§5.25.7ἐπὶ δὲ τοῦ αὐτοῦ τείχους τά τε Ἀκραγαντίνων ἀναθήματα καὶ Ἡρακλέους δύο εἰσὶν ἀνδριάντες γυμνοί, παῖδες ἡλικίαν·
同じ壁の上には、アクラガス人たちの奉納物と、ヘラクレスの二つの裸の像があり、それらは年齢においては少年である。
τὸν δὲ ἐν Νεμέᾳ τοξεύοντι ἔοικε λέοντα.
そのうちの一方は、ネメアのライオンに矢を向けようとしている者に似ている。
τοῦτον μὲν δὴ τόν τε Ἡρακλέα καὶ ὁμοῦ τῷ Ἡρακλεῖ τὸν λέοντα Ταραντῖνος ἀνέθηκεν Ἱπποτίων, Νικοδάμου δέ ἐστι Μαιναλίου τέχνη·
このヘラクレスの像、およびヘラクレスと一緒のライオンの像は、タラス人のヒッポティオンが奉納したものであり、マイナロス人のニコダモスの作である。
τὸ δὲ ἄγαλμα τὸ ἕτερον Ἀναξίππου μέν ἐστιν ἀνάθημα Μενδαίου, μετεκομίσθη δὲ ἐνταῦθα ὑπὸ Ἠλείων·
もう一方の像は、メンデ人のアナクシッポスの奉納物であるが、エリス人たちによってここに移された。
τὰ πρὸ τούτου δὲ ἔκειτο ἐπὶ τῆς ὁδοῦ τῷ πέρατι, ἣ ἄγει μὲν ἐξ Ἤλιδος ἐς Ὀλυμπίαν, καλεῖται δὲ Ἱερά.
以前は、エリスからオリンピアへと通じ、「聖なる道」と呼ばれる道の終端に置かれていた。
§5.25.8ἔστι δὲ καὶ ἀναθήματα ἐν κοινῷ τοῦ Ἀχαιῶν ἔθνους, ὅσοι προκαλεσαμένου τοῦ Ἕκτορος ἐς μονομαχίαν ἄνδρα Ἕλληνα τὸν κλῆρον ἐπὶ τῷ ἀγῶνι ὑπέμειναν.
また、アカイア民族の共同の奉納物もある。 これは、ヘクトルが一騎打ちを挑んだときに、その勝負のための籤を受け入れたギリシア人の男たちのものである。
οὗτοι μὲν δὴ ἑστήκασι τοῦ ναοῦ τοῦ μεγάλου πλησίον, δόρασι καὶ ἀσπίσιν ὡπλισμένοι·
彼らは槍と盾で武装して大神殿の近くに立っている。
ἀπαντικρὺ δὲ ἐπὶ ἑτέρου βάθρου πεποίηται Νέστωρ, τὸν ἑκάστου κλῆρον ἐσβεβληκὼς ἐς τὴν κυνῆν.
その向かい側には、別の台座の上にネストルが作られており、それぞれの籤を兜の中に入れている。
τῶν δὲ ἐπὶ τῷ Ἕκτορι κληρουμένων ἀριθμὸν ὄντων ὀκτώ—τὸν γὰρ ἔνατον αὐτῶν, τὴν τοῦ Ὀδυσσέως εἰκόνα, Νέρωνα κομίσαι λέγουσιν ἐς Ῥώμην —, τῶν δὲ ὀκτὼ τούτων ἐπὶ μόνῳ τῷ §5.25.9Ἀγαμέμνονι τὸ ὄνομά ἐστι γεγραμμένον·
ヘクトルに対して籤を引いた者たちは、数としては八人であるが――というのも、彼らのうち九番目のもの、すなわちオデュッセウスの肖像は、ネロンがローマに運んだと言われているからである――、これら八人のうち、ただアガメムノンにのみ、その名前が刻まれている。
γέγραπται δὲ καὶ τοῦτο ἐπὶ τὰ λαιὰ ἐκ δεξιῶν.
そしてこれもまた、右から左へと書かれている。
ὅτου δὲ ὁ ἀλεκτρυών ἐστιν ἐπίθημα τῇ ἀσπίδι, Ἰδομενεύς ἐστιν ὁ ἀπόγονος Μίνω·
また、盾の上に雄鶏が紋章として付いている者は、ミノスの子孫イドメネウスである。
τῷ δὲ Ἰδομενεῖ γένος ἀπὸ Ἡλίου τοῦ πατρὸς Πασιφάης, Ἡλίου δὲ ἱερόν φασιν εἶναι τὸν ὄρνιθα καὶ ἀγγέλλειν ἀνιέναι μέλλοντος τοῦ ἡλίου.
イドメネウスにとって、家系はパシパエの父であるヘリオスに由来し、その鳥はヘリオスに捧げられた聖獣であり、太陽が昇ろうとするときにそれを告げるのだと言われている。
§5.25.10γέγραπται δὲ καὶ ἐπίγραμμα ἐπὶ τῷ βάθρῳ·
また、台座の上には碑文が刻まれている。
"
τῷ Διὶ τἈχαιοὶ τἀγάλματα ταῦτʼ ἀνέθηκαν,
ἔγγονοι ἀντιθέου Τανταλίδα Πέλοπος.
