜなら、風がアドリア海から、またティレニア海と呼ばれるもう一方の海から波を寄せて、両側からその海をかき乱すからであり、たとえ風の息吹がやんでいるときでも、その海峡はまさにそのときでも、それ自身によって極めて激しい動きと強い引き波を引き起こすからである。
θηρία τε τοσαῦτα ἐς αὐτὸν τὰ ἀθροιζόμενά ἐστιν, ὡς καὶ τὸν ἀέρα τὸν ὑπὲρ τῆς θαλάσσης ταύτης ἀναπίμπλασθαι τῶν θηρίων τῆς ὀσμῆς, ὡς σωτηρίας γε ἐκ τοῦ πορθμοῦ μηδὲ ἐλπίδος τι ὑπολείπεσθαι ναυαγῷ.
また、そこに集まる怪獣は非常に多く、この海の上の空気までもが怪獣たちの臭いで満ちるほどであり、難破した者には海峡からの救助の望みすら残されない。
εἰ δὲ ἐνταῦθα συνέπεσε καὶ Ὀδυσσεῖ διαφθαρῆναι τὴν ναῦν, ἄλλως μὲν οὐκ ἄν τις πείθοιτο ἐκνήξασθαι ζῶντα ἐς τὴν Ἰταλίαν αὐτόν·
そして、もしここにおいてオデュッセウスの船も難破したのだとしたら、他の方法では、彼が生きてイタリアへと泳ぎ着いたとは誰も信じないだろう。
τὸ δὲ ἐκ τῶν θεῶν εὐμενὲς ἐπὶ παντὶ ἐργάζεται ῥᾳστώνην.
しかし、神々からの好意は、あらゆることにおいて容易さをもたらすものである。
§5.25.4τότε δὲ ἐπὶ τῇ ἀπωλείᾳ τῶν παίδων οἱ Μεσσήνιοι πένθος ἦγον, καὶ ἄλλα τέ σφισιν ἐς τιμὴν αὐτῶν ἐξευρέθη καὶ εἰκόνας ἐς Ὀλυμπίαν ἀνέθεσαν χαλκᾶς, σὺν δὲ αὐτοῖς τὸν διδάσκαλον τοῦ χοροῦ καὶ τὸν αὐλητήν.
当時、少年たちの喪失に対してメッセニア人たちは喪に服し、彼らを称えるために他の様々なことも彼らによって考案されたが、オリンピアに青銅の肖像を奉納した。 少年たちとともに、合唱団の指導者とフルート奏者の像も。
τὸ μὲν δὴ ἐπίγραμμα ἐδήλου τὸ ἀρχαῖον ἀναθήματα εἶναι τῶν ἐν πορθμῷ Μεσσηνίων·
古代の碑文は確かに、これらが海峡のメッセニア人たちの奉納物であることを示していた。
χρόνῳ δὲ ὕστερον Ἱππίας ὁ λεγόμενος ὑπὸ Ἑλλήνων γενέσθαι σοφὸς τὰ ἐλεγεῖα ἐπʼ αὐτοῖς ἐποίησεν.
しかし後になって、ギリシア人から賢者と呼ばれたヒッピアスが、それらの上に哀歌を作った。
ἔργα δέ εἰσιν Ἠλείου Κάλλωνος αἱ εἰκόνες.
なお、これらの肖像はエリスのカロンの作品である。
§5.25.5ἔστι δὲ κατὰ τὴν ἄκραν ἐν Σικελίᾳ τὴν τετραμμένην ἐπὶ Λιβύης καὶ Νότου, καλουμένην δὲ Πάχυνον, Μοτύη πόλις·
シキリアにおいてリビアおよび南風に向き、パキュノスと呼ばれる岬の近くに、モテュエという都市がある。
οἰκοῦσι δὲ Λίβυες ἐν αὐτῇ καὶ Φοίνικες.
そこにはリビア人とフェニキア人が住んでいる。
τούτοις τοῖς ἐν Μοτύῃ βαρβάροις Ἀκραγαντῖνοι καταστάντες ἐς πόλεμον καὶ λείαν τε καὶ λάφυρα ἀπʼ αὐτῶν λαβόντες ἀνέθεσαν τοὺς παῖδας ἐς Ὀλυμπίαν τοὺς χαλκοῦς, προτείνοντάς τε τὰς δεξιὰς καὶ εἰκασμένους εὐχομένοις τῷ θεῷ.
モテュエのこれら野蛮人たちとアクラガス人たちは戦争状態に入り、彼らから略奪品や戦利品を獲得したため、オリンピアに青銅の少年像を奉納した。 彼らは右手を差し伸べ、神に祈る人々に模して作られている。
κεῖνται δὲ ἐπὶ τοῦ τείχους οὗτοι τῆς Ἄλτεως·
これらはアルティスの壁の上に置かれている。
Καλάμιδος δὲ εἶναι σφᾶς ἔργα ἐγώ τε εἴκαζον καὶ ἐς αὐτοὺς κατὰ τὰ αὐτὰ εἶχεν ὁ λόγος.
私はこれらがカラミスの作品であると推測したし、彼らに関する伝承もこれと同じように伝えていた。
§5.25.6Σικελίαν δὲ ἔθνη τοσάδε οἰκεῖ, Σικανοί τε καὶ Σικελοὶ καὶ Φρύγες, οἱ μὲν ἐξ Ἰταλίας διαβεβηκότες ἐς αὐτήν, Φρύγες δὲ ἀπὸ τοῦ Σκαμάνδρου ποταμοῦ καὶ χώρας τῆς Τρῳάδος·
シキリアには次のような諸民族が住んでいる。 シカノイ人、シケロイ人、およびプリュギア人。 シケロイ人はイタリアからシキリアに渡ってきた者たちであり、プリュギア人はスカマンドロス川とトロアス地方から来た者たちである。
οἱ δὲ Φοίνικες καὶ Λίβυες στόλῳ ἀφίκοντο ἐς τὴν νῆσον κοινῷ καὶ ἄποικοι Καρχηδονίων εἰσὶ.
また、フェニキア人とリビア人は共同の艦隊でこの島に到着し、彼らはカルタゴ人の入植者である。
τοσαῦτα μὲν ἐν Σικελίᾳ ἔθνη βάρβαρα·
シキリアにおける野蛮人の民族はこれほど多く存在する。
Ἑλλήνων δὲ Δωριεῖς τε ἔχουσιν αὐτὴν καὶ Ἴωνες καὶ τοῦ Φωκικοῦ καὶ τοῦ Ἀττικοῦ γένους ἑκατέρου μοῖρα οὐ πολλή.
一方、ギリシア人のうちでは、ドーリス人とイオニア人、そしてフォキスとアッティカの血統のそれぞれの多くはない一派が、この島を領有している。