「アカイア人らは、神のごときタンタロスの子ペロプスの末裔であり、これらの像をゼウスに捧げた。
"
τοῦτο μὲν δὴ ἐνταῦθά ἐστι γεγραμμένον· ὁ δὲ ἀγαλματοποιὸς ὅστις ἦν, ἐπὶ τοῦ Ἰδομενέως γέγραπται τῇ ἀσπίδι·
」これは確かにそこに刻まれているが、製作者が誰であったかは、イドメネウスの盾の上に刻まれている。
"
πολλὰ μὲν ἄλλα σοφοῦ ποιήματα καὶ τόδʼ Ὀνάτα
Αἰγινήτεω, τὸν γείνατο παῖδα Μίκων.
「賢明なるアイギナ人オナタス、ミコンがもうけた子の作は数多くあるが、これもまた彼の作である。
" §5.25.11οὐ πόρρω δὲ τοῦ Ἀχαιῶν ἀναθήματος καὶ Ἡρακλῆς ἐστιν ὑπὲρ τοῦ ζωστῆρος μαχόμενος πρὸς τὴν Ἀμαζόνα ἔφιππον γυναῖκα·
」アカイア人たちの奉納物の近くには、馬に乗ったアマゾンの女性と帯をめぐって戦っているヘラクレスの像もある。
τοῦτον Εὐαγόρας μὲν γένος Ζαγκλαῖος ἀνέθηκεν, ἐποίησε δὲ Κυδωνιάτης Ἀριστοκλῆς.
これをザンクレ出身のエウアゴラスが奉納し、クドニアのアリストκレスが製作した。
ἐν δὲ τοῖς μάλιστα ἀρχαίοις καταριθμήσασθαι καὶ τὸν Ἀριστοκλέα ἔστι·
アリストクレスをもまた、極めて古代の彫刻家たちの中に数え上げることができる。
καὶ σαφῶς μὲν ἡλικίαν οὐκ ἔχοι τις ἂν εἰπεῖν αὐτοῦ, δῆλα δὲ ὡς πρότερον ἔτι ἐγένετο πρὶν ἢ τῇ Ζάγκλῃ τὸ ὄνομα γενέσθαι τὸ ἐφʼ ἡμῶν Μεσσήνην.
彼の年代を正確に言うことは誰もできないだろうが、ザンクレが我々の時代の名であるメッセネという名を持つようになるよりも、さらに前に彼が活躍したことは明らかである。
§5.25.12Θάσιοι δέ, Φοίνικες τὸ ἀνέκαθεν ὄντες καὶ ἐκ Τύρου καὶ Φοινίκης τῆς ἄλλης ὁμοῦ Θάσῳ τῷ Ἀγήνορος κατὰ ζήτησιν ἐκπλεύσαντες τὴν Εὐρώπης, ἀνέθεσαν Ἡρακλέα ἐς Ὀλυμπίαν, τὸ βάθρον χαλκοῦν ὁμοίως τῷ ἀγάλματι·
タソス人たちは、もともとフェニキア人であり、ツロスおよびその他のフェニキアから、アゲノルの子タソスとともに、エウロペの捜索のために航海に出た者たちであるが、オリンピアにヘラクレスの像を奉納した。 その台座は像と同様に青銅製である。
μέγεθος μὲν δὴ τοῦ ἀγάλματός εἰσι πήχεις δέκα, ῥόπαλον δὲ ἐν τῇ δεξιᾷ, τῇ δὲ ἀριστερᾷ χειρὶ ἔχει τόξον.
像の大きさは十ペキュスであり、右手には大棍棒を持ち、左手には弓を持っている。
ἤκουσα δὲ ἐν Θάσῳ τὸν αὐτὸν σφᾶς Ἡρακλέα ὃν καὶ Τύριοι σέβεσθαι, ὕστερον δὲ ἤδη τελοῦντας ἐς Ἕλληνας νομίσαι καὶ Ἡρακλεῖ τῷ Ἀμφιτρύωνος νέμειν τιμάς.
私はタソスで、彼らはツロス人が崇拝しているのと同じヘラクレスを崇拝しており、後になってギリシア人に数えられるようになってから、アムピトリュオンの子ヘラクレスにも敬意を払うようになったのだと聞いた。
§5.25.13τῷ δὲ ἀναθήματι τῷ ἐς Ὀλυμπίαν Θασίων ἔπεστιν ἐλεγεῖον·
タソス人のオリンピアへの奉納物には、エレゲイアが記されている。
"
υἱὸς μέν με Μίκωνος Ὀνάτας ἐξετέλεσσεν
αὐτὸς ἐν Αἰγίνῃ δώματα ναιετάων.
「ミコンの子オナタスが自ら私を作り上げた、アイギナに居を置いて。
"
τὸν δὲ Ὀνάταν τοῦτον ὅμως, καὶ τέχνης ἐς τὰ ἀγάλματα ὄντα Αἰγιναίας, οὐδενὸς ὕστερον θήσομεν τῶν ἀπὸ Δαιδάλου τε καὶ ἐργαστηρίου τοῦ Ἀττικοῦ.
」しかしながら、このオナタスを、彫刻におけるその様式がアイギナ風であるとはいえ、私はダイダロスに始まる者たち、またアッティカの工房に属する者たちのうち、誰よりも劣るとはみなさない。